Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι τῆς τῶν Ἰώνων ἀποικίας ἦρξεν Ἄνδροκλος, υἱὸς Κόδρου, τοῦ Ἀθηναίων βασιλέως, ὕστερον τῆς Αἰολικῆς, ὃς ʼἜφεσον κτίσας βασίλειον τῆς Ἰωνίας αὐτὴν ἀπέδειξεν. Εἰσὶ δὲ Ἰώνων πόλεις αἵδε· Ἔφεσος, Μίλητος, Μυοῦς, Λέβεδος, Κολοφών, Πριήνη, Τέως, Ἐρυθραὶ, Φώκαια, Κλαζομεναὶ, Χίος, Σάμος,μος, ὁμοῦ ιβ΄. Ὕστερον δὲ Σμύρνα προσελήφθη.

Ὅτι τὸ ἐν Βραγχίδαις μαντεῖον τοῦ Ἀπόλλωνος ἐν Μιλήτῳ ἐστίν.

Ὅτι ἡ νῦν Σάμος, νῆσος Ἰωνικὴ, ἐκαλεῖτο πρότερον Παρθινία, εἶτα Ἀνθεμοῦς, εἶτα Μελάμφυλλος, εἶτα Σάμος.

Ὅτι ἡ Σάμος τοσοῦτόν ἐστιν εὔφορος, ὥστε οἱ ἐπαινοῦντες αὐτὴν λέγουσι περὶ αὐτῆς καὶ τὸ παροιμιῶδες· « Φέρει καὶ ὀρνίθων γάλα. »

Ὅτι διὰ τὴν Συλοσῶντος πικρίαν, τοῦ Σαμίων τυράννου, ἐλιπάνδρησεν ἡ Σάμος, ὡς καὶ παροιμίαν γενέσθαι διὰ τοῦτο λέγουσαν· « ἕκητι Συλοσῶντος εὐρυχωρίη.»

Ὅτι Ἀθηναῖοι διὰ Περικλέους Σάμου κυριεύσαντες

616
κληρούχους ἐν αὐτῇ ἔπεμψαν, ὧν ἔν Νεοκλῆς ὁ Ἐπικούρου πατήρ τοῦ φιλοσόφου, γραμματοδιδάσκαλος ὤν· τραφεὶς δ᾿ ἐν Σάμῳ ἐφήβευσεν Ἀθήνῃσι σὺν Μενάνδρῳ τῷ κωμικῷ.

Ὅτι Κρεώφυλος, ὁ Ὁμήρου ξένος, Σάμιος ἦν τὸ δὲ Κρεω διὰ τοῦ ω.

Ὅτι τὰ Πύγελα Ἀγαμέμνων ἔκτισεν· ᾠκίσθη δὲ ὑπὸ μέρους τῶν ἐκείνου λαῶν· πυγαλγίας γάρ τινας γενέσθαι αὐτῶν συνέβη, κάμνοντας δὲ τῷ πάθει αὐτοῦ μεῖναι καὶ τὸν τόπον Πύγελα κληθῆναι.

Ὅτι μετὰ τὴν Τροίας ἅλωσιν Κάλχας ὁ μάντις μετ᾿ Ἀντιλόχου τοῦ Ἀμφιαράου πεζῇ εἰς Κολοφῶνα ἀφίκετο, περιτυχών δὲ κρείττονι ἑαυτοῦ μάντει κατὰ τὴν Κλάρον, Μόψῳ τῷ Μαντοῦς τῆς Τειρεσίου θυγατρος, διὰ λύπην ἀπέθανεν. Ὁ δὲ Ἡσίοδος καὶ διὰ μέτρου τὸν λόγον ἐκφράζει οὕτως Θαῦμά μ᾿ ἔχει κατὰ θυμόν, --- ἐρινεὸς ὅσσους ὀλύνθους οὐτος ἔχει, μικρὸς περ ἐών· εἴποις ἂν ἀριθμόν; τὸν δ᾿ ἀποκρίνασθαι, ὅτι Μύριοί εἰσιν ἀριθμὸν, ἀτὰρ μέτρον γε μέδιμνος εἶς δὲ περισσεύει, τὸν ἐπενθέμεν οὔ κε δύναιο. Ὥς φάτο, καὶ σφιν ἀριθμὸς ἐτήτυμος εἴδετο μέτρου καὶ τότε δή Κάλχανθʼ ὔπωος θανάτοιο κάλυψε. Φερεκύδης δέ φησιν σῦν προβαλεῖν ἔγκυον τὸν Κάλψσνυσ, πόσους ἔχει χοίρους τὸν δ᾿ εἰπεῖν, ὅτι τρεῖς, ὧν ἔνα θῆλυν· ἀληθεύσαντος δ᾿, ἀποθανεῖν.

Ὅτι Κολοφώνιοι τοσαύτην αὔξησιν ἔλαβον κατά τε γῆν καὶ κατὰ θάλασσαν, ὥστε, ὅπου ἂν ῥέψειαν ἢ ψήφῳ ἢ συμμαχίᾳ πεζικῇ ἡ ἱππικῇ ἢ ναυτικῇ, πέρας εὐθὺς ἐπιφέρεσθαι τῷ ἔργῳ· ὡς ἐξ ἐκείνου καὶ παροιμίαν γενέσθαι, « τὸν Κολοφῶνα ἐπέθετο, » ἀντὶ τὸ πέρας.

