Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ῥαδαμάνθυος ὅρκος: Κρατῖνός φησιν, ἐπὶ τῷ χηνὶ καὶ τῷ κυνὶ καὶ τοῖς τοιούτοις ὅρκον Ῥαδαμάνθυϊ

ἀνατιθέασιν· ὡς καὶ Σωσικράτης ἐν δευτέρῳ Κρητικᾶν· ἵνα μὴ θεοὺς ὀμνύωσιν.

Ῥαμνουσία Νέμεσις: ἐν Ῥαμνοῦντι Νεμέσεως ἵδρυται ἄγαλμα δεκάπηχυ, ὁλόλιθον ἔργον Φειδίου, ἔχει δὲ ἐν τῇ χειρὶ μηλέας κλάδον· ἐξ οὗ φησιν Ἀντίγονος ὁ Καρύστιος πτύχιόν τι μικρὸν ἐξηρτῆσθαι τὴν ἐπιγραφὴν ἔχον, Ἀγοράκριτος Πάριος ἐποίησεν. Οὐ θαυμαστὸν δέ· καὶ ἄλλοι γὰρ πολλοὶ ἐπὶ τῶν οἰκείων ἔργων ἕτερον ἐπιγεγράφασιν ὄνομα. Εἰκὸς οὖν καὶ τὸν Φειδίαν τῷ Ἀγορακρίτῳ συγκεχωρηκέναι· ἦν γὰρ αὐτοῦ ἐρωμένος, καὶ ἄλλως ἐπτόητο περὶ τὰ παιδικά.

Ῥηγίνων δειλότερος: τοὺς δειλοὺς Ῥηγίνους ἔλεγον. Ξέναρχος γὰρ ὁ Σώφρονος υἱὸς εἰς δειλίαν ἐκωμῴδησε τοὺς Ῥηγίνους.

Σικελὸς ὀμφακίζεται: ἐπὶ τῶν τὰ μηδενὸς ἄξια κλεπτόνεων λέγεται ἡ παροιμία. Μετενήνεκται δὲ ἀπὸ τῶν Σικελῶν, τὰς ἀβρώτους ὄμφακας κλεπτόντων, Μέμνηται ταύτης Ἐπίχαρμος.

Σαρδόνιος γέλως: Αἰσχύλος ἐν τοῖς Περὶ παροιμιῶν περὶ τούτου φησὶν οὕτως· » Οἱ τὴν Σαρδὼ κατοικοῦτες, Καρχηδονίων ὄντες ἄποικοι, τοὺς ὑπὲρ τὰ ἑβδομήκοντα ἔτη γεγονότας τῷ Κρόνῳ ἔθυον γελῶντες καὶ ἀσπαζόμενοι ἀλλήλους· αἰσχρὸν γὰρ ἡγοῦντο δακρύειν καὶ θρηνεῖν. Τὸν οὖν προςποίηταν γέλωτα Σαρδόνιον κληθῆναι. «

Τίμαιος δέ φησιν αὐτοὺς ἱστάντας τοὺς γονεῖς ἐν οἷς μέλλουσι βάλλεσθαι βόθροις, παίειν σχίζαις καὶ κατακρημνίζειν· φθειρομένους δὲ αὐτοὺς γελᾶν διὰ τὴν ἀπὸ τῶν τέκνων ἀδικίαν καὶ δόξαν τοῦ μακαρίως καὶ καλῶς τελευτᾶν.

Τινὲς δὲ ἀπὸ Σαρδόνος τῆς νήσου. Φύεται γάρ τις βοτάνη ἐνταῦθα, ἧς οἱ γευσάμενοι μετὰ σπασμοῦ καὶ γέλωτος ἀποθνήσκουσιν.

Ἄλλοι δὲ τὸν καθ’ ὑπόκρισιν γέλωτα γινόμενον Σαρδόνιον καλεῖσθαι λέγουσιν, ἀπὸ τοῦ σεσηρέναι τοῖς ὀδοῦσι.

Σιμωνίδης δέ φησι τὸν Τάλω πρὸ τῆς εἰς Κρήτην ἀφίξεως οἰκῆσαι τὴν Σαρδὼ, καὶ πολλοὺς τῶν ἐν ταύτῃ διαφθεῖραι· οὓς τελευτῶντας σεσηρέναι, καὶ ἐκ τούτου ὁ Σαρδόνιος γέλως.

