Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἵππῳ γηράσκοντι τὰ μείονα κύκλ’ ἐπίβαλλε: ταύτης μέμνηται Κράτης ὁ κωμικὸς Συμίοις. Τάττεται δὲ ἐπὶ τῶν διὰ γῆρας ῥᾳστώνης δεομένων τινὸς καὶ ἀναπαύλης. Εἴρηται δὲ ἀπὸ στρατιωτικῶν ἵππων, οἷς γηράσκουσιν ἐπέβαλλον τὸ καλούμενον τρυσίππιον· ἔστι δὲ τοῦτο σιδηροῦς τροχίσκος, (οἱονεὶ δημόσιος ὡς χαρακτὴρ τροχίσκος) ὃν ἐκπυροῦντες ἐπέβαλον ταῖς σιαγόσι τῶν ἵππων.

Ἱππάρχων πίναξ: ἐπεὶ παρὰ Συρακουσίοις οἱ ἵππαρχοι ἐν πίναξι τὰ ὀνόματα γρόφοντες τῶν ἀτακτούντων παρεσημειοῦντο.

Ἰλιὰς κακῶν; ἀπὸ παροιμίας τοῦτο ἐλέγετο ἐπὶ τῶν μεγάλων κακῶν· παρόσον ἐν Ἰλίῳ μυρία κακὰ συνέβη γενέσθαι.

Ἰστίᾳ θύει: ἡ παροιμία τέτακται ἐπὶ τῶν μηδενὶ ῥᾳδίως μεταδιδόντων. Δι’ ἔθους γὰρ ἦν τοῖς παλαιοῖς, ὁπότε ἔθυον Ἱστίᾳ, μηδενὶ μεταδιδόναι τῆς θυσίας. Μέμνηται ταύτης Θεόπομπος ἐν Καπηλίσιν.

Καδμεία νίκη: περὶ ταύτης τῆς παροιμίας ἄλλοι ἄλλως λέγουσιν. Ἀποδιδόασι δὲ ταύτην ἐπὶ τῆς ἀλυσιτελοῦς νίκης, οἱ μὲν, ὅτι [ἐπεὶ] Ἐτεοκλῆς καὶ Πολυνείκης μονομαχοῦντες ἀμφότεροι ἀπώλοντο· οἱ δὲ, ὅτι Καδμεῖοι νικήσαντες τοὺς Ἀργείους, τοὺς μετὰ Ἀδράστου στρατεύσαντας, δίκην ἔδοσαν ἱκανὴν τοῖς ἀπογόνοις αὐτῶν· ἄλλοι, ὅτι τὸ Σφιγγὸς αἰνίγμα συνεὶς Οἰδίπους καὶ νικήσας αὐτὴν, ἀγνοῶν ἔγημε τὴν ἑαυτοῦ μητέρα· εἶτα ἐξετύφλωσεν ἑαυτὸν, ὥστε μὴ· λυσιτελῆσαι τὴν νίκην αὐτῷ· ἄλλοι δέ τινες, ὅτι τὰ ἐκ Φοινίκης γράμματα βουλόμενος διαδοθῆναι τοῖς Ἕλλησι Κάδμος, ἀνεῖλε Λίνον καὶ αὐτὸν ἴδια γράμματα ἐπιδεικνύμενον, ὃν ἀπεδίωξαν οἱ πολῖται. Διὰ τὸ μὴ λυσιτελῆσαι τοίνυν αὐτῷ τὴν νίκην, λέγεσθαι τὴν τοιαύτην παροιμίαν.

Κάθαμμα λύεις: παροιμία ἐπὶ τῶν δύςλυτόν

τι λύειν ἐπιχειρούντων. Λόγιον γὰρ τοῖς Φρυξὶν ἐκπεπτώκει περὶ τῆς κομισάσης τὸν Μίδαν ἁμάξης, εἴ τις ἐπιλύσειε τὸν δεσμὸν, τοῦτον τῆς Ἀσίας ἄρξειν. ἈλέξανΚάμπιος δρόμος: δρος δὲ ἔλυσεν.

δρόμοι τινὲς ἦσαν κάμπιοι, οὐκ εὐθεῖς καὶ ἁπλοῖ, ἀλλὰ καμπὰς ἔχοντες.

Καρπάθιος τὸν λαγών: παροιμία, » Καρπάθιος τὸν λαγών. « Διὰ γὰρ τὸ μὴ εἶναι λαγὼς ἐν τῇ χώρᾳ, ἐπηγάγοντο αὐτοί· καὶ τοσοῦτοι ἐγένοντο, ὥστε τὸν σῖτον καὶ τὰς ἀμπέλους αὐτῶν ὑπ’ αὐτῶν βλαβῆναι. Ὁ γοῦν Ἀρχίλοχος ταύτην τὴν παροιμίαν ἔφη.

Κερκυραία μάστιξ: περιττήν τινα κατασκευὴν εἶχον αἱ ’Κερκυραῖαι μάστιγες, διὸ καὶ εἰς παροιμίαν παρῆλθον. Οἱ δὲ καὶ διπλᾶς αὐτὰς ἔφασαν εἶναι, εἶχον δὲ καὶ ἐλεφαντίνας κώπας καὶ τῷ μεγέθει περιτταὶ ἦσαν. Ὑπερηφάνους γὰρ εὐπραγοῦντας τοὺς Κερκυραίους φησὶν Ἀριστοτέλης γενέσθαι.

