Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Λυδὸς καπηλεύει: φασὶ Κύρον περιγενόμενον τῶν Λυδῶν προςτάξαι αὐτοῖς καπηλεύειν, καὶ μὴ κεκτῆσθαι ὅπλον, ἀλλὰ ποδήρεις ἀμφιέννυσθαι χιτῶνας· καὶ οὕτως εἰς θῆλυ μᾶλλον μεταῤῥυθμισθέντας τοὺς Λυδοὺς ἀγοραίους γενέσθαι καπήλους.

Λύκου δεκάς: παροιμιῶδες. Ἐπειδὴ Λύκος ὁ ἥρως πρὸς τοῖς ἐν Ἀθήναις δικαστηρίοις ἵδρυτο, τοῦ θηρίου τὴν μορφὴν ἔχων, ἔνθα οἱ δωροδοκοῦντες καὶ συκοφάνται κατὰ δέκα γενόμενοι συνεστρέφοντο. Ἀφώριστο δὲ αὐτῷ τριώβολον τῆς ἡμέρας.

Λυδῶν καρύκας: παροιμία·

Μήτε μοι Λυδῶν καρύκας, μήτε μαστίγων ψόφους.
Ἔστι δὲ ἡ καρύκη βρῶμα Λύδιον ἐκ πολλῶν ἡδυσμάτων συνεστὸς καὶ αἵματος· ὡς Φερεκράτης·
Ἀβυρτάκην τρίψαντα καὶ Λυδίαν καρύκην.

Λοκροὶ τὰς συνθήκας: παρὰ Λοκροῖς τοῖς Ἐπιζεφυρίοις, ὥς φασιν, ἐγένετο Ζάλευκος νομοθέτης· ὃς νόμον ἔθηκε, συγγραφὴν ἐπὶ τῶν δανεισμάτων. μῆ γίνεσθαι. Ὅθεν πολλῶν ἀρνουμένων τὰ συναλλάγματα, ἐπὶ τῶν ψευδομένων ἡ παροιμία ἐκράτησεν.

Λοκρικὸς βοῦς: ἐπὶ τῶν εὐτελῶν ἡ παροιμία τέτακται. Οἱ Λοκροὶ γὰρ ἀποροῦντές ποτε βοὸς πρὸς δημοτελῆ θυσίαν, σικύοις ὑποθέντες ξύλα μικρὰ καὶ σχηματίσαντες βοῦν, οὕτω τὸ θεῖον ἐθεράπευσαν.

Λόγοισιν Ἑρμόδωρος ἐμπορεύεται: ὁ Ἑρμόδωρος ἀκροατὴς γέγονε Πλάτωνος, καὶ τοὺς ὑπ’ αὐτοῦ συντεθειμένους λογισμοὺς κομίζων εἰς Σικελίαν, ἐπώλει. Εἴρηται οὖν διὰ τοῦτο ἡ παροιμία.

Μασχάλην αἴρειν: ἀντὶ τοῦ κωθωνίζεσθαι καὶ

πίνειν. Κρατῖνος· Ὡς ἄνω τὴν μασχάλην αἴρειν ** καταμωκωμένους ταῖς χερσίν. Οἷόν ἐστι τὸ παρ’ Ὁμήρῳ, Χεῖρας ἀνασχόμενοι.

Μεγαρέων δάκρυα: αὕτη τέτακται ἐπὶ τῶν πρὸς βίαν δακρυόντων, καὶ μὴ ἐπὶ οἰκείῳ πάθει. Λέγουσι γὰρ, Βάκχιόν τινα Κορίνθιον γῆμαι τὴν Κλυτίον τοῦ Μεγαρέων βασιλέως θυγατέρα· ἧς ἀποθανούσης, ἀναγκασθῆναι τοὺς Μεγαρέας ὑπὸ τοῦ Κλυτίου πέμπειν [ν] παρθένους καὶ ἠϊθέους εἰς Κόρινθον τοὺς μέλλοντας αὐτοῦ τὴν θυγατέρα καταθρηνήσειν. Οἱ δέ φασιν, ὅτι πλεῖστα δοκεῖ φύεσθαι ἐν τῇ Μεγαρέων σκόροδα· ἔνθεν τὴν παροιμίαν εἰρῆσθαι ἐπὶ τῶν προςποιητῶς δακρυόντων, παρόσον οἱ ἐμπιπλάμενοι τῶν σκορόδων ἀποδακρύουσι συνἐχῶς ὑπὸ τῆς δριμύτητος. Ὅθεν τὰ μὴ ἐκ παθῶν μηδὲ ἐκ βάθους δάκρυα, ἀλλ’ ἐξ ἐπιπολῆς, Μεγαρέων δάκρυα ἔλεγον,

