Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἐπὶ σαυτῷ τὴν σελήνην καθαιρεῖς: αἱ τὴν

σελήνην καθαιροῦσαι Θετταλίδες λέγονται τῶν ὀφθαλμῶν καὶ τῶν παίδων στερίσκεσθαι. Εἴρηται οὖν ἐπὶ τῶν ἑαυτοῖς τὰ κακὰ ἐπισπωμένων ἡ παροιμία.

Εἴ τι κακὸν, εἰς Πύῤῥαν: φασὶν ὅτι οἱ Πυῤῥαῖοι πρὸς τοὺς ὁμόρους πάντας ἀπεχθῶς εἶχον. Ἐκεῖνοι οὖν τὰ συμβαίνοντα αὐτοῖς κακὰ ἀποτροπιαζόμενοι, καὶ ἐκβάλλοντες εἰς τὴν Πυῤῥαίων χώραν, ἐπεφώνουν, Εἴ τι κακὸν, εἰς Πύῤῥαν.

Εὐγενέστερος Κόδρου: ὁ Κόδρος Μελάνθου υἱὸς ἦν· Μέλανθος δὲ ἕκτος ἀπὸ Νηλέως, οὗ καὶ Νεστωρ. Οὗτος ἐκπεσὼν τῆς Μεσσήνης ἦλθεν εἰς τὰς Ἀθήνας, καὶ μονομαχήσας πρὸς Ξάνθον τὸν Βοιωτὸν, βασιλεύοντα τῶν Ἀθηναίων, νικήσας ἐβασίλευσε τῶν Ἀθηναίων, καὶ Κόδρῳ τῷ υἱῷ τελευτήσας τὴν βασιλείαν κατέλιπεν. Ὁ δὲ Κόδρος οὗτος ἐν τῷ πρὸς Δωριέας πολέμῳ ἑκὼν ὑπὲρ τῆς χώρας ἀποθνήσκει. Προείρητο γὰρ ὑπὸ τοῦ θεοῦ τοῖς Ἀθηναίοις νικήσειν, εἴ γε τελευτήσειεν ὑπὸ τῶν Δωριέων ὁ βασιλεὺς αὐτῶν. Ἀποθανὼν δὲ ἐγκατέλιπε παῖδας δύο, Μέντορα καὶ Νηλέα. Ὁ μὲν οὖν Μέντωρ ἀντ’ αὐτοῦ ἐβασίλευσεν· ὁ δὲ Νηλεὺς ἡγεμὼν τῆς εἰς τὴν Ἀσίαν ἀποικίας ἐγένετο.

Ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα: μέμνηται

τῆς παροιμίας ταύτης Σοφοκλῆς ἐν Αἴαντι μαστιγοφόρῳ. Λέγει δὲ καὶ Εὐριπίδης ἐν τῇ Μηδείᾳ,
Κακοῦ ἀνδρὸς δῶρον ὄνησιν οὐκ ἔχει.

Ἐν οἴνῳ ἀλήθεια: παροιμία· παρόσον ὁ οἶνος τοὺς ἐμπιπλαμένους αὐτοῦ ὁποῖοι εἰσὶ παραδείκνυσι.

Ἐν παντὶ μύθῳ καὶ τὸ Δαιδάλου μύσος: Μίνως θυσίας τῷ Ποσειδῶνι ἐπιτελῶν ηὔξατο αὐθημερὸν ἀναδοθῆναί τι αὐτῷ ἐκ τῆς θαλάσσης, καὶ τοῦτο καταθῦσαι πάλιν ὑπέσχετο, ὃ ἂν καὶ εἴη. Τοῦ δὲ Ποσειδῶνος ταῦρον ἀναδόντος περικαλλῆ ἔπεμψε Μίνως εἰς τὰ βουφόρβια. Ὀργισθεὶς οὖν Ποσειδῶν ἐνέβαλεν ἔρωτα τοῦ ταύρου Πασιφάῃ, τῇ τοῦ Μίνωος γυναικί. Ἡ δὲ πείθει Δαίδαλον, ξυλίνην βοῦν κατασκευάσαντα εἰς αὐτὴν ἐνθεῖναι, ἣν ἐπιβαίνων ὁ ταῦρος ὡς βοῦν, ἔγκυον ἐποίησεν· ἐξ ἧς ἐγεννήθη ὁ Μινώταυρος. Μίνωος δὲ ὀργιζομένου Ἀθηναίοις διὰ τὸν τοῦ Ἀνδρόγεω φόνον, ὃς ὑπὸ τῶν ἐν Ἀθήνησι νέων διὰ φθόνον ἀνῃρέθη ἐν τοῖς Παναθηναίοις νικήσας πένταθλον, ἑπτὰ παρθένοι καὶ ἶσοι νέοι ἀκμαῖοι ἐξ Ἀθηνῶν ἐδασμολογοῦντο κατ’ ἐγκέλευσιν αὐτοῦ, καὶ παρεβάλλοντο τῷ θηρίῳ. Ὡς οὖν τὸν Δαίδαλον ἀρχηγὸν τούτων τῶν κακῶν γενόμενον, διά τε τὸ κατεσκευακέναι τὴν ξυλίνην βοῦν, καὶ διὰ τὸ αἴτιον τῆς τοῦ θηρίου γενέσεως γεγονέναι, ἐμυσάχθησαν.

Ἐκ παντὸς ξύλου κύφων γένοιτ’ ἄν: αὕτη

τάττεται ἐπὶ τῶν κατὰ μὲν τὸ εἶδος εὐκαταφρονήτων, εἰς δὲ χρείας ἀναγκαίας πιπτὀντων. Μέμνηται δὲ αὐτῆς Ἐπίψαρμος ἐν Τρωσίν.

