Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι τῆς Λέσβου νήσου ὁ περίπλους στάδιοι αρ΄.

Ὅτι ἐπὶ Τιβερίου, τοῦ Ῥωμαίων αὐτοκράτορος, ἦν Στράβων.

Ὅτι ἐξ Ἐρεσσοῦ ἦσαν Φανίας τε καὶ Θεόφραστος, οἱ Ἀριστετελικοί· Τύρταμος δὲ πρὶν ὁ Θεόφραστες ἐκαλεῖτο, μετωνομάσθη δὲ ὑπὸ Ἀριστοτέλους οὕτως.

Ὅτι Ἑλλάνικος ὁ συγγραφεὺς Λέσβιος ἦν.

Ὅτι κατὰ τὸν πορθμὸν τὸν μεταξὺ Ἀσίας καὶ Λέσβου νησίδιά εἰσι μ΄, καλοῦνται δὲ συνθέτως Ἑκατόννησοι, ὡς Πελοπόννησος καὶ Μυόννησος καὶ Προκόννησος καὶ Ἁλόννησος, τὸν ν δισσὸν ἔχουσαι κατὰ συνήθειαν.

Ὅτι Ἑκατόννησοι καλοῦνται, οἷον Ἀπολλῶννησοι· Ἕκατος γὰρ ὁ Ἀπόλλων.

Ὅτι πρὸ τῆς Λέσβου ἐστὶ καὶ ἡ Πορδοσελήνη, πόλιν ἔχουσα ὁμώνυμον· διὰ δὲ τὸ δύσφημον τοῦ ὀνόματος

613
Ποροσελήνην τινὲς αὐτὴν καλοῦσι, τὸ δὲ περὶ Πέργαμον Ἀσπόρδηνον ὄρος Ἀσπόρηνον, καὶ τὸ ἐν αὐτ τῷ ἱερὸν μητρὸς τῶν θεῶν Ἀσπορηνῆς. Τί οὖν φήσομεν ἐπὶ τοῦ σαπέρδου καὶ πορδάλιος καὶ περδίκκα καὶ « σὺν πορδακοῖσιν » ἀντὶ τοῦ διαβρόχοις;

Ὅτι ἐν Καταλόγῳ Ὅμηρος εἰκότως Λελέγων καὶ Κιλίκων καὶ Καυκώνων οὐκ ἐμνημόνευσε· διεφθάρησαν γὰρ ἤδη ὑπὸ Ἀχιλλέως ὅ τε Ἠετίων καὶ Μύνης καὶ Ἐπίστροφος καὶ οἱ λαοὶ αὐτῶν.

Ὅτι ὁ τῶν Πελασγῶν ἄρχων Ἱππόθοος Αάριταν εἶχε πατρίδα τὴν ἐν Κύμῃ τῆς Αἰολίδος κειμένην· οἱ δὲ Πελασγοὶ ὑπὸ Αἰολέων ἐφθάρησαν.

Ὅτι σκώπτεται εἰς ἀναισθησίαν ἡ Κύμη, ὡς μετὰ τ΄ ἔτη ἀποδομένη τῶν λιμένων τὰ τέλη, ὥσπερ τότε ᾐσθημένη, ὅτι παρὰ θάλασσαν οἵκοῖτο· πρότερον δ᾿ οὐκ ἐκαρποῦτο τήν πρόσοδον ταύτην.