Μετὰ Λέσβιον ᾠδόν: παροιμία. ταττομένη ἐπὶ τοῖς τὰ δεύτερα φερομένοις, ἐξ αἰτίας τοιᾶςδε· Λακεδαιμόνιοι στασιάζοντες μετεπέμψαντο κατὰ χρησμὸν τοῦ θεοῦ ἐκ Λέσβου τὸν μουσικὸν Τέρπανδρον· ἐλθὼν δὲ ἐκεῖνος, καὶ τῇ μουσικῇ χρώμενος, ἥρμοσεν αὐτῶν τὰς ψυχὰς καὶ τὴν στάσιν ἔπαυσεν. Εἴποτε οὖν μετὰ ταῦτα μουσικοῦ τινος ἤκουον οἱ Λακεδαιμόνιοι, ἐπεφώνουν, Μετὰ Λέσβιον ᾠδόν. Μέμνηται τῆς παροιμίας ταύτης Κρατῖνος ἐν Χείρωσι.

Μὴ σύ γε μελαμπύγου τύχοις: μή τινος ἀνδρείου καὶ ἰσχυροῦ τύχοις. Παροιμία δέ ἐστιν ἐντεῦθεν· Θείας τῆς Ὠκεανοῦ θυγατρὸς ἐγένοντο παῖδες δύο· οὗτοι τοὺς παριόντας βιαζόμενοι ἠδίκουν. Ἡ δὲ μήτηρ αὐτοῖς παρῄνει μηδὲν ἄδικον ποιεῖν, ἵνα μή τινος μελαμπύγου τυχόντες δίκην δώσουσιν. Ἐφέσταται οὖν αὐτοῖς Ἡρακλῆς, καὶ τοὺς πόδας αὐτῶν συνδήσας πρὸς ἀλλήλους καὶ

τῆς λεοντῆς ἐξαρτήσας κάτω † ἄρας ἐπέθηκε τοῖς ὤμοις αὐτοῦ· οἱ δὲ δασύτητα περὶ τῆν’ πυγὴν τοῦ Ἡρακλέους ὁρῶντες ἐγέλων, ἀναμνησθέντες τῆς μητρός. Πυθόμενος δὲ Ἡρακλῆς τὴν αἰτίαν τοῦ γέλωτος ἥσθη καὶ ἀπέλυσεν αὐτούς.

Μία λόχμη οὐ τρέφει δύο ἐριθάκους: ἐπὶ τῶν ἐκ μικροῦ τινος κερδαίνειν σπουδαζόντων. Ἐρίθακος δέ ἐστιν ὄρνεον μονῆρες καὶ μονότροπον.

Μία χελιδὼν ἔαρ οὐ ποιεῖ: παροιμιωδῶς τοῦτο, ὅτι Μία χελιδὼν ἔαρ οὐ ποιεῖ, Βούλεται δὲ εἰπεῖν, ὅτι μία ἡμέρα οὐκ ἐᾷ εἰς γνῶσιν ἐμβαλεῖν ἢ εἰς ἀμαθίαν,

Μωρότερος εἶ Μορύχου: αὕτη ἡ παροιμία λέγεται παρὰ τοῖς Σικελιώταις ἐπὶ τῶν εὔηθές τι διαπρασσομένων, ὥς φησι Πολέμων ἐν τῇ πρὸς Διόφιλον ἐπιστολῇ. Λέγεται δὲ οὕτως· Μωρότερος εἶ Μορύχου, ὃς τὰ ἔνδον ἀφεὶς ἔξω τῆς οἰκίας κάθηται. Μόρυχος δὲ Διονύσου ἐπίθετον, ἀπὸ τοῦ τὸ πρόςωπον αὐτοῦ μολύνεσθαι, ἐπειδὰν τρυγῶσι, τῷ ἀπὸ τῶν βοτρύων γλεύκει καὶ τοῖς χλωροῖς σύκοις· μορύξαι γὰρ τὸ μολῦναι. Καταγνωσθῆναι δὲ αὐτοῦ εὐήθειαν, παρόσον ἔξω τοῦ νεὼ τὸ ἄγαλμα αὐτοῦ ἐστι, παρὰ τῇ εἰςόδῳ ἐν ὑπαίθρῳ. Κατεσκεύασται δὲ ἀπὸ φελλάτα καλουμένου λίθου ὑπὸ Σιμμίου τοῦ Εὐπαλάμου.

