Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Μυκώνιος γείτων: αὕτη τέτακται ἐπὶ τῶν διαβεβλημένων ἐπὲ γλισχρότητι καὶ μικροπρεπείᾳ, παρὰ τὴν σμικρότητα τῆς Μύκωνος νῆσου καὶ εὐτέλειαν.

Μῆλον Ἡρακλῆς: Ἀπολλόδωρος ἐν τοῖς περὶ θεῶν, ὅτι θύεται Ἀθήνησιν Ἡρακλεῖ ἀλεξικάκῳ ἰδίαζουσά τις θυσία. Τοῦ γὰρ βοός ποτε ἐκφυγόντος, ὃν ἔμελλον τῷ Ἡρακλεῖ προςάξαι, μῆλον λαβόντας καὶ κλάδους ὑποθέντας

τέσσαρας μὲν ἀντὶ σκελῶν, δύο δὲ ἀντὶ κεράτων, σχηματίσαι τὸν βοῦν καὶ οὕτω τὴν θυσίαν ποιήσασθαι.

Μερὶς οὐ πνίγει: Δικαίαρχός φησιν ἐν τοῖς περὶ τῆς Ἑλλάδος ἐν τοῖς δείπνοις μὴ εἶναι σύνηθες τοῖς ἀρχαίοις διανέμειν μερίδας· διὰ δὲ προφάσεις τινὰς ἐνδεεστέρων γενομένων τῶν ἐδεσμάτων, κρατῆσαι τὸ ἔθος τῶν μερίδων, καὶ διὰ τοῦτο τὴν παροιμίαν εἰρῆσθαι. Τῶν γὰρ ἐδεσμάτων κοινῇ καὶ μὴ κατὰ μέρος τιθεμένων, τὸ πρότερον οἱ δυνατώτεροι τὰς τροφὰς τῶν ἀσθενῶν ἥρπαζον, καὶ συνέβαινε τούτους ἀποπνίγεσθαι, μὴ δυναμένους ἑαυτοῖς βοηθεῖν. Διὰ τοῦτο οὖν ὁ μερισμὸς ἐπενοήθη.

Νάηρα καὶ Χαρμιόνη: τούτων ἡ μὲν τῶν τριχῶν ἐπιμέλειαν ἐποιεῖτο Κλεοπάτρας τῆς βασιλίσσης· ἡ δὲ, τῶν ὀνύχων· παρέμειναν δ’ αὐτῇ καὶ μέχρι θανάτου, καὶ ἀποθανοῦσαι πολυτελοῦς ταφῆς ἠξιώθησαν καὶ τιμῆς ἔτυχον. Κλεοπάτραν γὰρ Καῖσαρ ὁ Αὔγουστος χειρωσάμενος, ἐβουλήθη τὸ βασιλικὸν αὐτῆς περιελεῖν διάδημα καὶ εἰς θρίαμβον ἀγαγεῖν ἐπὶ μέσου τῆς πόλεως. Ἡ δὲ Κλεοπάτρα αἱρουμένη μᾶλλον ἐντίμως ἀποθανεῖν, ἢ ἐν ἰδιωτικῇ τάξει ἐπὶ θεάτρου ἀτιμασθῆναι, ἀνελεῖν ἑαυτὴν ἐμέλλησεν. Ἀπόπειραν δὲ τῆς σκέψεως ποιουμένη,

ἐπέτρεψεν Ναήρᾳ καὶ Χαρμιόνῃ ἐχίδνας παρ’ ἑκατέρῳ τῶν μαζῶν ἐπιθέσθαι· αἱ δὲ τοῦτο ποιήσασαι ἀνῃρέθησαν. Εἶθ’ οὕτως καὶ Κλεοπάτρα βασιλικῶς ἑαυτὴν περιστείλασα ἔχιδναν ἐπέθηκε τῷ μαζῷ καὶ ὑπ’ αὐτῆς ἀνῃρέθη. Ἀνδριάντες οὖν χάλκεοι πρὸ τοῦ σήματος τῆς Κλεοπάτρας, ὃ καλεῖται Μαυσώλειον, Ναήρᾳ καὶ Χαρμιόνῃ ἀνετέθησαν διὰ τὸ καὶ μέχρι θανάτου αὐτῇ παραμεῖναι. Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν μέχρι θανάτου τοῖς εὐεργέταις συγκινδυνευόντων.

