Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἡλιθιώτερος τοῦ Πραξίλλης Ἀδώνιδος: Πράξιλλα Σικυωνία μελοποιὸς ἐγένετο, ὡς φησὶ Πολέμων. Αὕτη ἡ Πράξιλλα τὸν Ἄδωνιν ἐν τοῖς μέλεσιν εἰςάγει ἐρωτώμενον ὑπὸ τῶν κάτω, τί κάλλιστον καταλιπὼν ἥκει, ἀποκρίνασθαι, ἥλιον καὶ σελήνην καὶ σικύους. καὶ μἠλα. Ὅθεν εἰς παροιμίαν προήχθη ὁ λόγος. Ἠλίθιον γὰρ τὸ τῷ ἡλίῳ παραβάλλειν τοὺς σικύους.

Ἡρακλεία λίθος: ταύτην ἔνιοι μαγνῆτιν λέγουσι τὴν ἐπισπωμένην τὸν σίδηρον. Οἱ δὲ ἑτέραν, παραπλήσιον ἀργύρῳ. Κέκληται δὲ οὕτως ἀπὸ Ἡρακλείας, τῆς ἐν Λυδίᾳ πόλεως.

Ἢ τρὶς ἓξ ἢ τρεῖς κύβοι: ἡ παροιμία παρὰ Φερεκράτει ἐν τοῖς Μυρμηκανθρώποις. Κεῖται δὲ ἐπὶ τῶν ἀποκινδυνευόντων. Τὸ μὲν γὰρ τρὶς ἓξ, τὴν παντελῆ νίκην δηλοῖ· τὸ δὲ τρεῖς κύβοι, τὴν ἧτταν. Πάλαι γὰρ τρισὶν ἐχρῶντο πρὸς τὰς παιδιὰς κύβοις, καὶ οὐχ ὡς νῦν, δύο. Ἔστι δὲ ὁμωνυμία. Κύβον γὰρ ἔλεγον ἰδίως αὐτὸν τὸν ῥιπτούμενον, ὅτε πλήρης ἐστὶ καὶ μή. Τοὺς δὲ κύβους τοὺς τοιούτους οἱ Ἴωνες καλοῦσιν Οἴνας καὶ τὴν παροιμίαν οὕτως ἐκφέρουσιν, Ἢ τρὶς ἓξ ἢ τρεῖς οἶναι.

Ἡ Φανίου θύρα: ὁ Φάνιος, ὡς φασὶν, ἐγένετο ὀβολοστάτης, ἄλλως δὲ τυφλός. Ὑπανοίγοντος δὲ τοῦ παιδὸς αὐτοῦ τὰ ταμεῖα καὶ τὴν θύραν, ἣν ἐκεῖνος ἰσχυρὰν ἐνόμιζεν εἶναι, τὴν παροιμίαν εἰρῆσθαι ἐπὶ τῶν μηδὲν ἀνυόντων ἐν τῷ φυλάττειν.

Ἡ ἀφύα πῦρ: ἐπὶ τῶν ὀξὺ λαμβανόντων τέλος ἡ παροιμία εἴρηται. Παρόσον ἡ ἀφύη (ἔστι δὲ ἰχθὺς) ἰδοῦσα τὸ πῦρ μόνον ἕψεται, οὕτως οὖσα τρυφερά,

Ἡράκλειος νόσος: Δικαίαρχος φησὶ τὴν ἱερὰν νόσον Ἡράκλειον ὀνομάζεσθαι. Εἰς ταύτην γὰρ ἐκ τῶν μακρῶν πόνων περιπεσεῖν φασὶ τὸν Ἡρακλέα.