Μύλλος πάντα ἀκούων: αὕτη τέτακται ἐπὶ τῶν

κωφότητα προςποιουμένων καὶ πάντα ἀκουόντων. Μέμνηται αὐτῆς Κρατῖνος ἐν Κλεοβουλίναις. Ἔστι δὲ καὶ κωμῳδιῶν ποιητὴς ὁ Μύλλος.

Μυσῶν λεία: παροιμία ἐπὶ τῶν κακῶς διαρπαζομένων. Οἱ γὰρ περίοικοι κατ’ ἐκεῖνον τὸν χρόνον τοὺς Μυσοὺς ἐληΐζοντο, ἕως ἦσαν ἄναρχοι. Ἐκεῖθεν οὖν ἐλέγετο ἡ Μυσῶν λεία.

Μᾶλλον ὁ Φρύξ: συναγαγὼν ὁ Κροῖσος, ὥς φασι, τοὺς σοφοὺς, ἠρώτα, τίνα εἰδεῖεν εὐδαιμονέστατον. Ἄλλου δὲ ἄλλον λέγοντος Αἴσωπος ὁ Φρὺξ, ὁ μυθοποιὸς, τοσοῦτον ἔφη τὸν Κροῖσον τῶν ἄλλων ὅσον καὶ τὴν θάλατταν τῶν ποταμῶν προέχειν. Ἀκούσας δὲ ὁ Κροῖσος, εἶπε· Μᾶλλον ὁ Φρύξ.

Μία Μύκονος: Νηλεὺς προςέταξε τοῖς ἑαυτοῦ παισὶν, Ἡγήτορι καὶ Ἱπποκλεῖ, τὰς νήσους καταστρέψασθαι. Χειρωσαμένου δὲ πολλὰς τοῦ Ἡγήτορος, Ἱπποκλέους δὲ μίαν τὴν Μύκονον, βουλομένου δὲ πασῶν ἔχειν τὸ μέρος, πέμψαντες ἠρώτησαν κοινῇ τὸν θεὸν, τίνες εἶεν τοὺ Ἡγήτοπος νήσοι· ὁ δὲ εἶπε, Μία Μύκονος.

Μὴ κίνει Καμάριναν: φασὶν εἶναι λίμνην τῇ πόλει τῇ Καμαρίνῃ, ὁμώνυμον ταύτῃ, ἣν οἱ Καμαριναῖοι, μετοχετεῦσαι εἰς τὸ πεδίον βουλόμενοι, ἐχρήσαντο τῷ θεῷ· ὁ δὲ εἶπε, Μὴ κίνει Καμάριναν. Οἱ δὲ παρακούσαντες τοῦ χρησμοῦ ἐβλάβησαν. Κἀκεῖθεν ἡ παροιμία εἴρηται ἐπὶ τῶν βλαβερῶς τι ποιεῖν ἑαυτοῖς μελλόντων. Τινὲς δέ φασι φυτὸν δυςῶδες εἶναι τὴν καμάριναν, οὗ τοὺς κλάδους διασειομένους ἀηδέστερον ὄζειν.

Μέτρῳ ὕδωρ πίνοντες, ἀμετρὶ δὲ μᾶζαν ἔδοντες: οὗτος ὁ στίχος εἰς παροιμίαν περιέστη ἔκ τινος χρησμοῦ, ὃν ἀνεῖλεν ὁ θεὸς Συθαρίταις· ὑβρισταὶ γὰρ ὄντες καὶ ἀμετροπόται ἀπώλοντο ὑπὸ Κροτωνιατῶν. Τοῖς οὖν διαφυγοῦσιν αὐτῶν οὕτως ἐχρήσθη.

Μέγα φρονεῖ μᾶλλον, ἢ Πηλεὺς ἐπὶ τῇ μαχαίρᾳ:

μέμνηται ταύτης Ἀνακρέων, καὶ Πίνδαρος ἐν Νεμεονίκαις. Φασὶ δὲ αὐτὴν ὑπὸ Ἡφαίστου γενομένην δῶρον Πηλεῖ σωφροσύνης ἕνεκα παρὰ θεῶν δοθῆναι, ᾗ χρώμενος πάντα κατώρθου καὶ ἐν ταῖς μάχαις καὶ ἐν ταῖς θήραις.