Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Κάκιον Βάβυς αὐλεῖ: τάττουσι ταύτην ἐπὶ τῶν κατὰ τὸ χεῖρον ἀσκούντων. Φασὶ δὲ ὅτι ὁ Βάβυς ἀδελφὸς ἦν Μαρσύου, ὃν Ἀπόλλων ὑπερτενῆ κρεμάσας ἐκ πίτυος ἐξέδειρεν, ἐρίσαντα αὐτῷ περὶ μουσικῆς. Βουλόμενος

δὲ καὶ τὸν Βάβυν ἀνελεῖν, Ἀθηνᾶς ὑποθεμένης, ὡς ἀφνῶς τῷ αὐλῷ χρᾶται, ἀφῆκεν αὐτόν. Ὅθεν εἰς παροιμίαν προήχθη, ὅτι Κάκιον Βάβυς, αὐλεῖ.

Κακοῦ κόρακος κακὸν ὠόν: τὴν παροιμίαν ταύτην οἱ μὲν ἀπὸ τοῦ πτηνοῦ ζώου φασὶν εἰρῆσθαι, ὅτι οὔτε αὐτὸς βρωτός ἐστιν, οὔτε τὸ ὠὸν ὃ ἔχει. Οἱ δὲ, ἀπὸ Κόρακος τοῦ Συρακουσίου ῥήτορος, πρώτου διδάξαντος τέχνην ῥητορικήν. Ὑπὸ γὰρ τούτου, ὡς φασί, μαθητὴς Τισίας ὀνόματι μισθὸν ἀπαιτούμενος καὶ εἰςαγόμενος εἰς τὸ δικαστήριον, εἶπε πρὸς τὸν Κόρακα· Εἰ μέν με νικήσεις, ὦ Κόραξ, οὐδὲν μεμάθηκα, καὶ οὐ λήψῃ τί· εἰ δ’ ἡττηθήσῃ, οὐ κομιῇ τὸν μισθὸν ὡσαύτως. Θαυμάσαντες οὖν οἱ δικασταὶ τὸ σόφισμα τοῦ νεανίσκου ἐπεφώνησαν, Κακοῦ κόρακος κακὸν ὠόν. Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν πονηρῶν πονηρὰ ποιούντων.

Κυθνώλεις συμφοραί: τοῦτο εἰς παροιμίαν ἦλθε διὰ τὰ Κυθνίοις συμβάντα. Φησὶ γὰρ Ἀριστοτέλης οὕτως κακῶς αὐτοὺς διατεθῆναι ὑπὸ Ἀμφιτρύωνος, ὥστε τὰς μεγάλας συμφορὰς Κυθνώλεις καλεῖσθαι.

Λαγὼς καθεύδων: παροιμία ἐπὶ τῶν προςποιουμένων καθεύδειν.

Λαγὼς τὸν περὶ τῶν κρεῶν τρέχων: δειλὸν ἄγαν τὸ ζῶον· ὅθεν καὶ Ῥηγῖνος λαγὼς ἐλέχθη, καὶ γὰρ τοὺς Ῥηγίνους ἐπὶ δειλίᾳ ἐκωμῴδουν. Παρομία δέ τις ἐστὶν, Ὁ λαγὼς τὸν περὶ τῶν κρεῶν τρέχει, ἐπὶ τῶν διακινδυνευόντων ταῖς ψυχαῖς καὶ πρὸς τοῦτο καρτερῶς ἀγωνιζομένων τασσομένη.

** Λέρνη κακῶν: παροιμία τίς ἐστιν Ἀργολικὴ, ἣν ἀποδιοπομπούμενοι ἔλεγον. Τὰ γὰρ ἀποκαθάρματα εἰς τοῦτο τὸ χωρίον ἐνέβαλλον, * * * διὰ τὸ σύμμικτον εἶναι καὶ παντοδαπὸν ὄχλον ἔχειν. Ἀκριβέστερον δ’ ἄν τις τὴν παροιμίαν φαίη ἀπό τινος ἱστορίας διαδεδόσθαι. Δαναὸς γὰρ ἱστορεῖται τὰς τῶν Αἰγυπτιαδῶν κεφαλὰς αὐτόθι καταθεῖναι· καὶ ἐξ ἐκείνου τοῦ παρανομήματος ἡ παροιμέα ἐλέχθη. Ἴσως δὲ καὶ εἰς ὕβριν αὐτῶν ὁ Δαναὸς ἐκελεύσατο ἐκεῖ τὰ καθάρσια βάλλεσθαι. [ἢ ἀπὸ τῆς ὕδρας τῆς πολυκεφάλου ἐν αὐτῇ γενομένης.]