Θάμυρις μαίνεται: ἐπὶ τῶν κατὰ σύνεσιν παράλογα δοκούντων πράττειν εἴρηται ἡ παροιμία. Ὁ Θάμυρις πολλῶν ἐπὶ κάλλει διενεγκὼν, ἤρξατο πρῶτον ἐρᾶν ἀῤῥένων. Ἀσκήσας δὲ χιθαρῳδίαν, ταῖς Μούσαις ἤρισε, συνθέμενος πρότερον, εἰ μὲν κρείττων εὑρεθῇ, πλησιάσαι πάσαις· εἰ δ’ ἡττηθῇ, στερηθήσεσθαι ὧν ἂν ἐκεῖναι θέλωσιν. Ὑπέρτεραι δὲ αἱ Μοῦσαι γενόμεναι, καὶ τῶν ὀμμάτων αὐτὸν καὶ τῆς κιθαρῳδίας ἐστέρησαν.

Θᾶττον ἢ Βούτης: τῶν ἐπὶ τῇ στοᾷ μαχομένων τὶς ἦν ᾧ ἐπεγέγραπτο Βούτης, οὗ ἐφαίνετο τὸ κράνος

καὶ ὁ ὀφθαλμὸς· τὰ δὲ λοιπὰ μέρη ἐδόκει ὑπὸ τοῦ ὄρους, ἐφ’ οὗ ἐβεβήκει, κρύπτεσθαι, διὰ τὸ προκεῖσθαι αὐτοῦ. Τάσσεται οὖν ἡ παροιμία ἐπὶ τῶν ῥᾳδίως συντελουμένων. Καὶ γὰρ καὶ ὁ Βούτης ῥᾳδίως κατεσκευάσθη, ἅτε οὐχ ὁλοκλήρου τοῦ σώματος γεγραμμένου.

Θετταλῶν σόφισμα: παροιμία ἐπὶ τῶν σοφιζομένων λεγομένη, διὰ τὸ ** τῷ Θετταλῷ λόγιον ἐκπεσεῖν, φυλάττεσθαι μὴ ἕλωσιν αὐτὸν οἱ ἐξεναντίας εἰχῇ μείζονι καὶ λαμπροτέρᾳ κατ’ αὐτοῦ χρησάμενοι. Νοήσας οὖν τὸ λόγιον καὶ πρὸς ὑπερβολὴν τραπόμενος, ἑκατόμβην ἀνδρῶν ηὔξατο θυσίαν Ἀπόλλωνι Καταιβασίῳ. Κατελθὼν οὖν ἐκεῖ, καὶ διαταξάμενος ἐφ’ ἃ ὥρμησε, τὸ περὶ τὴν θυσίαν καὶ τὴν εὐχὴν οὔτε ἱεροπρεπὲς εἶναι νομίσας, οὔτε ἄλλως εὐσεβὲς, ὑπερέθετο. Καὶ μέχρι νῦν Θετταλοὶ τὴν θυσίαν Ἀπόλλωνι ὑπισχνοῦνται δι’ ἔτους.

Θεῶν ἀγορά; παροιμία ἐπὶ τῶν τολμώντων τὶ λέγειν ἐπὶ τοῖς τοσοῦτον ὑπερέχουσιν, ὅσον οἱ θεοὶ τῶν ἀνθρώπων. Καὶ τόπος Ἀθήνησιν ἀπὸ τοῦ συναγερθῆναι προςαγορευθείς.

Θολερῶς προβαίνεις: μὴ καθισταμένην καὶἀσφαλῇ πορείαν ἔχων, ἀλλ’ ἀστάτως καὶ τεταραγμένως προϊών.

Θρᾷκες ὅρκια οὐκ ἐπίστανται: ταύτης μέμνηται Μένανδρος ἐν τῇ πρώτῃ· Λέγει γὰρ, ὅτι ἐν ταύτῃ τῇ γῇ ὁ πρεσβύτατος ἀκοντιφθεὶς διὰ τοῦ στήθους ἀπώλετο. Καὶ ἐντεῦθεν Ἴωσι καὶ Αἰολεῦσιν αἴνιγμα γέγονε, Θρᾷκες ὄρκια οὐκ ἐπίστανται.