Ὅτι καὶ ἄλλη λέγεται αἰτία τοιαύτη τοῦ σκώμ. ματος, ὅτι δανεισάμενοί ποτε οἱ Κυμαῖοι δημοσία χρήματα τὰς στοὰς ὑπέθεντο, εἶτ᾿ οὐκ ἀποδιδόντες κατὰ τὴν ὡρισμένην ἡμέραν εἴργοντο τῶν περιπάτων· ὅτε μέντοι ὄμβρος εἴη, κατὰ αἰδῶ τινα κηρύττοιεν οἱ δανεισταὶ, κελεύοντες ὑπὸ τὰς στοὰς ὑπέρχεσθαι τοῦ δὴ κήρυκος οὕτω φθεγγομένου, ὑπὸ τὰς στοᾶς ὑπέλθετε, ἐκπεσεῖν λόγον, ὡς Κυμαίων οὐκ αἰσθανομένων, ὡς ἐν τοῖς ὄμβροις ὑπὸ τὰς στοὰς ὑπελθετέον, ἔν μή σημάνῃ τις αὐτοῖς διὰ κηρύγματος. Κυμαῖος δὲ ἦν Ἡσίοδός τε καὶ Ἔφορος, ὁ Ἰσοκράτους γνώριμος, ὁ τὰς ἱστορίας γράψας. Κύμη δὲ ὠνόμασται ἀπό τινος Ἀμαζόνος, ὡς ἡ Μυρίνη καὶ ἡ Μυτιλήνη.

Ὅτι τὸ Πέργαμον ἡ πόλις γαζοφυλάκιον ἦν Λυσιμάχου τοῦ Ἀγαθοκλέους, ἑνὸς τῶν Ἀλεξάνδρου διαδόχων. Ἐπεπίστευτο δὲ τὴν φυλακήν τῶν χρημάτων (ἦν δὲ τάλαντα θ) Φιλέταιρος, ἀνὴρ Τιανὸς, θλιβίας ἐκ παιδὸς, ἐν τινι ὄχλῳ ἀποληφθεὶς μετὰ τῆς τροφοῦ καὶ διὰ τοῦτο εὐνοῦχος. Τέως μὶν οὖν εὔνους ἦν Αυσιμάχῳ, διενεχθεὶς δὲ πρὸς Ἀρσινόην τὴν γυναῖκα αὐτοῦ ἀπέστη, ὁρῶν νεωτερισμοὺς πολλούς. Ὅ τε γὰρ Λυσίμαχος, κακοῖς οἰκείοις περιπεσών, ἠναγκάσθη τὸν υἱὸν ἀνελεῖν Ἀγαθοκλέα. Σέλευκος δ᾿ ἐπελθών ὁ Νικάτωρ ἐκεῖνόν τε κατέλυσε καὶ αὐτὸς κατελύθη, δολοφονηθεὶς ὑπὸ Πτολεμαίου τοῦ Κεραυνοῦ. Ὁ δὲ Φιλέταιρος διήρκεσεν ἔτη κ΄, κύριος ὢν τοῦ τε ἐρύματος καὶ τῶν χρημάτων, καὶ διεγένετο μένων ἐπὶ τοῦ ἐρύματος καὶ πολιτευόμενος δι᾿ ὑποσχέσεων καὶ τῆς ἄλλης θεραπείας ἀεὶ πρὸς τὸν ἰσχύοντα καὶ ἐγγὺς παρόντα. Τούτῳ ἦσαν δύο ἀδελφοῖ, Εὐμένης τε καὶ Ἄτταλος ἐκ μὲν οὖν τοῦ πρεσβυτέρου Εὐμένους γίνεται παῖς Εὐμένης, ὃς καὶ διεδέξατο τὸ τοῦ Περγάμου κράτος καὶ ἦν ἤδη δυνάστης τῶν κύκλω χωρίων, ὥστε καὶ περὶ Σάρδεις ἐνίκησε μάχῃ συμβάλλων Ἀντίοχον τὸν Σελεύκου· κβ δὲ ἔτη ἄρξας ἐτελεύτα. Ἐκ δὲ