Κερκωπίζειν: ἡ παροιμία ἀπὸ τῶν προςσαινόντων τῇ κέρκῳ ζώων μετενήνεκται. Ἄμεινον δὲ ἀπὸ τῶν Κερκώπων, οὓς περὶ τὴν Λυδίαν ἱστοροῦσιν ἀπατηλοὺς σφόδρα καὶ ἀηδεῖς γενέσθαι· παρ’ ὃ καὶ ἀπολιθωθῆναι αὐτούς· καὶ Ἡρακλεῖ δὲ ἐνοχλήσαντας, ὅτε παρ’ Ὀμφάλῃ ἦν, κολασθῆναι [καὶ εἰς πιθήκους δὲ αὐτοὺς μεταβάλλειν ὁ Ξεναγόρας φησίν.]

Κέσκον οἰκεῖς: πόλις Παμφυλίας ἀνοήτων. Ὅθεν καὶ παροιμία γέγονε, Κέσκον οὐκ ἔχουσα, ἐπὶ τῶν νοῦν μὴ ἐχόντων.

Κεστρεὺς νηστεύει: παροιμία ἐπὶ τῶν πάνυ λαιμάργων. Τοιοῦτον γάρ ἐστιν ἄπληστον ὁ κεστρεὺς, ὡς ἐκ τούτου τοὺς κεχηνότας καὶ πίνοντας κεστρεῖς ἔλεγον, ὡς λαιμάργους. Ἄλλοι δὲ φασὶ τὴν παροιμίαν ἐπὶ τῶν δικαιοπραγούντων μὲν, οὐδὲν δὲ πλέον ἐκ τῆς δικαιοσύνης ἀποφερομένων. Ὁ γὰρ κεστρεὺς τῶν ἄλλων ἰχθύων ἀλληλοφαγούντων μόνος ἀπέχεται τῆς σαρκοφαγίας· νέμεται δὲ τὴν ἰλὺν ταλαιπωρῶν, ὡς φησὶν Ἀριστοτέλης περὶ ζώων.

Κιλίκιος ὄλεθρος: ὁ πονηρός· πονηροὶ γὰρ οἱ Κίλικες· ἢ ὅτι λῃστείαις χρώμενοι ἐπ’ ὠμότητι διεβέβληντο. Καὶ οἱ Ἀττικοὶ. δὲ τὰς πικρὰς τιμωρίας Κιλικίους καλοῦσιν.

Καλλικυρίων πλείους: οὕτως ἐν Συρακούσαις ἐκλήθησαν οἱ ἐπειςελθόντες γεωμόροις Καλλικύριοι. Ἔνθεν παροιμιωδῶς ἔλεγον, εἴ ποτε πλῆθος ἤθελον ἐμφῆναι, ὅτι πλείους ἦσαν τῶν Καλλικυρίων. Δοῦλοι δὲ ἦσαν οὗτοι, καὶ τοὺς κυρίους ἐξέβαλον. Ἡ δὲ αἰτία τῆς κλήσεως αὐτῶν, διὰ τὸ παντοδαποὺς εἰς ταὐτὸ συνελθεῖν, ὥστε τοῖς κυρίοις ἐγκεῖσθαι,

Κίνδυνος ἡ ἐν πρώρᾳ σελίς: παροιμιακόν. Οἱ γὰρ πολέμιοι τὴν πρώραν εὐθέως ἐφάλλοντες κατέχουσι. Σελὶς δὲ ἡ καθέδρα.

Κόραξ ὑδρεύει: παροιμία ἐπὶ τῶν δυςχερῶς τινὸς τυγχανόντων.

Καὶ κόρκορος ἐν λαχάνοις: κόρκορον Πελοποννήσιοι φασὶν εἶναι λάχανόν τι τῶν εὐτελῶν ἄγριον· διὸ καὶ ἡ παροιμία.

Κοροίβου ἠλιθιώτερος: εὐήθης καὶ μωρός. Ἐπὶ γὰρ τοῦ μωραίνοντος ἔταττον τὸν Κόροιβον ἀπό τινος Κοροίβου μωροῦ, ὃν οἴονται τὸν Μύγδονος εἶναι παῖδα τοῦ Φρυγὸς, κατὰ τὰ Τρωϊκὰ γενόμενον. Τινὲς δὲ τοῦτον ἀναίσθητον φασὶ γεγονέναι, ὡς καὶ τὰ κύματα τῆς θαλάσσης ἀριθμεῖν.

Κορυδέως εἰδεχθέστερος: οὗτος ὁ Κορυδεὺς ἐπὶ δυςμορφίᾳ ἐκωμῳδεῖτα, καὶ οἱ παῖδες αὐτοῦ, ὧν ἕνα τὸν Ἀρχέστρατον φασίν.

Κορὼνη τὸν σκορπίον: παροιμία ἐπὶ τῶν δυςχερέσι καὶ βλαβεροῖς ἐπιχειρούντων· ἐλλειπτικὴ δέ ἐστι· λείπει γὰρ τὸ, ἥρπασε. Καὶ γὰρ ἁρπασθεὶς ὁ σκορπίος οὐκ ἔλαττον ἔδρασεν, ἐμβαλὼν τῷ κέντρῳ τὸν ἰὸν, ἥπερ ἔπαθε.