Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Πιτάνη εἰμί: αὕτη παρ’ Ἀλκαίῳ κεῖται, Λἐγεται δὲ κατὰ τῶν πυκναῖς συμφοραῖς περιπιπτόντων ἅμα καὶ εὐπραγίαις· παρόσον καὶ τῇ Πιτάνῃ τοιαῦτα συνέβη πράγματα, ὧν καὶ Ἑλλάνικος μέμνηται· φησὶ γὰρ αὐτὴν ὑπὸ Πελασγῶν ἀνδραποδισθῆναι καὶ πάλιν ὑπὸ Ἐρυθραίων ἐλευθερωθῆναι.

Πάντα κάλων σεῖε: παροιμία ἐπὶ τῶν πάσῃ προθυμίᾳ χρωμένων· παρῆκται δὲ ἀπὸ τῶν τὰ ἄρμενα χαλώντων.

Πάντα λίθον κίνει: παροιμία. Ὅτε γὰρ Ξέρξης ἐπὶ τοὺς Ἕλληνας ἐπεστράτευσεν, ἡττηθεὶς περὶ Σαλαμῖνα, αὐτὸς μὲν ἀνέζευξε, Μαρδόνιον δὲ κατέλιπε πολεμήσοντα τοῖς Ἕλλησιν. Ἡττηθέντος δὲ καὶ τούτου τὴν ἐν Πλαταιαῖς μάχην, φήμη τις κατέσχεν, ὡς ἐν τῷ περιβόλῳ τῆς σκηνῆς ὁ Μαρδόνιος θησαυρὸν καταλέλοιπε. Πριάμενος οὖν Πολυκράτης ὁ Θηβαῖος τὸν τόπον, χρόνον μὲν πολὺν ἐζήτει τὸν θησαυρόν· ὡς δ’ οὐδὲν ἐπέραινε, πέμψας εἰς Δελφοὺς ἐπηρώτα, πῶς ἂν εὕροι τὰ χρήματα. Τὸν δὲ Ἀπόλλωνα ἀποκρίνασθαί φασι, πάντα λίθον κίνει· ὅθεν ἡ παροιμία ἐκράτησεν.

Πολυκράτης μητέρα νέμει: μέμνηται ταύτης Δοῦρις· λέγει δὲ ὅτι Πολυκράτης ὁ Σάμιος τῶν ἐν τῷ πολέμῳ ἀποθανόντων τὰς μητέρας συναγαγὼν, δέδωκε τοῖς πλουσίοις τῶν πολιτῶν τρέφειν, πρὸς ἕκαστον λέγων ὅτι, Μητέρα σοι ταύτην δίδωμι, Ὅθεν ἡ παροιμία ἐκράτησεν.

Παρεξηυλημένος τὸν νοῦν: ὑπὸ γήρως τὸν νοῦν παρεξηνλημένον ἔχων, ἀμυδρὸν ἢ διεφθορότα. Μετενήνεκται δὲ ἀπὸ τῶν γλωσσιδίων τῶν ἐν τοῖς αὐλοῖς· οἱ γὰρ κατατετριμμένοι ἐξηυλῆσθαι λέγονται.

Πτωχοῦ πήρα οὐ πίμπλαται: τοῦτο παρὰ Καλλιμάχῳ ἐπὶ τῶν ἀπλήστων εἴρηται πτωχῶν.

Πόλεις παίζειν: μέμνηται ταύτης Κρατῖνος ἐν Δραπέτισιν· ἡ δὲ πόλις εἶδός ἐστι παιδιᾶς πεττευτικῆς. Καὶ δοκεῖ μετενηνέχθαι ἀπὸ τῶν ταῖς ψήφοις παιζόντων, ταῖς λεγομέναις νῦν χώραις, τότε δὲ πόλεσιν.

Πόλλ’ οἶδ’ ἀλώπηξ, ἀλλ’ ἐχῖνος ἓν μέγα: μέμνηται ταύτης Ἀρχίλοχος ἐν ἐπωδῇ. Γράφει δὲ καὶ Ὅμηρος τὸν στίχον. Φησὶ δὲ καὶ Ἴων ὁ τραγικός·

Ἀλλ’ ἔν τε χέρσῳ τὰς λέοντος ᾔνεσα καὶ τὰς ἐχίνου μᾶλλον οἰζυρὰς τέχνας· ὃς εὖτ’ ἂν ἄλλων θηρίων ὀσμὴν λάβῃ, στρόβιλος ἀμφ’ ἄκανθαν εἱλίξας δέμας, κεῖται θιγεῖν τε καὶ δακεῖν ἀμήχανος.
Λέγεται δὲ ἡ παροιμία ἐπὶ τῶν πανουργοτάτων.

Πῦρ ἐπὶ πῦρ: παροιμία, ἧς μέμνηται Πλάτων. Καὶ κακὸν ἐπὶ κακῷ.

Πρὸς κέντρα λακτίζειν: παροιμία, ἧς μέμνηται Εὐριπίδης· Πρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῷ. Καὶ Αἰσχύλος δὲ ταύτης μέμνηται.

Πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου: παροιμία λεχθεῖσα ἐξ αἰτίας τοιαύτης· Ἀγκαῖος παῖς Ποσειδῶνος φυτεύων ἀμπελῶνα βαρέως ἐπέκειτο τοῖς οἰκέταις. Εἷς δὲ τῶν οἰκετῶν ἔφη, μὴ μεταλήψεσθαι τὸν δεσπότην τοῦ καρποῦ. Ὁ δὲ Ἀγκαῖος ἐπειδὴ ὁ καρπὸς ἐφθάκει, χαίρων ἐτρύφα, καὶ τὸν οἰκέτην ἐκέλευσε κεράσαι αὐτῷ. Μέλλων δὲ τὴν κύλικα προςφέρειν τῷ στόματι, ὑπεμίμνησκεν αὐτὸν τοῦ λόγου· ὁ δὲ ἔφη τὸν εἰρημένον στίχον. Τούτων ἔτι λεγομένων οἰκέτης ἦλθεν ἀπαγγέλλων,

ὡς ὑπερμεγέθης σῦς τὸν ὄρχατον λυμαίνεται. Ὁ δὲ Ἀγκαῖος ἀποβαλὼν τὴν πόσιν ἐπὶ τὸν σῦν ὥρμησε καὶ πληγεὶς ὑπ’ αὐτοῦ ἐτελεύτησεν. Ὅθεν ἡ παροιμία. Διονύσιος δέ φησιν εἰρῆσθαι αὐτὴν ἀπὸ τῆς Ἀντινόου μνηστευσαμένου τὴν Πηνελόπην συμφορᾶς. Προςαγόμενος γὰρ τὸ ἔκπωμα ἐτελεύτησε τοξευθεὶς παρὰ τοῦ Ὀδυσσέως.

Πενία δὲ σοφίαν ἔλαχε: κομματικῶς τοῦτο ἐκ τῶν Εὐριπίδου εἵλκυσται, παρόσον οἱ πένητες πολλὰς τέχνας ἐπιτηδεύουσιν.

Πάντα χναύματα: λέγουσι τὰ ἀποθραύσματα τῶν ἰτρίων καὶ πλακούντων. Τὸ γοῦν πᾶν χναῦμα σημαίνει, οἷον πᾶν πρᾶγμα.

Πᾶσα γῇ πατρίς: τοῦτο μέρος ἐστὶ χρησμοῦ,

ὃν ἀνεῖλεν ὁ θεὸς Μελεῷ τῷ Πελασγῷ περὶ οἰκήσεως μαντευομένῳ. Μέμνηται τοῦ χρησμοῦ καὶ Μνασέας καὶ Διονύσιος ὁ Χαλκιδεύς.

Πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιες ἄνδρες: Φιλόχορός φησιν ὅτι Νύμφαι κατεῖχον τὸν Παρνασὸν τροφοὶ Ἀπόλλωνος τρεῖς, καλούμεναι Θριαί, ἀφ’ ὧν αἵ τε μαντικαὶ ψῆφοι θριαὶ καλοῦνται καὶ τὸ μαντεύεσθαι θριᾶσθαι. Ἄλλοι δὲ λέγουσι τὴν Ἀθηνᾶν εὑρεῖν τὴν διὰ τῶν ψήφων μαντικήν· ἧς εὐδοκιμούσης μᾶλλον τῶν Δελφικῶν χρησμῶν, τὸν Δία χαριζόμενον τῷ Ἀπόλλωνι ψευδῇ καταστῆσαι τὴν διὰ τῶν ψήφων μαντικήν. Πάλιν οὖν τῶν ἀνθρώπων ἐπὶ τοὺς Δελφικοὺς ἐρχομένων χρησμοὺς τὴν Πυθίαν εἰπεῖν·

Πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιες ἄνδρες.

Πεύκης τρόπσν: αὕτη τάττεται κατὰ τῶν πανωλεθρίᾳ ἀπολλυμένων· παρόσον ἡ πεύκη κοπεῖσα οὐκέτι φύεται. Μέμνηται δὲ αὐτῆς Στάφυλος ὁ Ναυκρατίτης.

Πολλοί τοι ναρθηκοφόροι, παῦροι δέ τε Βάκχαι: παροιμία ἐπὶ τῶν ψευδῆ δόξαν ἐχόντων.

Πάντα ὀκτώ: Εὔανδρος ἔφη ὀκτὼ τοὺς πάντων εἶναι κρατοῦντας θεοὺς, Πῦρ, Ὕδωρ, Γῆν, Οὐρανὸν, Σελήνην, Ἥλιον, Μίθραν, Νύκτα. Ἄλλοι δέ φασιν ἐν Ὀλυμπίᾳ τὰ πάντα εἶναι ἀγωνίσματα ὀκτὼ, Στάδιον, [Δόλιχον,] Δίαυλον, Ὁπλίτην, Πυγμὴν, Παγκράτιον καὶ τὰ λοιπά· ἀφ’ ὧν εἰρῆσθαι πάντα ὀκτώ.

Πυραύστου μόρος: πτηνόν ἐστι ζωΰφιον, ὃ προςιπτάμενον τοῖς λύχνοις καὶ δοκοῦν ἅπτεσθαι τοῦ πυρὸς κατακαίεται. Μέμνηται καὶ αὐτοῦ Αἰσχύλος εἰπών·

Δέδοικα μωρὸν κάρτα πυραύστου μόρον.
Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν ἑαυτοῖς προξενούντων ἀπώλειαν.

Πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι: φασὶ τοὺς Κᾶρας πολεμουμένους ὑπὸ Δαρείου τοῦ Πέρσου, κατά τινα παλαιὰν μαντείαν εἰρημένην αὐτοῖς τοὺς ἀλκιμωτάτους προςθέσθαι συμμάχους, ἐλθεῖν εἰς Βραχγίδας, καὶ τὸν ἐκεῖ θεὸν ἐρωτῆσαι, εἰ Μιλησίους πρόςθοιντο συμμάχους· τὸν δὲ ἀποκρίνασθαι,

Πάλαι ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι.
Οὗτος δὲ ὁ στίχος εἴρηται τὸ πρότερον παρὰ Ἀνακρέοντι, ὃς ἤκμασε μάλιστα κατὰ Κῦρον τὸν Πέρσην. Τρίτος δέ ἐστιν ἀπὸ Κύρου Δαρεῖος.