614
Ἀπτάλιυ καὶ Ἀντιοχίδος γεγονὼς Ἄτταλος διεδέξατο τὴν ἀρχήν· ὅς καὶ πρῶτος βασιλεὺς ἀνηγόρευτο, νικήσας Γαλάτας μάχῃ μεγάλῃ. Οὗτος δὲ καὶ Ῥωμαίοις κατέστη φίλος καὶ συνεπολέμησε πρὸς Φίλιππον μετὰ τοῦ Ῥοδίων ναυτικοῦ· ὃς βασιλεύσας ἔτη μγ΄ κατέλιπε δ΄ υἱοὺς, Εὐμένην, Ἄτταλον, Φιλέταιρον, Ἀθήναιον. Οἱ μάν οὖν νεώτεροι διετέλεσαν ἰδιῶται, Εὐμένης δʼ ἄρξας συνεπολέμησε Ῥωμαίου πρός τε Ἀντίοχον τὸν μέγαν καὶ πρὸς Περσέα, καὶ ἔλαβε παρὰ τῶν Ῥωμαίων ἅπασαν τὴν ὑπ᾿ Ἀντιόχῳ γῆν τὴν ἐντὸς Ταύρου πρότερον δ᾿ ὀλίγης ἦρχε γῆς. Οὗτος ἐπὶ πλεῖστον ηυξησε τήν ἀρχήν κτίσμασι καὶ ἀναθήμασι καὶ βιβλιοθήκαις· ὃς ἔτη βασιλεύσας μθ᾿ κατέλιτε διάδοχον τὸν υἱὸν Ἄτταλον, παῖδα ἔτι ὄντα, καὶ τούτου ἐπίτροπον Ἄτταλον, τὸν ἴδιον ἀδελφόν· ὃς ἔρξας ὡς ἐπίτροπος ἔτη κα΄ γέρων ἐτελεύτα, κατορθώσας πολλά. Καὶ γὰρ Δημήτριον τὸν Σελεύκου συγκατεπολέμησεν Ἀλεξάνδρῳ τῶ Ἀντιόχου καὶ συνεμάχησε Ῥωμαίον ἰπὶ τὸν Ψευδοφίλιππον· ἐχειρώσταο δὲ καὶ Δηίγυλν τὸν Καινῶν βασιλέα, στρατεύσας εἰς τὴν Θράκην· ἀνεῖλε δὲ καὶ Προυσίαν, ἐπισυστήσας αὐτῶ Νικομήδη τὸν υἱόν. Ὁ δʼ ἐπιτροπευθεὶς Ἄτταλος, ἄρξας ἔτη ε καὶ κληθεὶς Φιλομήτωρ, ἐτελεύτα νόσῳ, καταλιπὼν κληρονόμους Ῥωμαίους οἱ δὲ ἐπαρχίαν ἀπέδειξαν τὴν χωραν, Ασίαν προσαγορεύσαντες ὁμώνυμον τῇ ἠπείρῳ.

Ὅτι ὁ κάϊκος ποταμὸς παραρρεῖ τὸ Πέργαμον διὰ τοῦ Καΐκου πεδίου εὐδαίμονος.

Ὅτι ἐκ τοῦ Τμώλου ῥεῖ ὁ Πακτωλὸς ποταμὸς, ἔχων ψῆγμα χρυσοῦ, ὅπερ νῦν ἐκλέλοιπε τὸ ψῆγμα. καὶ ἐμβάλλει εἰς τὸν Ἕρμον ποταμὸν, εἰς ὃν καὶ ὁ Ὕλλος ποταμὸς ἐμβάλλει, Φρύγιος νῦν καλούμενος.

Ὅτι ἡ παρ᾿ Ὁμήρῳ Γυγαία λίμνη ὕστερον Κολόη μετωνομάσθη.

