Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἐπειοῦ δειλότερος: οὕτως ἐλέγετο Κρατῖνος ὁ κωμικός· ἴσως διὰ τὸ ταξιαρχῆσαι τῆς Οἰνηΐδος φυλῆς καὶ δειλότερος φανῆναι· καὶ γὰρ ὁ Ἐπειὸς δειλὸς ἦν.

Ἐπὶ τὰ Μανδραβόλου: αὕτη τέτακται κατὰ τῶν ἐπὶ τὸ χεῖρον προκοπτόντων ἀεί. Ὁ γὰρ Μανδράβολος οὗτος εὑρών ποτε θησαυρὸν ἐν Σάμῳ, [τὸ πρῶτον] πρόβατον χρυσοῦν ἀνέθηκε τῇ Ἥρᾳ· τῷ δὲ δευτέρῳ ἔτει ἀργυροῦν, καὶ τῷ τρίτῳ χαλκοῦν.

Ἐρεβίνθινος Διόνυσος: παροιμία ἐπὶ τῶν μηδενὸς ἀξίων.

Ἐρήμη δίκη: ὅταν μὴ ἀπαντήσας ὁ διωκόμενος ἐπὶ τὴν κρίσιν καταδικασθῇ.

Ἑρμώνειος χάρις: Πελασγοί τινες τὴν Λῆμνον

οἰκοῦντες ἦλθον ἐν νανσὶν ἐς Βραυρῶνα τῆς Ἀττικῆς, καὶ τὰς γυναῖκας ἐκεῖθεν ἥρπασαν. Λοιμῷ δὲ περιπεσόντες προςετάχθησαν δίκας διδόναι τοῖς Ἀθηναίοις, καὶ οὕτως ἀπαλλαγήσεσθαι τοῦ λοιμοῦ. Κελευόντων δὲ τῶν Ἀθηναίων ἐκλιπεῖν τὴν Λῆμνον εἶπον οἱ Πελασγοὶ, εἴ τις αὐθημερὸν Ἀθήνηθεν Βορέᾳ χρησάμενος καταπλεύσειεν εἰς τὴν Δῆμνον, ἐκστήσονται τῆς χώρας αὐτῶν. Ὕστερον δὲ Δαρείου τοῦ Πέρσου περὶ Θράκην ὄντος καὶ πάντα χειρουμένου τὰ πέριξ, Μιλτιάδης Ἀθηναῖος ἐκ τῆς Χεῤῥονήσου ἀφεὶς ἐς τὸ πέλαγος καταλαμβάνει τὴν Λῆμνον, καὶ πρὸς τοὺς Πελασγοὺς ἔφη, Βορέᾳ χρησάμενος αὐθημερὸν ἥκειν. Ἕρμων δὲ βασιλεύων τῶν Πελασγῶν ἐξέστη τῆς χώρας, τῇ μὲν ἀληθείᾳ τοῦ Δαρείου τὴν δύναμιν φοβηθεὶς, προςποιησάμενος δὲ ἑκὼν διδόναι τοῖς Ἀθηναίοις τὴν χάριν. Εἴρνται οὖν ἡ παροιμία ἐπὶ τῶν κατὰ ἀνάγκην τισὶ προςποιουμένων χαρίζεσθαι.

Εἰς Μακάρων νήσους: ὁ Ἡσίοδός φησι Μακάρων νήσους εἶναι περὶ τὸν Ὠκεανὸν, κἀκεῖ τοὺς εὐδαίμονας οὐκεῖν ὑπὸ Κρόνου βασιλευομένους. Ὅθεν ἐπὶ τῶν μακαρίων εἰρῆσθαι τὴν παροιμίαν.

Ἐς κόρακας: ἐν Θεσσαλίᾳ τόπος ἐστὶ Κόρακες, ὅπου τοὺς κακούργους ἐνέβαλλον· ὅθεν ἡ παροιμία. Μέμνηται δὲ ταύτης Μένανδρος συνεχῶς. Λέγουσι δὲ, ὅτι Βοιωτοῖς Ἄρνην ποτὲ διοικοῦσι προείρητο ὑπὸ τοