Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι τὰ ἐν Πακτωλῷ χρύσεια μέταλλα τῆς Λυδίας ἐξέλιπεν.

Ὅτι ἀπὸ Ἀβύδου ἰπὶ Αἴσηπον ποταμὸν στάδιοί εἰσιν ψ΄ πεζῇ, εὐθυπλοίᾳ δὲ ἐλάττους.

Ὅτι Ἶλος πρῶτος μετὰ τὸν κατακλυσμὸν ἐτόλμησεν ἐν πεδίῳ πόλιν κτίσαι, τὴν ἀφʼ ἑαυτοῦ Ἴλιον· διὸ καὶ ἐτάφη ἐν πεδίῳ· « οἱ δὲ παῤ Ἴλου σῆμα, μέσσον κὰπ πεδίον. » Τινὲς δέ φασιν, ὅτι ἡ νῦν Ἴλιος δεικνυμένη οὐκ ἔστιν ἡ παῤ Ὁμήρῳ, ἀλλʼ ἑτέρα ἐστὶ ταπεινοτέρα· ἡ δὲ παλαιὰ μετεωροτέρα ἦν πρὸς τῇ Ἴδῃ σταδίοις λ΄.

Ὅτι ἡ νῦν Ἀλεξάνδρεια Τρωὰς καλουμένη, πόλις ἔρημος οὐσα νῦν, Ἀντιγόνεια ἐκαλεῖτο. Ὑπὸ γὰρ Ἀντιγόνου ᾠκίσθη, τοῦ ἐξ Ἀλεξάνδρου τοῦ μεγάλου ἄρξαντος τῆς Φρυγίας· ὕστερον δὲ ὑπὸ Λυσιμάχου Ἀλεξάνδρεια μετωνομάσθη διὰ τὸ δεῖν μᾶλλον τὴν ἐπωνυμίαν ἔχειν ἀπὸ τοῦ αἰτιωτάτου πάσης τῆς κατὰ Περσῶν νίκης Ἀλεξάνδρου.

Ὅτι Φιμβρίας Ῥωμαῖος, ἐν τῷ Μιθριδατικῷ πολέμῳ ἐκ πολιορκίας λαβὼν τὸ Ἴλιον ἐν ἡμέραις ι΄, εἶτα καυχώμενος, ὡς, Ἀγαμέμνονος ἔχοντος τὸν χιλιόναυν στρατὸν καὶ τὴν σύμπασαν Ἑλλάδα μόλις ἐν ἔτεσι ταύτην ἑλόντος, αὐτὸς ἐν ἡμέραις ι΄ ἔλαβεν, ἤκουσεν εὐθὺς ἔκ τινος τῶν Ἰλιέων· Οὐ γὰρ εἴχομεν Ἕκτορα τὸν προπολεμοῦντα.

Ὅτι μεταξὺ Ἀβύδου καὶ Δαρδάνου πόλεως ῥεῖ ὁ Ῥοδίος ποταμὸς κατʼ ἐναντία τοῦ ἐν χερρονήσῳ Κυνὸς σήματος τῆς Ἑκάβης.

Ὅτι τὸ μὲν Ἕκτορος μνῆμα ἐν Ὀφρυνίῳ ἐστὶ

609
τῆς Τρωάδος τόπῳ ὑψηλῷ, εἶτα Ῥοίτειον. πόλις ἔρημος, εἶτα αἰγιαλὸς, εἴτα μνῆμα Αἴαντος, εἶτα Σίτειον, πόλις ἔρημος, εἶτα ὁ Ἀχιλλέως τάφος καὶ Πατρόκλου καὶ Ἀντιλόχου, εἶτα ὁ ναύσταθμος καὶ τὸ στρατόπεδον τῶν Ἐλλήνων, εἶτα αἱ τοῦ Σιμοπυντος καὶ Σκαμάνδρου ἐκβολαὶ λιμνώδεις καὶ ἔλη καὶ ἡ Στομαλίμνη καλουμένη. Ταῦτα δὲ πάντα τῇ Ἰλίῳ ὑποπέπτωκεν.

Ὅτι Πρίαμος, μικρὰν εὑρὼν τὴν τῶν Τρώων βασιλείαν, ὡς καὶ τὸν Ἡρακλέα « ἔξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν » ἐξαλαπάξαι αὐτῶν τὴν πόλιν, ἐπὶ μέγα αὐτήν ηὔξησεν, ὡς καὶ βασιλεὺς βασλέων γενέσθαι· ὦς δηλοῖ τὸ· « ὅσσον Λέσβος ἄνω, Μάκαρος ἕδος. »

Ὅτι τὸ Τρωικὸν πεδίον ἀπὸ θαλάσσης ἕως τῆς Ἴδης διήκει· οὗ τὰ μὲν νότια τελευτᾷ εἰς τὴν Σκῆψιν, τὰ δὲ βόρεια εἰς τὴν Ζέλειαν.