Νόμος καὶ χώρα: ἡ παροιμία αὕτη λέγεται διὰ τὸ ἕκαστον ἔθνος ἰδίοις νόμοις χρῆσθαι. Πέρσαι μὲν γὰρ μεθύοντες βουλεύονται καὶ τοὺς βασιλεῖς αὐτῶν ὡς θεοὺς προςκυνοῦσι· καὶ οἱ μὲν ἶσοι ἀλλήλους καταφιλοῦσιν, οἱ δὲ ταπεινότεροι τῶν παρειῶν τῶν μειζόνων μόνων τυγχάνουσι· τὰ δὲ γεννηθέντα αὐτοῖς παιδία μετὰ τετραετίαν βλέπουσι. Καὶ ἄλλα εἰσὶ παρ’ αὐτοῖς, οἷς μόνοι κατὰ ἴδιον ἔθος χρῶνται.

Γόρδιοι τὸν παχύτατον ἑαυτῶν βασιλέα αἱροῦνταὶ.

Συρακοὶ τὸ διάδημα τῷ μακροτάτῳ διδόασιν. Ὡς δέ τινες φασὶ, τῷ μακροτάτην ἔχοντι τὴν κεφαλήν.

Στυμφαλοὶ τιμῶσι γυναῖκα τὴν πλείοσιν ἀνδράσι προςομιλήσασαν.

Ὄρειοι Μασσαγέται ἐν ταῖς ὁδοῖς πλησιάζουσι.

Σαυρομάται παρὰ πότον τὰς θυγατέρας πιπράσκουσι.

Μαζούσιος δὲ γυναικὶ οὗ μίγνυται, εἰ μὴ πολεμίαν ἕλῃ.

Τιβαρηνοὶ, τῶν γυναικῶν τεκουσῶν, αὐτοὶ τὰς κεφαλὰς δέονται καὶ κατακλίνονται.

Παρὰ τοῖς Κερκεταίοις οἱ ἐργάται τὰ φορτία βαστάζουσιν, ἄχρις οὗ τις αὐτὰ ὠνήσεται.

Ἰσσηδόνες τοὺς γονεῖς ἐσθίουσι, χωρὶς τῆς κεφαλῆς· τὴν δὲ κεφαλὴν χρυσοῦσι.

Τραυσοὶ ἐπὶ μὲν τοῖς γεννωμένοις δακρύουσιν, ἐπὶ δὲ ἀποθνήσκουσι χαίρουσι.

Βακχείριοι, ἐὰν [μὴ] ἀπὸ νόσου σωθῶσι, κυσὶν ἑαυτοὺς παραβάλλουσιν.

Ὀργεμπαῖοι οἰκίας οὐκ ἔχουσιν, οὐδὲ ἔμψυχόν τι σιτοῦνται. Εἰσὶ δὲ καὶ σὺν γυναιξὶ φαλακροὶ διὰ φύσιν ὕδατος οὗ πίνουσι.

Θυσσαγέται τοῖς θεοῖς τὰ ὀστᾶ θύουσιν, αὐτοὶ τὰς σάρκας ἐσθίοντες.

Ταυροσκύθαι ἀνθρώπους θύουσι.

Βυζωνοὶ, μεσόγειοι βοῦς ἀμέλγοντες μόνῃ ταύτῃ τροφῇ χρῶνται.

Οἱ κατὰ τὴν ἡμετέραν οἰκουμένην Ἴβηρες κυνῶν ἀγέλην τρέφουσιν ἀντὶ προβάτων.

Αἰθίοπες δὲ οἱ λεγόμενοι † Κολχεῖς, ὑαίνας. Διὰ ταῦτα ἡ παροιμία εἴρηται.

Ξένος ἔλθοι ὅστις ὀνήσει: ταύτην φησὶ Θεόπομπος ὑπὸ Φιλίππου πρῶτον λεχθῆναι, Θετταλῶν γὰρ καταστρεψάμενος πόλιν καὶ τοὺς αὐτόθι ξένους πωλήσας, χλευάζων εἶπεν, Ἔλθοι ξένος ὅστις ὀνήσει.

Ξαίνεις εἰς πῦρ: λέγεται ἡ παροιμία αὕτη ἐπὶ τῶν μάτην κακοπαθούντων.

Οὐκ ἐπαινεθείης οὐδ’ ἐν περιδείπνῳ: ἐπὶ

τῶν σφόδρα πονηρῶν ἡ παροιμία λέγεται, καὶ μηδὲ τοῦ τυχόντος ἐπαίνου ἀξίων. Εἰώθεσαν γὰρ οἱ παλαιοὶ ἐν τοῖς περιδείπνοις τὸν τελευτήσαντα ἐπαινεῖν, καὶ εἰ φαῦλος ἦν.

