Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Οἶδα Σίμωνα καὶ Σίμων ἐμέ; Τελχίνων φύσει βασκάνων ὄντων, (καὶ γὰρ τῷ τῆς Στυγὸς ὕδατι τὴν

γῆν καταῤῥαίνοντες ἄγονον ἐποίουν,) δύο ἐγένοντο ἡγεμόνες, Σίμων καὶ Νίκων. Ὑπερίσχυε δὲ ὁ Σίμων κακοτροπώτατος ὢν, ὥστε τὴν ἐπὶ Νίκωνι φήμην ἀπαλεῖψαι. Διόπερ οἱ παροιμιαζόμενοι μόνον τὸν Σίμωνα ὀνομάζουσι. Λεχθείη δ’ ἂν ἡ παροιμία ἐπὶ τῶν ἀλλήλους ἐπὶ κακίᾳ γινωσκόντων.

Ὄνῳ τὶς ἔλεγε μῦθον· ὁ δὲ τὰ ὦτα ἐκίνει: εἰς ἀναισθησίαν τινῶν ἡ παροιμία εἴρηται κατ’ ἀμφότερα. Τό τε γὰρ ζῶον νωχελὲς ἐπὶ τὰ ἔργα καὶ τὰ ὦτα κινεῖ, οἱονεὶ πρὸ τοῦ τινα λαλῆσαι πάντα ἀκήκοεν· ὅπερ ἐστὶ καὶ αὐτὸ ἀναισθησίας. Πῶς γὰρ ἂν δύναιτό τις ἐγνωκέναι τὰ μὴ λαληθέντα αὐτῷ, κἂν ἆτα μεγάλα ὥσπερ ὄνος ἔχῃ;

Οἰδίποδος ἀρά: ταύτης μέμνηται Αἰσχύλος ἐν τοῖς Ἑπτὰ ἐπὶ Θήβας. Ἱστορεῖται δὲ, ὅτι Ἐτεοκλῆς καὶ Πολυνείκης, δι’ ἔθους ἔχοντες πέμπειν τῷ Οἰδίποδι ἑκάστου ἱερείου τὸν ὦμον, ἐπιλαθόμενοι ἰσχίον ἔπεμψαν· ὁ δὲ νομίσας ὑβρίσθαι, κατηράσατο αὐτοῖς. Ἄλλοι δὲ λέγουσιν, ὅτι μετὰ τὸ ἀναγνωρισθῆναι Οἰδίπους τῇ μητρὶ

αὐτοῦ Ἰοκάστῃ, τὰς ἰδίας ὄψεις ἐτύφλωσεν. Γνόντων δὲ τῶν ἐγχωρίων τὸ γενόμενον μύσος, καὶ τῶν Θηβαίων Οἰδίπουν ἐξελαυνόντων, τοῖς παισὶ κατηράσατο, ἐπεὶ διωκομένῳ τῆς πόλεως οὐκ ἐπήμυναν· διὰ τοῦτο καὶ ὑπ' ἀλλήλων ὕστερον ἀνήρέθησαν.

Οἰταῖος δαίμων: Κλέαρχός φησιν, ὅτι δαίμων τις Οἰταῖος ἐπωνομάσθη, ὃς ὕβριν καὶ ὑπερηφανίαν πάνυ ἐμίσησεν.

Οἵῳ μ’ ὁ δαίμων τέρατι συγκαθεῖρξεν: ἐπὶ τῶν δυςανασχετούντων ἐπί τινι δυςχερεῖ πράγματι λέγεται ἡ παροιμία. Κύκλωψ γάρ ἐστι δρᾶμα Φιλοξένου τοῦ ποιητοῦ, ἐν ᾧ ὁ Ὀδυσσεὺς περισχεθεὶς τῷ τοῦ Κύκλωπος σπηλαίῳ λέγει,

Οἵῳ μ’ ὁ δαίμων τέρατι συγκαθεῖρξεν.

Ὅσα Μῦς ἐν Πίσσῃ: αὕτη ἡ παροιμία εἴρηται ἐπὶ τῶν νενικηκότων τοὺς ἀνταγωνιστὰς διὰ πολλοῦ πόνου·

Μῦς γὰρ Ταραντῖνος πύκτης ἐν Πίσῃ ἀγωνιζόμενος, καὶ πολλοὺς ἔχων ἀντιμάχους, πολλὰς πληγὰς λαβὼν, μόλις ἐνίκησεν.

Οὐδὲν ἱερὸν ὑπάρχεις: Κλέαρχός φησιν, ὅτι Ἡρακλῆς ἰδὼν τὸν Ἄδωνιν ἱδρυμένον, ἔφη, Οὐδὲν ἱερόν. Εἴρηται οὖν ἡ παροιμία ἐπὶ τῶν παντελῶς εὐτελῶν καὶ ἀχρήστων.