Ὅτι πολλοῖς καὶ ἀξιοπίστοις ἐπιχειρήμασιν ὁ Στράβων ἀπέδειξε τὴν νῦν καλουμένην Ἴλιον μὴ εἶναι τὴν ὁπὸ Ὁμήρου ᾀδομένην· ἀλλὰ ταύτης μετεωροτέρα καὶ ἀνατολικωτέρα ἐστὶν ἡ ἀληθῶς Ἴλιος, ἡ τοῦ Ἔκτορος πατρίς. Εἰ δὲ καὶ οὐδὲ ἴχνη αὐτῆς σώζεται νῦν, ἀλλὰ τῆς ταπεινοτέρας εἰσὶν ἔχνη, οὐ θαῦμα· ὁ γὰρ χρόνος πολλὰ τοιαῦτα ποιεῖ.

Ὅτι τινὲς τὸν τόνον μετατιθέασι τοῦ στύχου τούτου· « θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν· « ἀναγινώσκουσι γὰρ πρὸ μιᾶς τὸν τόνον τιθέντες· ὡς τὸ θυάσιν, οὕτως γουνάσιν, ἀντὶ τοῦ ταῖς ἱκεσίαις.

Ὅτι κατά τι παλαιὸν ἔθος Ἀγαμέμνων κατηράσατο κατὰ τῶν τολμησόντων κτίσαι αὖθις τὸ Ἴλιον· διὸ οἱ ὕστερον ἀφοσιούμενοι εὗρον πλησίον χωρίον ὁμοιότατον τῷ ἀρχαίῳ, καὶ ἔκτισαν αὐτὸ καὶ Ἴλιον ἐκάλεσαν, λεσαν, καὶ τὰς κατάρας ἐξέφυγον τοῦ Ἀγαμέμνονος.

Ὅτι ὁ Ῥῆσος ποταμὸς νῦν καλεῖται Ῥοείτης· ὁ δὲ Ἑπτάπορος Πολύπορος καλεῖται, ἀνίσχων ἐκ τῶν περὶ Καλὴν πεύκην χωρίων, ἐπὶ Μελαίνας κώμην ἰοῦσιν· ἡ δὲ Καλὴ πεύκη εἶχε τὴν μὲν περίμετρον κδ΄ ποδῶν, τὸ δὲ ὕψος ἀπὸ μὲν ῥίζης ἐπὶ ξζ΄ πόδας ἀνῄει, εἶτα εἰς τρία μέρη σχιζομένη ἴσον ἀλλήλων διέχοντα αὐθις πάλιν συνήγετο εἰς μίαν κορυφήν· ἀπετέλει δὲ τὸ ὕψος δυεῖν πλέθρων καὶ πηχῶν ι΄.

Ὅτι ὁ Κάρησος ποταμὸς ἀπὸ Μαλοῦντος ῥεῖ, τόπου τινὸς κειμένου μεταξὺ Παλαισκήψεως καὶ Ἀχαιίου τῆς Τενεδίων περαίας ἐμβάλλει δ᾿ εἰς τὸν Αἴσηπον· Ῥοδίος δ᾿ ἀπὸ Κλεανδρείας καὶ Γόρδου· ἐμβάλλει δὲ εἶς τὸν Αἴνιον.

Ὅτι ὁ Σμινθεὺς Ἀπόλλων παρὰ Τενεδίοις τιμᾶται. Καὶ γάρ ἐστιν αὐτοῦ νεὼς ἐν Τενέδῳ· ὅθεν εἴρηται· « Τενέδοιό τε ἶφι ἀνάσσεις, Σμινθεῦ. »

Ὅτι ἄλλο ἱερὸν Σμινθέως Ἀπόλλωνος παραθαλάσσιον ἐν Τρωάδι.

610

Ὅτι τὰ περὶ τὴν Τένεδον νησίδια Καλύδναι καλοῦνται.

Ὅτι περὶ τὴν Τρωάδα ὁ Ἀχαιὸς τόπος· εἶτα Λάρισσα καὶ Κολωναὶ καὶ ἡ νῦν Χρύσα ἐφʼ ὑψηλοῦ τόπου παραθαλασσία.

Ὅτι ἐν τῷ τοῦ Σμινθέως ἱερῷ μῦς ἐστι χαλκοῦς, ὑποκείμενος τῷ ποδὶ τοῦ Ἀπόλλωνος. Εἰσὶ δὲ πολλοὶ ναοὶ Σμινθίου Ἀπόλλιενος.

Ὅτι περὶ τὸ Λέκτον ἄκρον ἁλοπήγιόν ἐστιν, αὐτομάτως πηγνύμενον τοῖς ἐτησίαις ἀνέμοις.