Οἰνόη τὴν χαράδραν: ἡ παροιμία αὕτη λέγεται ἐπὶ τῶν ἑαυτοῖς κακόν τι ἐφελκομένων. Οἰνόη γὰρ δῆμός ἐστι τῆς Ἀττικῆς· οἱ δὲ οἰκοῦντες αὐτόθι χαράδραν ὑπὲρ αὐτῶν φερομένην παρέτρεψαν εἰς τὴν ἑαυτῶν χώραν. Πολλὴ δὲ γενομένη ἡ χαράδρα ἐλυμήνατο αὐτῶν τὰ γεώργια, καὶ τὰς οἰκίας κατέβαλεν.

Ὁ Κρὴς τὴν θάλατταν: ἐπὶ τῶν ἐν οἷς διαφέρουσι ταῦτα φεύγειν προςποιουμένων ἡ παροιμία ἐστίν· ἐπειδὴ ναυτικώτατοι οἱ Κρῆτες ἐγένοντο. Μέμνηται ταύτης Ἀλκαῖος.

Οὐ φροντὶς Ἱπποκλείδῃ: Ἐπποκλείδης μετὰ καὶ ἄλλων πολλῶν ἐμνηστεύσατο τὴν Κλεισθένους τοῦ Σικυωνίου θυγατέρα. Τοῦ δὲ Κλεισθένους ἐν ἐνιαυτῷ ὅλῳ δοκιμάζοντος τοὺς μνηστῆρας, ὁ Ἱπποκλείδης ἐν συμποσίῳ ἐπὶ κεφαλὴν κυβιστήσας, ἄνω περιῆγε τοὺς πόδας. Τοῦ δὲ Κλεισθένους εἰπόντος, Ἐξωρχήσω τὸν γάμον· ὁ Ἱπποκλείδης ἔφη, Οὐ φροντὶς Ἱπποκλείδῃ.

Οὐ νυκτιπλοεῖς: ἐπὶ τῶν μὴ ἀκριβῶς τι ποιούντων. Ἡ γὰρ νὺξ ἀκριβεστέρα τῆς ἡμέρας τοῖς πελαγοδρομοῦσι, διὰ τὰς τῶν ἄστρων σημειώσεις. Ὁ δὲ Χρύσιππος ἀφελὼν τὴν οὐ ἀπόφασιν, Νυκτιπλοεῖς εἶπεν.

Οὐκ ἄνευ γε Θησέως: Θησεὺς πολλοῖς ἀριστεῦσι

συνηγωνίσατο. Τῷ γὰρ Μελεάγρῳ συνήργησε πρὸς τὴν τοῦ Καλυδωνίου κάπρου θήραν, τῷ Πειρίθῳ συνεμάχησε κατὰ τῶν Κενταύρων καὶ Ἡρακλεῖ πρὸς τὰς Ἀμαζόνας. Ὅταν οὖν θαυμαστόν τι πραχθῇ οὐχ ὑπὸ μόνου τινὸς, εἰώθαμεν λέγειν αὐτῷ, Οὐχ ἄνευ γε Θησέως.

Ἡ δὲ περὶ τοῦ Μελεάγρου ἱστορία καὶ τοῦ Καλυδωνίου συὸς οὕτως ἔχει· Μελεάγρου γεννηθέντος φασὶ τὰς Μοίρας παραγενομένας εἰπεῖν, Τότε τελευτήσει Μελέαγρος, ὅταν ὁ καιόμενος ἐπὶ τῆς ἐσχάρας δαλὸς κατακαῇ. Τοῖτο ἀνούσασα ἡ μήτηρ αὐτοῦ Ἀλθαία, τὸν δαλὸν ἀνείλετο, καὶ κατέθετο εἰς λάρνακα. Μελέαγρος δὲ ἀνὴρ γενναῖος γενόμενος τόνδε τὸν τρόπον ἐτελεύτησεν. Οἰνεὺς ὁ τούτου πατὴρ τὰς ἀπαρχὰς τῶν ἐτησίων καρπῶν τοῖς θεοῖς θύων, τῆς Ἀρτέμιδος ἐπελάθετο. Ἡ δὲ ὀργισθεῖσα κάπρον ἐφῆκεν ἄγριον, μεγέθει τε καὶ ῥώμῃ ἔξοχον, ὃς τὴν γῆν τῶν Καλυδωνίων διέφθειρε καὶ τοὺς καρποὺς ἐλυμαίνετο. Ἐπὶ τοῦτον τὸν κάπρον τοὺς ἀρίστους ἐκ τῆς Ἑλλάδος πάντας συνεκάλεσεν· καὶ τῷ κτείνοντι τὸν θῆρα τὴν δορὰν δώσειν ἀριστεῖον ἐπηγγείλατο. Πολλῶν οὖν συνελθόντων, καὶ ὁ Μελέαγρος ἐπὶ τὴν θήραν ἐξῆλθε, σύμμαχον προςκαλεσάμενος τὸν Θησέα. Συνελθούσης δὲ μετὰ τῶν ἀριστέων καὶ Ἀταλάντης τῆς θυγατρὸς τοῦ Σχοινέως, κοινῇ τὸν κάπρον περιέστησαν ἅπαντες. Πρώτη μὲν οὖν Ἀναλάντη τὸν κάπρον εἰς τὰ νῶτα ἐτόξευσε· Μελέαγρος δὲ κατὰ τοῦ κενεῶνος πλήξας ἀπέκτεινε, καὶ λαβὼν τὸ δέρας Ἀταλάντῃ χαριζόμενος ἔδωκε. Παρόντων δὲ ἐκεῖσε καὶ τῶν Θεστίου παίδων, τῶν ἀδελφῶν τῆς Ἀλθαίας, καὶ ἀδοξούντων εἰ τὰ ἀριστεῖα γυνὴ λήψεται’, τὸ δέρας ἐξ Ἀταλάντης ἀφείλοντο, λέγοντες κατὰ γένος αὐτῆς διαφέρειν, εἰ Μελέαγρος λαμβάνειν μὴ προαιροῖτο.