Θύραξε Κᾶρες, οὐκ ἔτ’ Ἀνθεστήρια: οἱ μὲν διὰ πλῆθος οἰκετῶν Καρικῶν εἰρῆσθαι φασὶν, ὡς ἐν τοῖς Ἀνθεστηρίοις εὐωχουμένων αὐτῶν καὶ οὐκ ἐργαζομένων. Τῆς οὖν ἑορτῆς τελεσθείσης, λέγειν ἐπὶ τὰ ἔργα ἐκπέμποντας αὐτοὺς,

Θύραζε Κᾶρες, οὐκ ἔτ’ Ἀνθεστήρια.
Τινὲς δὲ οὕτω τὴν παροιμίαν φασίν, ὅτι οἱ Κᾶρες ποτὲ μέρος τῆς Ἀττικῆς κατέσχον· καὶ εἴ ποτε τὴν ἑορτὴν τῶν Ἀνθεστηρίων ἦγον οἱ Ἀθηναῖοι, σπονδῶν αὐτοῖς μετεδίδοαν καὶ ἐδέχοντο τῷ ἄστει καὶ ταῖς οἰκίαις. Μετὰ δὲ τὴν ἑορτὴν τινῶν ὑπολελειμμένων ἐν ταῖς Ἀθήναις, οἱ ἀπαντῶντες πρὸς τοὺς Κᾶρας παίζοντες ἔλεγον,
Θύραζε Κᾶρες, οὐκ ἔτ’ Ἀνθεστήρια.
Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν τὰ αὐτὰ ἐπιζητούντων πάντοτε λαμβάνειν.

Θάσος ἀγαθῶν: ἐπὶ τῶν εὐδαίμονα καὶ λαμπρὸν ἀποδεῖξαί τινα ἐπαγγελλομένων ἡ παροιμία ἐστί. Καλλίστρατος γὰρ ὁ ῥήτωρ ἐκπεσὼν Ἀθήνηθεν ἔπεισε τοὺς Ἀθηναίους τὴν ἀντίπεραν γῆν οἰκῆσαι, λέγων ὅτι καὶ χρυσᾶ μέταλλα ἔχει, καὶ γῆν ἄφθονον, καὶ ὅλην ἀρίστην, καὶ ὅλως Θάσον ἀγαθῶν τὸν τόπον ἐκάλει· ὅθεν ἡ παροιμία ἐκράτησεν.

Θᾶττον ὁ τόκος Ἡρακλείτω Περιναίω τρέχει: Ἡράκλειτος δρομεὺς ἐγένετο θαυμασθεὶς ἐπὶ τάχει. Εἴρηται ἡ παροιμία ἐπὶ τῶν δανειζομένων, ὡς τοῦ τόκου θᾶττον τρέχοντος ἢ Ἡράκλειτος ὁ δρομεύς. Ἐξήλλακται μέντοι Δωρικῶς, Ἡρακλείτω Περιναίω, ἀντὶ τοῦ, Περιναίου.

Θεὸς ἡ Ἀναίδεια: αὕτη τέτακται ἐπὶ τῶν δι’ ἀναισχυντίαν τινὰ ὠφελουμένων. Φησὶ Θεόφραστος ἐν τῷ περὶ Νόμων, Ὕβρεως καὶ Ἀναιδείας παρα τοῖς Ἀθηναίοις εἰναι βωμούς.

Θρᾳκία παρεύρεσις: φασὶ τοὺς Θρᾶκας ἡττηθέντας ὑπὸ Βοιωτῶν [περὶ Κορώνειαν,] καὶ σπεισαμένους σπονδὰς πενθημέρους θέσθαι· νυκτὸς δὲ ἐπιγενομένους τοῖς Βοιωτοῖς, τοὺς μὲν ἀποκτεῖναι, τοὺς δὲ ζωγρῆσαι. Ἀγανακτούντων δὲ τῶν Βοιωτῶν, εἰπεῖν τοὺς Θρᾷκας, ὅτι τὰς ἡμέρας οὐ τὰς νύκτας ἐσπείσαντο.