Περὶ δὲ τοῦ Τάλω τοιόνδε μυθολογεῖται· φασὶν αὐτὸν τοῦ χαλκικοῦ γένους εἶναι· δοθῆναι δὲ Μίνωϊ παρ’ Ἡφαίστου εἰς φυλακὴν τῆς νήσου Κρήτης. Οὗτος φλέβα μίαν εἶχεν ἀπὸ αὐχένος ἄχρι σφυρῶν κατατείνουσαν· κατὰ δὲ τὸ δέρμα τῆς φλεβὸς ἧλος διήρειστο χαλκοῦς. Τρὶς δὲ ἑκάστης ἡμέρας τὴν νῆσον περιερχόμενος ὁ Τάλως ἐτήρει. Διὸ καὶ προςπλέουσαν τὴν Ἀργὼ μετὰ Ἰάσονος, ὑποστρέφοντος ἀπὸ Κόλχων, ἐκώλυε τῇ νήσῳ προςορμισθῆναι, Ἀπατηθεὶς δὲ ὑπὸ Μηδείας ἀπέθανεν, ὡς μὲν ἔνιοι λέγουσι, διὰ φαρμάκων αὐτῆς μανίαν ἐμβαλούσης· ὡς δέ τινες, ὑποσχομένης ποιήσειν ἀθάνατον, καὶ τὸν ἧλον ἐξελούσης, διαῤῥυέντος τοῦ ἰχῶρος σὺν ὅλῳ τῷ αἵματι, οὕτως αὐτὸν τεθνάναι. Τινὲς δὲ αὐτὸν τελευτῆσαι λέγουσιν ὑπὸ Ποίαντος εἰς τὸ σφυρὸν τοξευθέντα.

Σαρπηδονία ἀκτή: τόπος οὗτος Θράκης, ἀεὶ κλύδωνας ἔχων καὶ κυματιζόμενος, ἱερὸν Ποσειδῶνος. Ἔστι δὲ καὶ ἑτέρα Σαρπηδονία περὶ Κιλικίαν· καὶ ἄλλη πρὸς τῷ ὠκεανῷ, Γοργόνων οἰκητήριον.

Συβαριτικὴ τράπεζα: ἀντὶ τοῦ ἐν πολυτελείᾳ. Τρυφηταὶ γὰρ οἱ Συβαρῖται.

Συβαρῖται διὰ. πλατείας: παροιμία ἐπὶ τῶν σοβαρῶς πορευομένων.

Σικελὸς στρατιώτης: παροιμιῶδες. Ἐπεὶ ξένοις ἐχρῶντο στρατιώταις ὡς ἐπὶ πολὺ οἱ ὑπὸ. Ἱέρωνα.

Σκορακίζειν: ἀντὶ τοῦ, εἰς κόρακας πέμπειν, ἐκφαυλίζειν.

Σῦκον αἰτεῖς: αὕτη λέγεται κατὰ τῶν κολακευόντων. Οἱ γὰρ Ἀθηναῖοι ἐκολάκευον τοὺς γεωργοὺς, βουλόμενοι παρ’ αὐτῶν λαμβάνειν τὰ πρώϊμα σῦκα· οἰωνίζοντο γὰρ αὐτοῖς καὶ πάλιν ἐλθεῖν εἰς νέωτα.

Σῦκον ἐφ’ Ἑρμῇ: παροιμία ἐπὶ τῶν ἐκκειμένων ἐπ’ ὠφελείᾳ τοῖς βουλομένοις. Εἴ ποτε γὰρ φανείη σῦκον, τοῦτο τῷ Ἑρμῇ ἀνἀτιθέασι· τοῦτο δὲ οἱ βουλόμενοι ἀνελάμβανον.

Σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει: παροιμία ἐπὶ

τοῦ μὴ χρῆναι ἐπὶ ταῖς τῶν θεῶν ἐλπίσι καθημένους ἀργεῖν. Τίθεται δὲ ἡ παροιμία ἐπὶ γυναικῶν μάλιστα ὀφειλουσῶν ἐργάζεσθαι· ἡ γὰρ Ἀθηνᾶ ἐργάνη. Εἴρηται δὲ ἀπὸ ὀνηλάτου, οὗ ὁ μὲν ὄνος εἰς πηλὸν ἐπεπτώκει· ὁ δὲ, δέον βοηθεῖν, ἐπεκαλεῖτο τὸν Ἡρακλέα. Μέμνηται ταύτης τῆς παροιμίας Εὐριπίδης. Ἕτεροι δέ φασιν ὅτι μέλλων τὶς ἀγωνίσασθαι, χρησμὸν παρὰ τῆς Ἀθηνᾶς εἴληφεν, ὅτι νικήσει· ἐνστάντος δὲ τοῦ ἀγῶνος εἰςελθὼν εἰς τὸ θέατρον καὶ κάτω βαλὼν τὰς χεῖρὰς εἰστήκει, ἕως τυπτόμενος ὑπὸ τοῦ ἀνταγωνιστοῦ ἐνικήθη.

Συρακουσία τράπεζα: ἡ πολυτελής. Ἐδόκουν γὰρ οἱ Σικελιῶται ἁβροδίαιτοι εἶναι μᾶλλον πάντων.

Συστομώτερος σκάφης: παροιμία ἐπὶ τῶν τὰς σκάφας φερόντων μετοίκων, διὰ τὸ ἀπαῤῥησίαστον, οἷς οὐδὲ χανεῖν ἐφεῖτο. Τάττεται δὲ ἐπὶ τῶν μὴ δυναμένων παῤῥησιάζεσθαι· ἐπειδὴ οἱ μέτοικοι σκάφας ἔφερον ἐν

ταῖς πομπαῖς. Μέμνηται ταύτης Μένανδρος ἐν τῷ Εὐνούχῳ.

Σχῖνον διατρώγειν: εἰώθασι τὸν σχῖνον τρώγειν οἱ καλλωπιζόμενοι, ἕνεκα τοῦ λευκοῦν τοὺς ὀδόντας· παρ’ ὃ καὶ τοὺς τοιούτους σχινοτρώκτας λέγουσιν.

Σειρὴν μὲν φίλον ἀγγέλλει, ξεῖνον δὲ μέλισσα: σειρῆνα λέγει οὐ τῶν ᾠδικῶν παρθένων μίαν, ἀλλὰ ζῶον ὑπόπτερον μελίσσῃ ἐοικὸς, ὥς φησιν Ἀριστοτέλης.

Σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ: τοῦτο Σοφοκλέους ἐστὶν ἐξ Αἴαντος τοῦ Λοκροῦ· Πλάτων δὲ Εὐριπίδου φησὶν εἶναι τὸ ἰαμβεῖον. Καὶ οὐδὲν θαυμαστόν· συμπίπτουσι γὰρ ἀλλήλοις οἱ ποιηταί.

Σὺν δὲ θεοὶ μάκαρες: τοῦτο ἐπιλέγουσιν οἱ ῥαψῳδοί· ὡς καὶ οἱ κιθαρῳδοὶ, Ἀλλ’ ἄναξ μάλα χαῖρε.

Σαυτὴν ἐπαινεῖς: αὕτη τῶν’ κατ’ ἔλλειψιν λεγομένων ἐστί· τὸ δὲ πλῆρες ἔχει οὕτως,

Σαυτὴν ἐπαινεῖς, ὥσπερ Ἀστυδάμας, γύναι.
Ἀστυδάμας γὰρ ὁ Μορσίμου εὐημερήσας ἐν τῇ ὑποκρίσει Παρθενοπαίου, ἐψηφίσθη εἰκόνος ἐν τῷ θεάτρῳ ἀξιωθῆναι. Γρόψας οὖν αὐτὸς ἐπίγραμμα ὁ Ἀστυδάμας ἔπαινον ἑαυτοῦ ἔχον ἀνήνεγκεν ἐπὶ τὴν βουλήν· οἱ δὲ ἐψηφίσαντο ὡς ἐπαχθὲς αὐτὸ μηκέτι ἐπιγραφῆναι. Διὸ καὶ σκώπτοντες αὐτὸν οἱ ποιηταὶ ἔλεγον,
Σαυτὴν ἐπαινεῖς, ὥσπερ Ἀστυδάμας, γύναι.