Ὀργισθεὶς δὲ Μελέαγρος τοὺς μὲν Θεστίου παῖδας ἀπέκτεινε, τὸ δὲ δέρας Ἀταλάντῃ ἔδωκεν. Ἀλθαία δὲ λυπηθεῖσα ἐπὶ τῇ τῶν ἀδελφῶν ἀπωλείᾳ τὸν δαλὸν ἀνῆψεν, καὶ ὁ Μελέαγρος ἐξαίφνης ἀπέθανε.

Συνεμάχησε δὲ τῷ Πειρίθῳ Θησεὺς, ὅτε κατὰ τῶν Κενταύρων συνεστήσατο πόλεμον. Πειρίθους γὰρ Ἱπποδάμειαν μνηστευόμενος, εἱστία Κενταύρους ὡς συγγενεῖς ὄντας αὐτῇ. Ἀσυνήθως δὲ ἔχοντες οἴνου, ἀφειδῶς ἐμφορησάμενοι ἐμέθυον, καὶ εἰςαγομένην τὴν νύμφην ἐπεχείρουν βιάζεσθαι. Ὁ δὲ Πειρίθους μετὰ Θησέως καθοπλισάμενος μάχην συνῆψε, Καὶ πολλοὺς ὁ Θησεὺς ἀπ’ αὐτῶν ἀνεῖλεν.

Ἀπῆλθε δὲ Θησεὺς καὶ μετὰ Ἡρακλέους πρὸς Ἀμαζόνας. Εὐρυσθέως γὰρ ἐπιτάξαντος Ἡρακλεῖ κομίσαι τὸν Ἱππολύτης ζωστῆρα, τῆς τῶν Ἀμαζόνων βασιλίσσης, ἀπελθὼν Ἡρακλῆς ἐζήτει τοῦτον. Τῆς δὲ συνθεμένης δοῦναι, Ἥρα μανίαν φυλάττουσα πρὸς αὐτὸν, εἰκασθεῖσα μιᾷ τῶν Ἀμαζόνων περιῄει πάσαις λέγουσα, ὅτι ὁ παραβαλὼν ξένος τὴν βασιλίδα βιάζεται, καὶ ταύτης τὸν ζωστῆρα, ὃν ἐξ Ἄρεος εἰς δεῖγμα τῆς βασιλείας εἴληφεν, ἀφελέσθαι βούλεται. Τοῦτο ἀκούσασαι Ἀμαζόνες, ἐφωπλισμέναι κατὰ τοῦ Ἡρακλέους ἐξῄεσαν. Νομίσας δὲ Ἡρακλῆς ἐκ δόλου τοῦτο γενέσθαι, τὴν μὲν Ἱππολύτην κτείνας τὸν ζωστῆρα ἀφαιρεῖται, πρὸς δὲ τὰς λοιπὰς ἀγωνισάμενος ἀποπλεῖ. Διὰ τοῦτο ὕστερον βουλόμενος Ἡρακλῆς Ἀμαζόνας ἀμύνασθαι, ἐστράτευσε κατ’ αὐτῶν, συμπαραλαβὼν καὶ Θησέα εἰς συμμαχίαν, ἃς καὶ κατεπολέμησε παρ’ αὐτοῦ συμμαχούμενος.

