Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Κουρήτων στόμα: ἐδόκουν γὰρ εἶναι οὗτοι μάντεις· οἷον, Θεσπίῳδὸν στόμα.

Κρητίζειν: ἐπὶ τοῦ ψεύδεσθαι καὶ ἀπατᾶν ἔτατλον τὴν λέξιν, καὶ φασὶν ἀπὸ τοῦ Ἰδομενέως τοῦ Κρητὸς τὴν παροιμίαν διαδοθῆναι. Λέγεται γὰρ διαφορᾶς ποτὲ γενομένης τοῖς ἐν Τροίᾳ Ἕλλησιν περὶ τοῦ μείζονος, καὶ

πάντων προθυμουμένων τὸν συναχθέντα χαλκὸν ἐκ τῶν λαφύρων πρὸς ἑαυτοὺς ἀποφέρεσθαι, γενόμενον κριτὴν τὸν Ἰδομενέα, καὶ λαβόντα παρ’ αὐτῶν τὰς ἐνδεχομένας πίστεις ἐφ’ ᾧ κατακολουθῆσαι τοῖς κριθησομένοις, ἀντὶ πάντων τῶν ἀριστέων ἑαυτὸν προτάξαι. Διὸ λέγεσθαι τὸ Κρητίζειν.

Κριὸς τροφεῖ’ ἀπέτισεν: ἡ παροιμία ἐπὶ τῶν ἀχαρίστων, ἐπεὶ τὰς φάτνας πλήττουσιν οἱ κριοί. Λέγεται γὰρ ὡς εἴρηται ἐπὶ τῶν ἀχαρίστων τοῖς εὖ προςδιατεθεῖσι, Κριὸς τὰ τροφεῖα. Καὶ γὰρ τοὺς κριοὺς ἐκτραφέντας τύπτειν τοὺς θρέψαντας καὶ ἔτι τρέφοντας. Μέμνηται αὐτῆς Μένανδρος.

Κίσσαμις Κῷος: οὗτος ἦν πολυθρέμματος· τούτῳ φασὶν ἔγχελυν ἐπιφαινομένην κατ’ ἔτος τὸ κάλλιστον τῶν προβάτων ἁρπάζειν, καὶ τὸν Κίσσαμιν ἀνελεῖν αὐτήν· φαινομένην δὲ αὐτῷ κατ’ ὄναρ, κελεῦσαι καταθάψαι αὐτήν· τὸν δὲ μὴ φροντίσαντα, παγγενεὶ ἀπολέσθαι.

Κανθάρου σοφώτερος: ἡ παροιμία εἴρηται ἐπὶ τῶν πονηρῶν καὶ κακούργων· ἐπειδή τις Ἀθήνησι κάπηλος Κάνθαρος καλούμενος, ἐπὶ πονηρίᾳ καὶ προδοσίᾳ θανάτου ἐζημιώθη· [οἱ δὲ κάπηλον ὄντα φασὶν ἀπερισκέπτως ἐπιθέσθαι τυραννίδι καὶ ἀπολέσθαι. Οἱ δὲ παρὰ

τὸ ζῶον, παρόσον κάνθαρος ἐγκυλίων ἑαυτὸν τῇ κόπρῳ καὶ ἐπὶ τὴν καλιὰν ἀνερχόμενος τοῦ ἀετοῦ ἐκκυλίει αὐτοῦ τὰ ὠά.]

Κωφότερος κίχλης: ταύτης Εὔβουλος ἐν Διονυσίῳ μέμνηται. Φασὶ γὰρ κωφεύειν τὸ ζῶον.

Κέρδος αἰσχύνης ἄμεινον· ἕλκε μοιχὸν εἰς μυχόν; ταύτης μέμνηται Καλλίας ἐν Ἀταλάντῃ.

Κωφότερος τοῦ Τορωναίου λιμένος: λιμήν ἐστι περὶ Τορώνην τῆς Θρᾴκης· στενὰς δὲ ἔχει καὶ μακρὰς τὰς ἀπὸ τοῦ πελάγους κατάρσεις, ὡς μὴ ἀκούεσθαι τοῖς ἐν αὐτῷ τὸν τῆς θαλάττης ἦχον.

Κρωβύλου ζεῦγος: παροιμία ἐπὶ τοῖς ὑπερβαλλούσῃ πονηρίᾳ κεχρημένοις ταττομένη. Μετενήνεκται δὲ ἀπὸ πορνοβοσκοῦ τινὸς Κρωβύλου, ἑταίρας κτησαμένου δύο, ὡς μὴ μόνον ἐπὶ ταύταις πολλοὺς τῶν νέων λυμαίνεσθαι, ἀλλὰ καὶ ἐξ ὧν ἔκλεπτεν [ἐλυμαίνετο]. Τοὺς οὖν ἴσους τῇ ἐκείνου πονηρίᾳ ὡς δύνασθαι συζευχθῆναι

αὐτῷ Κρωβύλου ζεῦγος ἔλεγον. Ἢ διὰ τὸ εἶναι δύο τὰς ἑταίρας.

Κύδος: λοιδορία, κακολογία. Καὶ Κυδάζειν τὸ λοιδορεῖν καὶ κακολογεῖν. Ἡ δὲ πρώτη συλλαβὴ βραχέως ἐκφέρεται. Καὶ ὅταν λοιδορίαν ἐκτίσῃ τὶς ἐπὶ μηδενὶ ἀξίῳ συκοφαντουμένοις, παροιμιωδῶς λέγεται Κύδους ἐκτετικέναι.

