Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι Ὅμηρος ἐν τῷ Ἀδραμυττικῷ κόλπῳ ἱδρύει Λέλεγάς τε καὶ Κίλικας ἀμφοτέρους, ἔνθα καὶ Πήδασος πόλις ἐρήμη καὶ Σατνιόεις ποταμὸς χείμαρρος καὶ Θήβη καὶ Λυρνησσὸς αἱ πόλεις.

Ὅτι οἱ μὲν Ἁμαξῖται παραθαλέσσιοί εἰσιν, εἶτα ὑπὲρ αὐτοὺς Νεανδριεῖς, εἶτα Κεβρήνιοι ὑπὲρ αὐτοὺς, εἶτα Δάρδανοι μέχρι Παλαισκήψεως, ὧν καὶ Αἰνείας ἦρχεν, εἶτα Σκῆψις.

Ὅτι ἀπὸ Λέκτοῦ ἄκρου ἕως Γαργάρου, πρὸς ἀνατολὰς ὄντος, στάδιοι σξ΄.

Ὅτι μετὰ τὸ Ἀδραμύτιον Κορυφαντίς τε καὶ Ἡράκλεια κῶμαι, εἶτα Ἄττεα, εἶτα Ἀταρνεὺς καὶ Πιτάνη καὶ αἱ τοῦ Καΐκου ποταμοῦ ἐκβολαί.

Ὅτι τινὲς, χαριζόμενοι Ῥωμαίοις, μεταγράφουσι τὸ Ὁμηρικὸν ἔπος περὶ τοῦ Αἰνείου οὕτως· « νῦν δὲ δὴ Αἰνείαο γένος πάντεσσιν ἀνάξει. »

Ὅτι ἐκ τῆς Σκήψεως πόλεως ἦν Κορίσκος ὁ Σωκρατικὸς καὶ ὁ τούτου παῖς Νηλεὺς, ὃς καὶ Ἀριστοτέλους καὶ Θεοφράστου ἠκροάσατο καὶ διεδέξατο τὴν βιβλιοθήκην Θεοφράστου, οὖσαν τὴν αὐτὴν καὶ Ἀριστοτέλους ὁ μὲν γὰρ Ἀριστοτέλης οὐ μόνον τὴν σχολὴν, ἀλλὰ καὶ τὴν βιβλιοθήκην καταλέλοιπε Θεοφράστῳ τὴν ἐαυτοῦ, πρῶτος ὧν ἴσμεν βιβλία συναγαγὼν καὶ διδάξας τοὺς ἐν Αἰγύπτῳ βασιλέας βιβλιοθήκης σύνταξιν. Θεόφραστος δὲ Νηλεῖ παρέδωκεν· ὁ δὲ εἰς Σκῆψιν κομίσας τοῖς μεθʼ αὑτὸν παρέδωκεν, ἰδιώταις ἀνθρώποις, οἳ κατάκλειστα εἶχον τὰ βιβλία, οὐδʼ ἐπιμελῶς κείμενα· ἐπειδὴ δʼ ἤσθοντο τὴν σπουδὴν τῶν Ἀτταλικῶν βασιλέων, ὑφʼ οἷς ἦν ἡ πόλις, ζητούντων βιβλία εἰς τὴν κατασκευὴν τῆς ἐν Περγάμῳ βιβλιοθήκης, κατὰ γῆς ἔκρυψαν ἐν διώρυγί τινι· ὑπὸ δὲ νοτίας καὶ σητῶν κακωθέντα ὀψέ ποτε ἀπέδοντο οἱ ἀπὸ τοῦ γένους Ἀπελλίκωντι τῷ Τηίῳ πολλῶν ἀργυρίων τά τε Ἀριστοτέλους καὶ τὰ τοῦ Θεοφράστου βιβλία. Ἦν δὲ ὁ Ἀπελλίκων φιλόβιβλος μᾶλλον ἢ φιλόσοφος· διὸ καὶ ζητῶν ἐπανόρθωσιν τῶν διαβρωμάτων εἰς ἀντίγραφα καινὰ μετήνεγκε τὴν γραφὴν ἀναπληρῶν οὐκ εὖ, καὶ ἐξέδωκιν ἁμαρτάδων πλήρη τὰ βιβλία. Συνέβη δὲ τοῖς ἐκ τῶν περιπάτων, τοῖς μὲν πάλαι τοῖς