Λευκηπατίας: Κλέαρχος ἐν τῷ περὶ Βίων φησὶ συμβαίνειν τὶ περὶ τὸ ἦπαρ ἐπί τινων, ὃ δειλοὺς ποιεῖ· εἰρῆσθαι οὖν ἐπὶ τῶν τοιούτων τὴν παροιμίαν.

Λεσβίων ἀξία: παροιμία ἐπὶ τῶν ἀπράκτων.

Δευκὴ στάθμη: ἐπὶ τῶν μηδὲν συνιέντων ἡ παροιμία ἐλέγετο, Ἐν λευκῷ λίθῳ λευκὴ στάθμη. Ἐν γὰρ τοῖς λευκοῖς λίθοις λευκαὶ στάθμαι οὐδὲν δύνανται δεικνύναι, καθάπερ ἡ διὰ τῆς μίλτου. Στάθμη δὲ ἐστὶ σπάρτος τεκτονική.

Ἀήθαργος κύων: ὁ προςσαίνων μὲν, λάθρα δὲ

δάκνων. Καὶ τῶν ἵππων οἱ νωθροὶ λαίθαργοι. Καὶ πάθος τι σὺν πυρετῷ.

Λήμνιον κακόν: παροιμία, ἣν διαδοθῆναι φᾶσὶν ἀπὸ τῶν παρανομηθέντων εἰς τοὺς ἄνδρας ἐν Λήμνῳ ὑπὸ τῶν γυναικῶν. Ἢ διὰ τὸ τὰς ἁρπαγείσας ὑπὸ Πελασγῶν ἐκ τῆς Ἀττικῆς γυναῖκας εἰς Δῆμνον ἀπαχθῆναι· ἃς ἀποτεκούσας τρόπους τε τῶν Ἀθηναίων διδάξαι τοὺς παῖδας καὶ γλῶτταν· τούτους δὲ τιμωρεῖν ἀλλήλοις καὶ τῶν ἐκ τῶν Θρᾳσσῶν γεγενημένων ἐπικρατεῖν· τοὺς δὲ Πελασγοὺς ἐπὶ τούτῳ ἀχθομένους κτεῖναι αὐτοὺς καὶ τὰς μητέρας αὐτῶν. Ἢ διὰ τὴν δυςωδίαν τῶν Λημνιάδων γυναικῶν τὴν παροιμίαν διαδοθῆναι.

Λημνίᾳ χειρί: ὠμῇ καὶ παρανόμῳ, ἀπὸ τῆς παρανομίας αὐτῶν.

Λούσαιο τὸν Πελίαν: αὕτη ἡ παροιμία παρήχθη ἐκ τῶν συμβεβηκότων τῷ Πελίᾳ· ὃν αἱ θυγατέρες αὐτοῦ εἰς λέβητα ζέοντα καθῆκαν, ἐξαπατηθεῖσαι ὑπὸ Μηδείας, ὡς νέον ποιήσουσαι, καὶ οὕτως αὐτὸν δαπανηθέντα