Εὑδόντων ἁλιευτικῶν κύρτος: εἴρηται ἡ παροιμία ἐπὶ τῶν ἄνευ πόνου κατεργαζομένων, ἐφ’ ἃ ἂν ὁρμήσωσιν. Ἐπειδὴ κοιμωμένων τῶν ἁλιέων ὁ ἰχθὺς τῷ κύρτῳ εἰς δύεται.

Ζωπύρου τάλαντα: Ζώπυρος ὁ Πέρσης βασιλεῖ χαριζόμενος, μαστιγώσας ἑαυτὸν καὶ τὴν ῥῖνα καὶ τὰ ὦτα ἀφελόμενος, εἰςελθὼν εἰς Βαβυλῶνα καὶ πιστευθεὶς διὰ τὰ περὶ τὸ σῶμα, προὔδωκε τὴν πόλιν. Ἐκ μεταφορᾶς οὖν εἶπε, Τάλαντὰ καὶ ζυγὰ, οἱονεὶ ἔργα καὶ πράξεις.

Ζαλεύκου νόμος: ἐπὶ τῶν ἀποτόμων. Ζάλευκος γὰρ Λοκροῖς τοῖς Ἐπιζεφυρίοις ὠμότερον ἐνομοθέτησεν.

Ζεὺς κατεῖδε χρόνιος εἰς τὰς διφθέρας: ὅτι οὐκ ἀπρονόητα κἂν βραδέως ἡ δίκη τοὺς πονηροὺς μέτεισι. Φασὶ γὰρ τὸν Δία εἰς διφθέρας τινὰς ἀπογράφεσθαι τὰ πραττόμενα τοῖς ἀνθρώποις.

Ζεῖ χύτρα, ζεῖ φιλία: ἐπὶ τῶν διὰ τοῦ δείπνου συνιόντων εἰς φιλίαν.

Ζητῶν γὰρ ὄψον θοἰμάτιον ἀπώλεσα: ἐπὶ τῶν ἀτυχεστάτων.

Ζωὴ πίθου: ἐπὶ τῶν ἐπιεικῶς καὶ μετρίως ζώντων· ἀπὸ Διογένους τοῦ φιλοσόφου, ᾧ πίθος ἦν ἡ ἡδίστη καταγωγὴ καὶ διατριβή.

Ζωὸς γενήσῃ κρομμύου μόνον λαβών: πρὸς τοὺς ἀπὸ μικρᾶς αἰτίας μεγάλην δόξαν καρπουμένους.

Ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλ’ ὡς δυνάμεθα: ἐπὶ τῶν μὴ κατὰ προαίρεσιν ζώντων. Κέχρηται αὐτῇ Πλάτων ἐν Ἱππίᾳ.

Ἤτοι τέθνηκεν, ἢ διδάσκει γράμματα: τῶν μετὰ Νικίου στρατευσαμένων εἰς Σικελίαν οἱ μὲν ἀπώλοντο, οἱ δὲ ἐλήφθησαν αἰχμάλωτοι, καὶ τοὺς τῶν Σικελιωτῶν παῖδας ἐδίδασκον γράμματα. Οἱ οὖν διαφεύγοντες εἰς Ἀθήνας, καὶ ἐρωτώμενοι περὶ τῶν ἐν Σικελίᾳ, ἔλεγον, Ἢ τέθνηκεν, ᾒ διδάσκει γράμματα. Καὶ οὕτως ὁ λόγος παροιμιώδης ἐγένετο. Εἴρηται δὲ ἐπὶ τῶν ἀμφιβόλως λαλούντων.

Ἢ κρίνον ἢ κολοκύντην: τὸ τῆς κολοκύντης ἄνθος καλεῖται κρίνον· ἄδηλον δὲ, εἰ οἴσει καρπόν. Ἔταττον οὖν τὸ μὲν κρίνον οἱ ἀρχαῖοι ἐπὶ τοῦ τεθνηκότος, τὴν δὲ κολοκύντην ἐπὶ τοῦ ὑγιοῦς. Μέμνηται ταύτης Δίφιλος λέγων·

Ἐν ἡμέραισιν αὐτὸν ἑπτά σοι, γέρον, θέλω παρασχεῖν ἢ κολοκύντην ἢ κρίνον.

Ἢ δεῖ χελώνης κρέα φαγεῖν, ἢ μὴ φαγεῖν; τῆς χελώνης ὀλίγα κρέα βρωθέντα στρόφους ποιεῖ, πολλὰ δὲ καθαίρει, Ὅθεν ἡ παροιμία. Ἓτεροι δὲ ἐπὶ τῶν

ἀρχομένων ὁρμᾶν ἐπί τι πρᾶγμα, στραγγευομένων δέ, Φασὶ δὲ αὐτὴν Τερψίωνος εἶναι.

Ἡ Ἀμαία τὴν Ἀζησίαν μετῆλθεν: ἱστορεῖ Δίδυμος, ὅτι Ἀμαία μὲν ἡ Δημήτηρ παρὰ Τροιζηνίοις προςαγορεύεται, Ἀζησία δὲ ἡ Κόρη. Ἀπὸ γοῦν τῆς ἱστορίας ἡ παροιμία προήχθη. Λέγεται δὲ ἐπὶ τῶν πολυχρονίῳ ζητήσει χρωμένων. Πλούτωνος γὰρ Περσεφόνην ἁρπάσαντος ἡ Δημήτηρ ἀνὰ πᾶσαν τὴν γῆν περιῄει ταύτην ζητοῦσα.