Οὐδὲ πυρφόρος ἐλείφθη: ἐπὶ τῶν μεγάλων κινδύνων εἴρηται ἡ παροιμία· ἐπειδὴ πάσης πολεμικῆς

παρασκευῆς ἔδει τὸν μάντιν ἡγεῖσθαι, δάφνης ἔχοντα κλάδον καὶ στέμματα [καὶ λαμπάδα]· καὶ τούτου νόμος ἦν μόνου φείδεσθαι τοὺς πολεμίους. Ἐπὶ τοίνυν τῶν πανωλεθρίᾳ διεφθαρμένων καιρὸν ἔσχεν ἡ παροιμίᾳ.

Ὁ σκνὶψ ἐν χώρᾳ: ἐπὶ τῶν ταχέως μεταπηδώντων ἡ παροιμία εἴρηται. Σκνὶψ γάρ ἐστι θηρίδιον ξυλοφάγον, ἀπὸ τόπον εἰς τόπον μεταπηδῶν, Μέμνηται ταύτης Στράττις.

Οἶδε Πυλαία ταῦτα καὶ Τυττυγίας: ὁ Τυττυγίας ἀνδραποδιστὺς ἦν· ἐπώλει δὲ ἐν τῇ Πυλαίᾳ τὰ ἀλλότρια. Τάττεται δὲ ἡ παροιμία κατὰ τῶν ἀλλότρια ἁρπαζόντων καὶ πωλούντων.

Οὐ παντὸς ἀνδρὰς ἐς Κόρινθον ἔσθ’ ὁ πλοῦς: Κόρινθος πολλὰς εἶχεν ἑταίρας καὶ πολυτελεῖς, αἳ τοὺς ἀφικομένους τῶν ξένων ἐδασμολόχουν, τὰ ἐφόδια αὐτῶν ἀναλαμβάνουσαι. Διὰ γοῦν τοῦτο ἐπὶ τῶν τρυφᾶν βουλομένων [ἀπόρων] εἰρῆσθαι τὴν παροιμίαν.

Ὄνου πόκους ζητεῖς: ἐπὶ τῶν ἀνυπόστατα ζητούντων. Παρόσον τὴν ὄνον οὔτε πέξαι τὶς δύναται οὔτε κεῖραι. Λέγεται δὲ καὶ Ὄνον κείρεις, ἐπὶ τῶν ἀνηνύτοις ἐπιχειρούντων.

Ὄνου παρακύψεως: μέμνηται ταύτης Μένανδρος

ἐν Ἱερείᾳ. Λέγουσι δὲ, ὅτι κεραμεύς τις ἔτρεφε πολλὰς ὄρνιθας ἐν τῷ ἐργαστηρίῳ· ὄνος δὲ παριὼν, ἀκολουθοῦντος ἀμελῶς τοῦ ὀνηλάτου, παρακύψας διὰ τῆς θυρίδος ἀνεσόβησε τὰς ὄρνιθας, † καὶ τὰ ἐν τῷ ἐργαστηρίῳ συνέτριψαν σκεύη. Ὁ τοίνυν κύριος τοῦ ἐργαστηρίου ἐπὶ κρίσιν ἦγε τὸν ὀνηλάτην. Ἐρωτώμενος δὲ ἐκεῖνος ὑπὸ τῶν ἀπαντώντων, τίνος κρίνοιτο, ἔλεγε, Παρακύψεως ὄνου. Ἐπὶ τῶν καταγελάστως οὖν συκοφαντουμένων εἴρηται ἡ παροιμία.

Οὐδὲν πρὸς τὸν Διόνυσον: ἐπὶ τῶν τὰ μὴ προςήκοντα τοῖς ὑποκειμένοις λεγόντων ἡ παροιμία εἴρηται. Ἐπειδὴ τῶν χορῶν ἐξ ἀρχῆς εἰθισμένων διθύραμβον ᾄδειν εἰς τὸν Διόνυσον, οἱ ποιηταὶ ὕστερον ἐκβάντες τὴν συνήθειαν ταύτην, Αἴαντας καὶ Κενταύρους γράφειν ἐπεχείρουν. Ὅθεν οἱ θεώμενοι σκώπτοντες ἔλεγον, Οὐδὲν πρὸς τὸν Διόνυσον. Διὰ γοῦν τοῦτο τοὺς Σατύρους ὕστερον ἔδοξεν αὐτοῖς προειςάγειν, ἵνα μὴ δοκῶσιν ἐπιλανθάνεσθαι τοῦ θεοῦ.