Οὗτος ἄλλος Ἡρακλῆς: Κλέαρχος ἐξηγούμενος τὴν παροιμίαν φησὶ τὸν Βριαρέω καλούμενον Ἡρακλέα ἐλθεῖν εἰς Δελφοὺς, καὶ λαβόντα τὶ τῶν ἐκεῖ κειμηλίων κατά τι παλαιὸν ἔθος, ὁρμῆσαι ἐπὶ τὰς Ἡρακλέους στήλας καλουμένας καὶ τῶν ἐκεῖ περιγενέσθαι. Χρόνῳ δὲ ὕστερον τὸν Τύριον Ἡρακλέα ἐλθεῖν εἰς Δελφοὺς χρησόμενον τῷ μαντείῳ· τὸν δὲ θεὸν προςειπεῖν αὐτὸν ἄλλον Ἡρακλέα· καὶ οὕτω τὴν παροιμίαν κρατῆσαι.

Οὐδὲ Ἡρακλῆς πρὸς δύο: φασὶν Ἡρακλέα θέντα τὸν Ὀλυμπιακὸν ἀγῶνα, πιστεύσαντά τε τῇ ἑαυτοῦ

δυνάμει, τῇ δευτέρᾳ πενταετηρίδι πρὸς δύο πυκτεύσαντα ἡττηθῆναι. Λέγουσι δὲ τούτους εἶναι οἱ μὲν Λάϊον καὶ Φέρανδρον· οἱ δὲ Κτέατον καὶ Εὔρυτον.

Οἱ Κρῆτες τὴν θυσίαν: Ἀγαμέμνων, ὥς φασι, χειμασθεὶς κατηνέχθη εἰς Κρήτην, καὶ ἀναβὰς εἰς τὸ Πολυῤῥήνιον, θυσίαν ἐπετέλει. Ἐν τούτῳ δὲ οἱ αἰχμάλωτοι τὰς ναῦς ἐνέπρησαν· οἱ ἀπαγγελθέντος αὐτῷ, μεσούσης τῆς θυσίας, τὸ μὲν καιόμενον ἱερεῖον καταλιπεῖν λέγεται, ἐλθεῖν δὲ πρὸς θάλασσαν ταραχθέντα, καὶ μίαν μόλις εὑρόντα ναῦν, ἐπ’ αὐτῆς ἀναχθῆναι, πολλὰ καταρασάμενον τοῖς τὴν χώραν οἰκοῦσιν. Ὅθεν εἴ ποτε ταρασάμενον τοῖς τὴν χώραν οἰκοῦσιν. Ὅθεν εἴ ποτε ταὉ ραχώδης θυδία γένοιτο, Κρητικὴν καλεῖσθαι.

Σικελὸς τὴν θάλασσαν: Σικελὸς, φασὶν

ἔμπορος σῦκα ἄγων ἐναυάγησεν· εἶτα ἐπὶ πέτρας καθήμενος, καὶ ὁρῶν τὴν θάλασσαν ἐν γαλήνῃ, ἔφη, Οἶδα ὁ θέλει· σῦκα θέλει.

Ὅπου αἱ ἔλαφοι τὰ κέρατα ἀποβάλλουσιν: ὁ Δήμων φησὶν ἐν τοῖς τραχέσι καὶ δυςβάτοις τόποις τοὺς ἐλάφους προςτρίβοντας τὰ κέρατα πρὸς τὰς θάμνους, ἀποβάλλειν αὐτά. Ὅθεν ἐπὶ τῶν ἐργώδεις τὰς διατριβὰς ποιουμένων εἰρῆσθαι τὴν παροιμίαν.

Οὔθ’ ὕεται, οὔθ’ ἡλιοῦται: ἡ παροιμία εἴρηται ἐπὶ τῶν ἔξω πάσης φροντίδος ἑστώτων, τουτέστιν, Οὔτε βρέχεται, οὔτε ἡλιοβολεῖται.

Οὐδὲ τὸ Δίωνος γρῦ: οὗτος ὁ Δίων Ἀλεξανδρεὺς μὲν ἦν τὸ γένος, διαβόητος δὲ ἐπὶ φιλοσοφίᾳ, ἔχων ἀδελφὸν παλαίστην, † Τόψιον ἐπικαλούμενον. Δοιδορούμενος δὲ ὑπό τινος τῶν ἀνταγωνιστῶν αὐτοῦ καὶ ἀκούων ῥητὰ καὶ ἄῤῥητα, καίτοι πολλοῦ ὄχλου ἐπακολουθοῦντος, αὐτὸς μὲν οὐδὲν ἐφθέγξατο, κατεσταλμένον [αὑτὸν κατὰ] τὸ τῆς φιλοσοφίας παράγγελμα τηρῶν· ἐντὸς δὲ τοῦ ἰδίου πυλῶνος γενόμενος καὶ μηδὲν ὀργῆς

ὑποφήνας εἶπε πρὸς τὸν νεανίαν οὐδὲ γρῦ. ὁ δὲ ἀθύμήσας ἀπήγξατο.