Ὅτι παροιμία ἐστὶ, τοῦ δ᾿ ἄρ᾿ ὁ Κωρυκαῖος ἠκροάζετο, » ὅταν δοκῆ τις δι᾿ ἀπορρήτων πράττειν ἢ λαλεῖν, μή λανθάνῃ δὲ διὰ τοὺς κατασκοποῦντας καὶ φιλοπευστοῦντας τὰ μή προσήκοντα· ὅπερ οἱ Κωρυκαῖοι λῃσταὶ ἐποίουν, ἐν τοῖς λιμέσι τοὺς καταίροντας ἐρωτῶντες, τὶ φέροιεν ἐν τοῖς πλείοις.

Ὅτι Ἀναξαγόρας ὁ φυσικὸς Ἀναξιμένους μὲν ἦν ὁμιλητὴς τοῦ Μιλησίου, διδάσκαλος δὲ Ἀρχέλαος ὁ φυσικὸς καὶ Εὐριπίδης ὁ ποιητῆς.

Ὅτι παρὰ τὸ τῆς Σμύρνης τεῖχος ῥεῖ ὁ Μέλης ποταμός.

Ὅτι Δολοβέλλας Τρεβώνιον ἐν Σμύρνῃ ἐκπολιορκήσας ἀνεῖλεν, ἕνα τῶν δολοφονησάντων Καίσαρα τὸν θεόν.

Ὅτι δ΄ εἰσὶ Ληθαῖοι ποταμοὶ, ὅ τε πρὸς τῆ

617
ᾧ Ἀσκληπιὸς γεγέννηται, καὶ ὁ ἐν τοῖς Ἑσπερίταις Λίβυσιν. Ἡ δὲ Μαγνησία πόλις ἐγγὺς τοῦ Ληθαίου ἐστὶ πρὸς Μαιάνδρῳ, ἐφ᾿ ᾧ σταυρωθῆναί φασι Δαφίταν τὸν γραμματικὸν, λοιδορήσαντα τοὺς Περγαμηνοὺς βασιλέας διὰ διστίχου· « Πορφύρεοι μώλωπες, ἀπορρινήματα γάζης Λυσιμάχου, Λυδῶν ἄρχετε καὶ Φρυγίης.

Ὅτι Μάγνητες οἱ ἐν Ἀσίᾳ Ἀναξήνορα τὸν κιθαρῳδὸν ἐν εἰκόνι χαλκῇ ἀνέθηκαν, ἐπιγράψαντες· « Ἤτοι μέν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ Τοιοῦδʼ, οἷος ὅδ᾿ ἐστί, θεοῖς ἐναλίγκιος αὐδῆ· » οὐ στοχασάμενος δʼ ὁ ἐπιγράψας τὸ τελευταῖον γράμμα τοῦ δευτέρου ἔπους παρέλιπ, τοῦ πλάτους τῆς βάσεως μὴ συνεξαρκοῦντος ὥστε τῆς πόλεως ἀμαθίαν καταγινώσκειν παρέσχε διὰ τὴν τῆς γραφῆς ἀμφιβολίαν, εἴτε τὴν ὀρθὴν πτῶσιν δεῖ νοεῖν ἐπὶ τοῦ αὐδη εἴτε τὴν δοτικήν· πολλοὶ γὰρ χωρὶς τοῦ ι γράφουσι τὰς δοτικάς.

Ὅτι Στρατόνικος ὁ κιθαρῳδὸς, ἰδὼν τοὺς Καυνίους χλωροὺς, τοῦτο ἔφη εἶναι τὸ τοῦ ποιητοῦ « Οἵη περ φύλλων γενεὴ, τοιήδε καὶ ἀνδρῶν. » Μεμφομένων δὲ τῶν Καυνίων, ὡς σκώπτοιτο αὐτῶν ἡ πόλις ὡς νοσερά· ἐγώ, ἔφη, ταύτην θαρρήσαιμʼ ἂν λέγειν νοσερὰν, ὅπου καὶ οἱ νεκροὶ περιπατοῦσιν.

Ὅτι Ῥόδιοι, εὔνομοι ὄντες, ἐπεμελήθησαν μάλιστα περὶ τὰ ναυτικά· ἀφʼ ὧν ἐθαλαττοκράτησαν χρόνον πολὺν καὶ τὰ λῃστήρια καθεῖλον καὶ Ῥωμαίοις ἐγένοντο φίλοι καὶ τῶν βασιλέων τοῖς φιλορωμαίοις τε καὶ φιλέλλησιν· ἀφʼ ὧν αὐτόνομοι διετέλεσαν, καὶ πολλοῖς ἀναθήμασιν ἡ πόλις αὐτῶν ἐκοσμήθη· ὧν ἄριστος ὁ τοῦ Ἡλίου κολοσσὸς, ὅν φησιν ὁ ποιήσας τὸ ἰαμβεῖον οὕτως Κολοσσὸν Ἡλίου ποθʼ ἑπτάκις δέκα Χάρης ἐποίει πηχέων ὁ Λίνδιος.

Ὅτι Πρωτογένης ἔγραψεν ἐν Ῥόδῳ πέρδικα, ὃς τοσοῦτον ἦν εὐδοκιμος, ὥστε οἱ τιθασσοὶ πέρδικες ἐρχόμενοι ἐφθέγγοντο καὶ ὠχλαγώγουν, οἱ δὲ ἄνθρωποι ἐκεχήνεσαν.

Ὅτι ἐν Ῥόδῳ τοσσῦτον ἦν τὸ δημοκηδικὸν καὶ προνοητικὸν, ὥστε νόμον ἔθεντο, ἵνα οἱ πλούσιοι καθʼ ἑκάστην τρέφωσι τοὺς πένητας, τῶν ἀναγκαίων τι ἐργάζεσθαι ἀναγκαζομένους.