ἀπώλεσαν. Πελίας γὰρ Ἰωλκοῦ ἐβασίλευσεν, ᾧ χρωμένῳ περὶ τῆς βασιλείας ἐθέσπισεν ὁ θεὸς τὸν μονοσάνδαλον φυλάξασθαι. Τὸ μὲν οὖν πρῶτον ἠγνόει τὸν χρησμὸν, αὖθις δὲ ὕστερον ἐπέγνω. Τελῶν γὰρ τῷ Ποσειδῶνι θυσίαν, ἄλλους τε πολλοὺς ἐπὶ ταύτῃ καὶ τὸν Ἰάσονα μετεπέμψατο. Ὁ δὲ ἐν τοῖς χωρίοις διατελῶν ἔσπευδεν ἐπὶ τὴν θυσίαν. Διαβαίνων δὲ ποταμὸν Ἄναυρον, ἐξῆλθε μονοσάνδαλος, τὸ ἕτερον ἀπολέσας ἐν τῷ ὕδατι πέδιλον. Θεασάμενος δὲ Πελίας αὐτὸν, καὶ τὸν χρησμὸν συμβαλὼν ἠρώτα προςελθὼν, Τί ἂν ἐποιήσας ἐξουσίαν ἔχων, εἰ λόγιον ἦν σοι πρός τινος φονευθήσεσθαι τῶν πολιτῶν; Ὁ δὲ, Τὸ χρυσόμαλλον δέρας, ἔφη. προςέταττον ἂν φέρειν αὐτῷ. Τοῦτο Πελίας ἀκούσας, εὐθὺς ἐπὶ τὸ δέρας ἐλθεῖν ἐκέλευσεν αὐτόν. Τοῦτο δὲ ἐν Κόλχοις ἦν Ἄρει ἀνατεθειμένον· ἐφρουρεῖτο δὲ ὑπὸ δράκοντος ἀΰπνου. Ἐπὶ τοῦτο πεμπόμενος Ἰάσων, ναῦν κατεσκεύασε πεντηκόντορον, τὴν οὕτω κληθεῖσαν Ἀργὼ, ἀπὸ τοῦ ταύτην τεκτηναμένου Ἄργου. Καὶ τοὺς ἀρίστους τῆς Ἑλλάδος συναθροίσας ἀπέπλευσε. Καταλαβὼν δὲ εἰς Κόλχους Αἰήτην παρεκάλει τὸν τῆς Κολχικῆς βασιλεύοντα γῆς δοῦναι τὸ δέρας αὐτῷ. Τοῦ δὲ ἀπαρνουμένου τὴν δόσιν, Μήδεια ἡ τούτου θυγάτηρ ἔρωτα ἴσχει Ἰάσονος, καὶ αὐτῷ ἐπαγγέλλεται τὸ δέρας ἐγχειρίσασθαι, εἰ ὀμόσει αὐτὴν ἕξειν γυναῖκα καὶ εἰς Ἑλλάδα σύμπλουν ἀγάγηται. Ὀμόσαντος δὲ Ἰάσονος, νυκτὸς ἐπὶ τὸ δέρας Μήδεια τοῦτον ἤγαγε, καὶ τὸν φυλάσσοντα δράκοντα κατακοιμίσασα τοῖς φαρμάκοις, μετὰ Ἰάσονος ἔχουσα τὸ δέρας ἐπὶ τὴν Ἀργὼ παραγίνεται. Συνείπετο δὲ αὐτῇ καὶ ὁ ἀδελφὸς Ἄψυρτος. Οἱ δὲ νυκτὸς μετὰ τούτων ἀνήχθησαν. Αἰήτης δὲ ἐπιγνοὺς τὰ τῇ Μηδείᾳ τετολμημένα, ὥρμησε τὴν ναῦν διώκειν. Ἰδοῦσα δὲ αὐτὸν πλησίον ὄντα Μήδεια, τὸν ἀδελφὸν φονεύει, καὶ μελίσασα κατὰ τοῦ βυθοῦ ῥίπτει. Συναθροίζων δὲ Αἰήτης τὰ τοῦ παιδὸς μέλη τῆς διώξεως ὑστέρησεν. Ὑποστρέψας οὖν ὁ Ἰάσων εἰς Ἰωλκὸν, τὸ μὲν δέρας Πελίᾳ δίδωσι, περὶ ὧν
δὲ ἠδικήθη μετελθεῖν ἐθέλων, παρεκάλει Μήδειαν ὅπως Πελίας αὐτῷ δίκας ὑφέξει. Ἡ δὲ πείθει τὰς θυγατέρας αὐτοῦ τὸν πατέρα καθεψῆσαι, ὑποσχομένη ποιῆσαι νέον. Καὶ τοῦ πιστεῦσαι χάριν, κριὸν μελίσασα καὶ καθεψήσασα, ἐποίησεν ἄρνα. Αἱ δὲ πιστεύσασαι τὸν πατέρα εἰς λέβητα ζέοντα ἐμβαλοῦσαι καθέψουσιν.

Ἐλούσαντο δὲ καὶ ἄλλοι πολλοὶ κακῶς. Μάγαν μὲν γὰρ τὸν τοῦ Φιλοπάτορος ἀδελφὸν ὁ Θεόγος λουόμενον καθήψησε, ζέοντα λέβητα ἐπικλύσας αὐτῷ. Μίνῳ δὲ τῷ Κρητῶν βασιλεῖ αἱ Κωκάλου θυγατέρες ἐπέχεαν ζέουσαν πίσσαν. Δαίδαλον γὰρ σὺν Ἰκάρῳ τῷ παιδὶ καθεῖρξε Μίνως ἐν τῷ Λαβυρίνθῳ, δι’ ὅπερ εἰργάσατο μύσος ἐπὶ τῷ τῆς Πασιφάης ἔρωτι τῷ πρὸς τὸν ταῦρον. Ὁ δὲ πτερὰ κατασκευάσας ἑαυτῷ καὶ τῷ παιδὶ, ἐξῆλθε τοῦ Λαβυρίνθου, καὶ ἀναπτάμενος ἔφυγε σὺν Ἰκάρῳ. Ἰκάρου μὲν οὖν μετεωρότερον φερομένου, καὶ τῆς κόλλης ὑπὸ τοῦ ἡλίου τακείσης, αἱ πτέρυγες διελύθησαν. Καὶ οὗτος μὲν εἰς τὸ. ἀπ’ ἐκείνου κληθὲν Ἰκάριον πέλαγος καταπίπτει, Δαίδαλος δὲ διασώζεται. Ὁ Μίνως οὖν ἐδίωκε Δαίδαλον, καὶ καθ’ ἑκάστην χώραν ἐρευνῶν ἐκόμιζε κόχλον, καὶ πολὺν ὑπισχνεῖτο δοῦναι μισθὸν τῷ διὰ τοῦ κοχλίου λίνον διείραντι, διὰ τούτου νομίζων εὑρήσειν Δαίδαλον. Ἐλθὼν δὲ εἰς Κώκαλον, παρ’ ᾧ Δαίδαλος ἐκρύπτετο, δείκνυσι τὸν κοχλίαν. Ὁ δὲ λαβὼν, ἐπηγγέλλετο διείρειν, καὶ Δαιδάλῳ δίδωσιν· ὁ δὲ ἐξάψας μύρμηκος λίνον, καὶ τρήσας τὸν κοχλίαν, εἴασε δι’ αὐτοῦ διελθεῖν. Λαβὼν δὲ Μίνως τὸν λίνον διειρμένον, ἤσθετο εἶναι παρ’ ἐκείνῳ τὸν Δαίδαλον, καὶ εὐθέως ἀπῄτει. Κώκαλος δὲ ὑποσχόμενος δώσειν, ἐξένισεν αὐτόν. Ὁ δὲ λουσάμενος ὑπὸ τῶν Κωκάλου θυγατέρων ἀνῃρέθη, ζέουσαν πίσσαν ἐπιχεαμένων αὐτῷ.