611
μετὰ Θεόφραστον, οὐκ ἔχουσιν ὅλως τὰ βιβλία πλὴν ὀλίγων, καὶ μάλιστα τῶν ἐξωτερικῶν, μηδέν ἔχειν φιλοσοφεῖν πραγματικῶς, ἀλλὰ θέσεις ληκυθίζειν τοῖς δ᾿ ὕστερον, ἀφ᾿ οὗ τὰ βιβλία ταῦτα προῆλθεν, ἄμεινον μέν ἐκείνων φιλοσοφεῖν καὶ ἀριστοτελίζειν ἀναγκάζεσθαι μέντοι τὰ πολλὰ εἰκότα λέγειν διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν. Πολὺ δὲ εἰς τοῦτο καὶ ἡ Ῥώμα προσελάβετο· εὐθὺς γὰρ μετὰ τὴν Ἀπελλίκωντος τελευτὴν Σύλλας ἦρε τήν Ἀπελλίκωντος βιβλιοθήκην ὁ τὰς Ἀθήνας ἑλῶν· εἰς ῥώμην δὲ κομισθεῖσαν Τυραννίων τε ὁ γραμματικὸς διεχειρίσατο φιλαριστοτέλης ὢν, θεραπεύσας τὸν ἐπὶ τῆς βιβλιοθήκης, καὶ βιβλιοπῶλαὶ τινες γραφεῦσι φαύλοις χρώμενοι καὶ οὐκ ἀντιβάλλοντες ὅπερ καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει τῶν εἰς πρᾶσιν γραφομένων βιβλίων καὶ ἐν Ῥώμῃ καὶ ἐν Ἀλεξανδρείᾳ.

Ὅτι μετὰ Σκῆψιν πόλιν Ἄνδηρά ἐστι καὶ Πιονία καὶ ἡ Γαργαρίς. Ἐστι δὲ λίθος περὶ τὰ Ἄνδηρα, ὃς καιόμενος σίδηρος γίνεται εἶτα μετὰ γῆς τινος καμινευθεὶς ἀποστάζει ψευδάργυρον, ἡ προσλαβοῦσα χαλκὸν τὸ καλούμενον γίνεται κρᾶμα, δ΄ τινες ὀρείχαλκον καλοῦσι. Γίνεται δὲ ψευδάργυρος καὶ περὶ τὸν Τμῶλον.

Ὅτι ἡ Ἄσσος πόλις ἐρυμνή ἐστι καὶ εὐτειχὴς, ἀπὸ θαλάσσης καὶ τοῦ λιμένος ὀρθίαν καὶ μακρὰν ἀνάβασιν ἔχουσα· ὥστ᾿ ἐπ᾿ αὐτῆς οἰκείως εἰρῆσθαι δοκεῖ τὸ τοῦ Στρατονίκου τοῦ κιθαριστοῦ· « Ἄσσον ἴθ᾿ ὧς κεν θᾶσσον ὀλέθρου πείραθ᾿ ἵκηαι. « Ἐντεῦθεν δ᾿ ἐστὶ Κλεάνθης ὁ Στωικὸς, ὁ Ζήνωνα μέν διαδεξάμενος, Χρυσίππῳ δὲ τὶ Σολεῖ καταλιπών. Ἐνταῦθα δὲ καὶ ὁ Ἀριστοτέλης διέτριψε διὰ τὴν πρὸς ἑρμείαν τὸν εὐνοῦχον τύραννον κηδείαν· ἦν δ᾿ Ἑρμείας τραπεζίτου τινὸς οἰκέτης, γενόμενος δ᾿ Ἀθήνησιν ἠκροάσατο Πλάτωνος καὶ Ἀριστοτέλους· ἐπανελθὼν δὲ τῷ δεσπότῃ συνετυράννησε, πρῶτον ἐπιθεμένῳ τοῖς περὶ Ἀταρνέα καὶ Ἄσσον χωρίοις ἔπειτα διεδέξατο ἐκεῖνον καὶ μετεπέμψατο τόν τε Ἀριστοτέλη καὶ Ξενοκράτη καὶ ἐπεμελήθη αὐτῶν τῷ δ᾿ Ἀριστοτέλει καὶ θυγατέρα ἀδελφοῦ συνῴκισε. Μέμνων δ᾿ ὁ Ῥόδιος, μηδίζων τότε σφόδρα καὶ στρατηγῶν, προσποιησάμενος φιλίαν, καλεῖ κρὸς ἑαυτὸν ξενίας τε ἄμμα καὶ πραγμάτων προσποιητῶν χάριν· συλλαβῶν δ΄ ἀνέπεμψε πρὸς βασιλέα, κἀκεῖ κρεμασθεὶς ἐφθάρη.