Κυζικηνοὶ στατῆρες: διεβεβόηντο οὗτοι ὡς εὖ κεχαραγμένοι. Πρόςωπον δὲ ἦν γυναικεῖον ὁ τύπος Μητρὸς θεῶν· ἐπὶ δὲ θατέρου, προτομὴ λέοντος.

Κυθωνύμου αἶσχος: αἰσχρὸν κλέος ἔχοντος· ἢ οὗ ἄν τις ἐπικρύψειε τὸ ὄνομα διὰ τὰς συμφορὰς καὶ τὰς πράξεις, ἢ δυςωνύμου, ἢ περιβοητοῦ περὶ τὰς πράξεις, ἢ ἀξίου κεκρύφθαι.

Κύων ἐπὶ δεσμά: παροιμία ἐπὶ τῶν ἑαυτοὺς εἰς κολάσεις ἐπιδιδόντων· καὶ, Βοῦς ἐπὶ δεσμά.

Κῷος Χίῳ: ὁ Κῷος ἀστράγαλος ἠδύνατο ἕξ. Παροιμία δέ ἐστι Χῖος πρὸς Κῷον. Ὁ μὲν γὰρ Χῖος ἠδύνατο ἓν, ὁ δὲ Κῷος ἕξ.

Κωρυκαῖος ἠκροάζετο: ταύτης Μένανδρος μέμνηται ἐν τῷ Ἐγχειριδίῳ. Πειραταὶ γὰρ περὶ Κώρυκον τῆς Παμφυλίας ἦσαν, καί τινες τῶν ἐκ Κωρύκου συμπράττοντες

αὐτοῖς περιειργάζοντο τῶν πλεόντων τὰ φορτία καὶ τὸν καιρὸν καθ’ ὃν μέλλοιεν πλεῖν, καὶ τοῖς πειραταῖς ἐμήνυον. Τοῦτο μαθόντες οἱ ἔμποροι, ἔκρυπτον τὰ πολλά. Ἐπεὶ δὲ καὶ οὕτω τοῖς πειραταῖς ἐγεγόνει, ἐκράτησεν ἡ παροιμία ἐπὶ τῶν δοκούντων μὲν λάθρα πράττεσθαι, εἰς γνῶσιν δὲ ἐρχομένων.

Καὶ σφάκελοι ποιοῦσιν ἀτέλειαν: Πεισίστρατος, ὡς φασὶν, ὁ τύραννος δεκάτην τῶν γεωργουμένων ἀπῄτει τοὺς Ἀθηναίους. Παριὼν δέ ποτε, καὶ ἰδὼν πρεσβύτην πέτρας ἐργαζόμενον καὶ τόπους λιθώδεις, ἤρετο τὸν πρεσβύτην, τίνας ἐκ τῶν τόπων κομίζοιτο τοὺς καρπούς· ὁ δὲ ἀπεκρίνατο, Ὀδύνας καὶ σφακέλους, καὶ τούτων δεκάτην Πεισίστρατος φέρει. Θαυμάσας δὲ ὁ Πεισίστρατος τὴν παῤῥησίαν αὐτοῦ τῆς δεκάτης ἀτέλειαν ἔδωκε. Καὶ ἐκ τούτου οἱ Ἀθηναῖοι τῇ παροιμίᾳ ἐχρήσαντο.

Κύρβεις κακῶν: Κύρβεις καλοῦνται παρὰ τοῖς Ἀθηναίοις σανίδες τρίγωνοι, ἐν αἷς τοὺς νόμους ἀνέγραφον, καὶ τὰς κατὰ τῶν ἀδικούντων τιμωρίας. Ἐπὶ τοίνυν τῶν σφόδρα πονηρευομένων ἡ παροιμία εἴρηται.

Κλαίει ὁ νικήσας, ὁ δὲ νικηθεὶς ἀπόλωλεν: αὕτη παρῆλθεν ἐκ χρησμοῦ Σιβύλλης τῆς Ἐρυθραϊκῆς.

Περὶ γὰρ Φιλίππου μαντευομένη μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην τὸ ἔπος εἶπεν. Ἐπειδὴ οἱ μὲν Ἀθηναῖοι καὶ οἱ θηβαῖοι ἡττηθέντες ἀπώλοντο, Φίλιππος δὲ νικήσας μετὰ τὴν μάχην εὐθὺς ὑπὸ Παυσανίου διεφθάρη.

Κοινὰ τὰ φίλων: Τίμαιος φησὶν ὅτι προςιόντας Πυθαγάρᾳ μαθητὰς περὶ τὴν Ἰταλίαν ἔπειθεν ὁ φιλόσοφος κοινὰς τὰς οὐσίας ποιεῖσθαι. Ὅθεν εἰς παροιμίαν ἡ συμβουλὴ τοῦ Πυθαγόρα ἦλθεν.

Κέλμις ἐν σιδήρῳ: αὕτη τάττεται ἐπὶ τῶν σφόδρα ἑαυτοῖς πιστευσάντων, ὅτι ἰσχυροὶ καὶ δυσχείρωτοι πεφύκασι. Κέλμις γὰρ εἷς τῶν Ἰδαίων Δακτύλων τὴν μητέρα Ῥέαν ὑβρίσας, καὶ μὴ ὑποδεξάμενος *** ὑπὸ τῶν ἀδελφῶν εὐμενῶς ἐν τῇ Ἴδῃ, ἀφ’ οὗ ὁ στερεώτατος ἐγένετο σίδηρος. Μέμνηται τῆς ἱστορίας Σοφοκλῆς ἐν Σατύροις.