Λιμοῦ πεδίον: αὕτη τάττεται ἐπὶ τῶν ὑπὸ λιμοῦ πιεζομένων πόλεων· τόπος γάρ ἐστιν οὕτω καλούμενος. Καὶ λέγουσιν ὅτι λιμοῦ ποτὲ κατασχόντος, ἔχρησεν ὁ θεὸς ἱκετηρίαν θέσθαι καὶ τὸν Λιμὸν ἐξιλεώσασθαι. Οἱ δὲ Ἀθηναῖοι ἀνῆκαν αὐτῷ τὸ ὄπισθεμ τοῦ πρυταΛιμῷ νείου πεδίον.

Μηλίῳ: παροιμία· ἐπεὶ Ἀθηναῖοι ἐκάκωσαν Μηλίους πολιορκοῦντες ἐν λιμῷ, ὡς Θουκυδίδης ἐν τῇ ε.

Λίνδιοι τὴν θυσίαν: παροιμία ἐπὶ τῶν δυςφήμως ἱερουργούντων. Ἀπὸ Ἡρακλέους ἐν Λίνδῳ βοῦν ἀποσπάσαντος γεωργοῦ καὶ θοινησαμένου, τοῦ δὲ γεωργοῦ λοιδορουμένου αὐτόν. Ὅθεν καὶ Λίνδιοι κατὰ χρησμὸν οὕτω θύουσιν Ἡρακλεῖ λοιδορούμενοι.

Λίνον λίνῳ συνάπτεις: παροιμία ἐπὶ τῶν τὰ αὐτὰ πρασσόντων.

Λοκρῶν σύνθημα: παροιμία· τάττεται δὲ ἐπὶ τῶν παρακρουομένων. Λοκροὶ γὰρ τὰς συνθήκας τὰς πρὸς τοὺς Πελοποννησίους προδόντες μετὰ τῶν Ἡρακλειδῶν ἐγένοντο. Ἀναβιβάζει δὲ τοὺς χρόνους. Οἱ δὲ, ὅτι τοὺς Σικελοὺς ἠπάτησαν παραλογισάμενοι.

Λυδὸς τὴν θύραν ἔκλεισεν: παροιμία ἐπὶ τῶν μωροκλεπτῶν.

Λυκεῖον ποτόν: ἤτοι ἀπὸ κρήνης τῆς *** ἀπὸ Ἀπόλλωνος ἐτίθει, καὶ τόπου. Προπερισπωμένως δέ. Ἦσαν δὲ αἱ ἀναδοθεῖσαι κρῆναι, ἡ μὲν οἴνου, ἡ δὲ μέλιτος, ἐν αἷς συνέβαινε τὰ πτηνὰ προςίζειν καὶ τοξεύεσθαι.

Λύκος περὶ φρέαρ χορεύει: παροιμία ἐπὶ τῶν ἀσχολουμένων περί τι μάτην. Καὶ γὰρ ὁ λύκος ἄπρακτος περίεισιν, ὅταν διψήσῃ, μὴ δυνάμενος δὲ πιεῖν, τὸ φρέαρ

περιέρχεται. Ἀλλὰ καὶ διώκοντος αὐτοῦ τὶ, ἐὰν τὸ διωκόμενον ἐμπέσῃ εἰς φρέαρ, περίεισι καὶ τηνικαῦτα τὸ φρέαρ μηδὲν ἀνύων.