Εἴρηται δὲ καὶ παρὰ τοῖς Ἀττικοῖς τὸ γρῦ ἐπὶ τοῦ μικροῦ καὶ τοῦ τυχόντος. Καὶ γὰρ τὸν ἐν τοῖς ὄνυξι ῥύπον λέγουσι γρῦ, καὶ γρυτάρια τὰ κατὰ τὴν οἰκίαν λεπτὰ σκευάρια, καὶ γρυτοπώλην τὸν τὰ σκευάρια πωλοῦντα.

Οὐδ’ ἴκταρ βάλλειν: τὸ ἴκταρ σημαίνει ἐγγύς· τουτέστιν οὐδὲ ἐγγύς ἐστιν· εἴρηται δὲ κατὰ γλῶτταν, ὥςπερ τὸ Διωλύγιον κακὸν σημαίνει τὸ μέγα. Μέμνηται δὲ ἀμφοτέρων ὁ Πλάτων. τοῦ μὲν διωλύγιον ἐν Θεαιτήτῳ, τοῦ δ’ ἴκταρ βάλλειν ἐν Πολιτείᾳ.

Ὄρτυξ ἔσωσεν Ἡρακλῆ τὸν καρτερόν: αὕτη παρ’ οὐδενὶ τῶν ἀρχαίων ἐστί. λέγεται δὲ ἐπὶ τῶν σωζομένων ἀφ’ ὧν οὐκ ἤλπισαν. Φησὶ δὲ Εὔδοξος Ἡρακλέα τὸν Τύριον ὑπὸ Τυφῶνος διαφθαρῆναι· τὸν Ἰόλαον δὲ ἅπαντα πράττοντα διὰ τὸ ἀναστῆσαι τὸν Ἡραπλέα, τὸν ὄρτυγα, ᾧ ἔχαιρεν Ἡρακλῆς, ζῶντα καῦσαι· ἐκ δὲ τῆς κνίσσης ἀναβιῶναι τὸν Ἡρακλέᾳ.

Οἴκοι τὰ Μιλήσια: ἡ παροιμία τέτακται ἐπὶ τῶν ὅπου μὴ προςήκει τὴν τρυφὴν ἐπιδεικνυμένων. Ἀρισταγόρας γὰρ ὁ Μιλήσιος ἐλθών ποτε εἰς Λακεδαίμονα ἠξίου βοηθεῖν τοῖς Ἴωσι πολεμουμένοις ὑπὸ Περσῶν· ἐδημηγόρει δὲ ἐσθῆτα ἔχων πολυτελῇ καὶ τὴν ἄλλην τρυφὴν τὴν Ἰωνικήν. Εἶπεν οὖν τις πρὸς αὐτὸν τῶν Ἐφόρων, Οἴκοι τὰ Μιλήσια.

Ὁ παῖς τὸν κρύσταλλον: ἐπὶ τῶν μήτε κατέχειν δυναμένων μήτε μεθεῖναι βουλομένων ἡ παροιμία εἴρηται. Μέμνηται αὐτῆς Σοφοκλῆς Ἀχιλλέως ἐρασταῖς.

Ὁ Σκύθης τὸν ἵππον: ἐπὶ τῶν κρύφα τινὸς ἐφιεμένων, φανερῶς δὲ ἀπωθουμένων καὶ διαπτυόντων αὐτὸ εἴρηται ἡ παροιμία. Μαρτυρεῖ δὲ καὶ Πίνδαρος λέγων·

Ἄνδρες τινὲς ἀκκιζόμενοι Σκύθαι
νεκρὸν ἵππον στυγέοισιν λόγῳ κτάμενον ἐν φάει· κρυφᾶ δὲ σπολιοὺς γένυσιν ἀνδέροισιν πόδας ἠδὲ κεφαλάς.

Οὐκ εἰμὶ τούτων τῶν ἡρώων: αὕτη τέτακται ἐπὶ τῶν βουλομένων εὖ ποιεῖν· οἱ γὰρ ἥρωες κακοῦν ἕτοιμοι μᾶλλον, ἢ εὐεργετεῖν, ὥς φησι Μένανδρος ἐν Συνεφήβοις.