Ὅτι τὰ περὶ Ἄσσον καὶ Γάργαρον χωρία καὶ Σκῆψιν Λελέγων ἐστὶν, οἵτινες μεταξὺ ᾤκουν Κιλίκων τε καὶ Δαρδανίων, πόλιν ἔχοντες Πήδασον· φεύγοντες δὲ τὰς ἐξ Ἀχιλλέως ἐπιδρομὰς, εἰς Καρίαν ἦλθον καὶ ἔκτισαν πόλιν Πήδασον, ὁμώνυμον τῆ πατρίδι.

Ὅτι μετὰ τοὺς Λέλεγας τὴν ἑξῆς παραλίαν Κίλικες εἶχον καθ᾿ Ὅμηρον, ἦ νῶν Ἀδραμύττιόν τέ ἐστι καὶ Ἀταρνεῖται καὶ Πιταναῖοι μέχρι τῶν ἐκβολῶν τοῦ

612
Καΐκου· ὧν πόλεις δύο, Θήβν Ὑποπλάκιος καὶ Λυρνησσός.

Ὅτι Θήβη καὶ Δυρνησσὸς, ἐν τῷ Θήβης οὖσαι πεδίῳ, ἀπέχουσι τῆς πόλεως Ἀδραμυττίου, ἡ μὲν σταδίους ξ΄, ἡ δὲ π΄. ἐν δὲ τῇ Ἀδραμυττηνῇ ἐστι καὶ ἡ Χρύσα καὶ ἡ Κίλλα· ἔστι δὲ ταῦτα περὶ Ἄντανὃρον.

Ὅτι Κίλλος Πέλοπι ἦν ἡνίοχος, ἀφʼ οὗ Κίλλα τε τὸ πολίχνιον καὶ Κίλικες.

Ὅτι φασὶν ἐν τῇ Αἰολικῇ Πιτένῃ τὰς πλίνθους ἐπιπολάζειν τῷ ὕδατι, καθάπερ καὶ ἐν τῇ Τυρρηνίᾳ· κουφοτέρα γὰρ ἡ γῆ τοῦ ἐπισόγκου ὕδατός ἐστιν. Ἐν Ἰβηρίᾳ δέ φησιν ἰδεῖν Ποσειδώνιος ἔκ τίνος γῆς ἀργιλώδους πλίνθους πηγνυμένας καὶ ἐπιπλεούσας.

Ὅτι Κάϊκος ποταμὸς μετὰ τὴν Πιτάνην εἰς τὸν Ἐλαϊτικὸν ῥεῖ κόλπον, ἀντιπέρην Ἐλαίας πόλεως.

Ὅτι ἡ Ἐλαία πόλις ἐπίνειόν ἐστι Περγάμου πόλεως, ἀπέχουσα Περγάμου στάδια ρκ΄.

Ὅτι ἡ Κάνη ἄκρον ἐστὶν, ἀνταῖρον τῷ Λεκτῳ ἄκρῳ καὶ ποιοῦν τὸν Ἀδραμυττηνὸν κόλπον, οὗ μέρος καὶ ὁ Ἐλαϊτικός ἐστιν.

Ὅτι ἡ Κάνη καὶ πληθυντικῶς Κάναι λέγεται, περὶ ἣν ἄκρα ἡ Αἴγα τὸ δὲ γα μακρὸν δεῖ νοεῖν, τὴν Αἴγαν λέγοντας.

Ὅτι μεταξὺ Ἐλαίας καὶ Πιτάνης καὶ Ἀταρτέως καὶ Περγάμου Τευθρανία ἐστὶ πόλις, διέχουσα οὐδεμιᾶς αὐτῶν ὑπὲρ ο΄ σταδίους, ἐντὸς τοῦ Καΐκου.

Ὅτι ἐν τοῖς περὶ Κάῖκον τόποις φαίνεται βεβασιλευκὼς Εὐρύπυλος ὁ Τηλεφίδης, ὃν ἀνεῖλε Πύρρος ὁ Ἀχιλλέως.

Ὅτι ἐν τῇ Ἐλωΐτιδι ποτάμιόν ἐστι χειμαρρῶδες, Κήτειον καλούμενον· ὅθεν ἴσως εἴρηται· « Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.