Ὅτι τοὺς Ἀρίμους τινές μὲν ἐν Λυδίᾳ φασὶ γενέσθαι, οἱ δ᾿ ἐν Κιλικία, τινὲς δ᾿ ἐν Συρία, οἱ δ᾿ ἐν Πιθηκούσσαις, ἔνθα καὶ τὸν Τυφωέα γενέσθαι· « εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς . »

Ὅτι ἐν Ἱεραπόλει ἐστὶ τά τε θερμὰ ὕδατα καὶ τὸ Πλουτώνιον, ἄμφω παραδοξολογίαν τινὰ ἔχοντα. Τὸ μὲν γὰρ ὕδωρ οὔτως ῥᾳδίως εἰς πῶρον μεταβάλλει πηττόμενον, ὥστε ὀχετοὺς ἐπάγοντες φραγμοὺς ὑπεργάζονται μονολίθους· τὸ δὲ Πλουτώνιον ὑπ᾿ ὀφρύϊ μικρᾷ τῆς ὑπερκειμένης ὀρεινῆς στόμιόν ἐστι σύμμετρον, ὅσον ἄνθρωπον δέξασθαι δυνάμενον, βαθυνόμενον ἐπὶ πολύ. Πρόκειται δὲ τούτου δρυφάκτωμα τετράγωνον, ὅσον ἡμιπλέθρου τὴν περίμετρον· τοῦτο δέ πλῆρές ἐστιν ὁμιχλώδους παχείας ἀχλύος, ὥστε μόγις τοὔδαφος καθορᾶν. Τοῖς μὲν οὖν κύκλῳ πλησιάζουσι πρὸς τὸν δρύφακτον ἄλυπός ἐστιν ὁ ἀὴρ, καθαρεύων ἐκείνηςχρῆμα τῆς ἀχλύος ἐν ταῖς νηνεμίαις· συμμένει γὰρ ἐντὸς τοῦ περιβόλου. Τῷ δ᾿ εἴσω παριόντι ζῴῳ θάνατος παραἀπαντᾷ·

615
ταῦροι γοῦν εἰσαχθέντες πίπτουσι καὶ ἐξέλκονται νεκροί· ἡμεῖς δὲ στρουθία ἐπέμψαμεν, καὶ ἔπεσον εὐθὺς ἐκπνεύσαντα. Οἱ δʼ ἀπόκοποι Γάλλοι παρίασιν ἀπαθεῖς, ὥστε καὶ μέχρι τοῦ στομίου πλησιάζειν καὶ ἐγκύπτειν καὶ καταδύνειν μέχρι ποσοῦ, συνέχοντες ὡς ἐπὶ τὸ πολὺ τὸ πνεῦμα· ἑωρῶμεν γὰρ ἐκ τῆς ὄψεως ὡς ἂν πνιγώδους τινὸς πάθους ἔμφασιν, εἴτ᾿ ἐπὶ πάντων τῶν οὕτω πεπηρωμένων εἴτε μόνων τῶν περὶ τὸ ἱερὸν, καὶ εἴτε θείᾳ προνοίᾳ, καθάπερ ἐπὶ τῶν ἐνθουσιασμῶν εἰκὸς, εἴτε ἀντιδότοις τισὶ δυνάμεσι τούτου συμβαίνοντος.

Ὅτι Σολύμους φασὶν εἶναι τοὺς Καβαλλεῖς· τῆς γοῦν Τελμησσέως ἄκρας ὑπέρκειται λόφος καὶ καλεῖται Σόλυμος, καὶ αὐτοὶ δʼ οἱ Τελμησσεῖς Σόλυμοι καλοῦνται. Πλησίον δʼ ἐστὶ καὶ ὁ Βελλεροφόντου χάραξ καὶ ὁ Πεισάνδρου τάφος τοῦ υἱοῦ, πεσόντος ἐν τῇ πρὸς Σολύμους μάχῃ· « μαρνάμενον Σολύμοισι κατέκτανεν. »

Ὅτι ἡ Κιβυρατικὴ ἐν ταῖς μεγίσταις ἐξετάζεται διοικήσεσι τῆς Ἀσίας· τέτρασι δὲ γλώτταις ἐχρῶντο οἱ Κιβυρᾶται, Πισιδικῇ, Σολύμων, Ἑλλήνων, Λυδῶν.

Ὅτι ἐν Κιβύρᾳ ἴδιόν ἐστι τὸ τὸν σίδηρον τορεύεσθαι ῥᾳδίως.