Ἰνοῦς ἄχη; Ἰνὼ ἡ Κάδμου συνελθοῦσα Ἀθάμαντι

δύο ἐγέννησε παῖδας, Λέαρχον καὶ Μελικέρτηνη καὶ θυγατέρα Εὐρύκλειαν. Οὗτοι ὑπὸ Ἀθάμαντος μανέντος κατετοξεύθησαν. Μετὰ δὲ Μελικέρτου ἡ Ἰνὼ ἔῤῥιψεν ἑαυτὴν εἰς τὴν πρὸς τῷ Μολουρίῳ θάλατταν. Καὶ τὴν μὲν εἰς Μέγαρα προςβρασθεῖσαν Μεγαρεῖς ἀνελόμενοι καὶ πολυτελῶς κηδεύσαντες ἐκάλεσαν Λευκοθέαν· τὸν δὲ εἰς Κόρινθον Κορίνθιοι θάψαντες Μελικέρτην ἄγουσιν ἐπ’ αὐτῷ ἀγῶνα τὰ Ἴσθμια. Διὰ δὴ ταῦτα εἴρηται Ἰνοῦς ἄχη. Ἄχος γὰρ ἡ λύπη, ἀχανεῖς ποιοῦσα τοὺς κακῶς παθόντας. Ταῦτα δὲ δηλώσει καὶ Μενεκράτης ὁ Τύριος. Πέπονθε δὲ οὕτως Ἰνὼ δι’ αἰτίαν τήνδε. Ἀθάμας πρότερον γυναῖκα ἐσχηκὼς Νεφέλην, δύο παῖδας ἐκ ταύτης Ἕλλην καὶ Φρίξον ἐγέννησεν. Ἀποθανούσης δὲ τῆς Νεφέλης, δευτέραν ἠγάγετο γυναῖκα Ἰνώ· ἥτις ἐπιβουλεύσασα τοῖς τῆς Νεφέλης παισὶ, παρέπεισε τὰς τῶν ἐγχωρίων γυναῖκας φρύγειν τὰ σπέρματα. Ἡ γῆ δὲ πεφρυγμένον τὸν σπόρον δεχομένη καρποὺς ἐτησίους οὐκ ἀνεδίδου. Πέμψας οὖν εἰς Δελφοὺς ὁ Ἀθάμας περὶ τῆς ἀφορίας ἐπυνθάνετο. Δώροις δὲ πείσασα Ἰνὼ τοὺς πεμφθέντας ὑπέθετο αὐτοῖς εἰπεῖν ὑποστρέψασιν, ὡς ἀνεῖλεν ὁ θεὸς, Ἕλλην καὶ Φρίξον σφαγιασθῆναι, εἰ θέλοιεν ἀπαλλαγὴν τῆς ἀφορίας ἔσεσθαι. Πεισθεὶς οὖν ὁ Ἀθάμας, Ἕλλην καὶ Φρίξον τῷ βωμῷ παρέστησεν. Ἀλλ’ ἐκείνους μὲν κατοικτείραντες οἱ θεοὶ διὰ τοῦ χρυσομάλλου κριοῦ ἐναερίους ἀφήρπασαν. Ὅθεν Ἕλλη μὲν ἀντέχειν μὴ δυναμένῃ, εἰς τὸν ἀπ’ ἐκείνης κληθέντα Ἕλλης ποντον καταπίπτει· Φρίξος δὲ εἰς τὴν Κολχικὴν διασώζεται γῆν. [Ἀθάμαντι δὲ μανίαν ἐμβαλόντες τὴν Ἰνὼ τοιαῦτα παθεῖν παρεσκεύασαν.]

Ἰαλέμου ψυχρότερος: παροιμία, ὡς εἴ τις εἴποι, Γυμνότερος τοῦ κακοδαίμονος· ἢ ὅτι οἱ θρηνοῦντες τῷ ἰαλέμῳ χρῶνται, ἐπιλέγοντες αὐτό. Ἔνθεν καὶ τὸ θρηνεῖν, ἰαλεμίζειν λέγουσι. Λέγουσι δέ τινες τὸν

Ἰάλεμον, υἱὸν Καλλιόπης, καθ’ ὑπερβολὴν ψυχρὸν γεγονότα.

Ἱερὸν ἡ συμβουλή ἐστιν: παροιμία ἐπὶ τῶν δεινῶν καθαρῶς συμβουλεύειν. Μέμνηται ταύτης Ἐπίχαρμος.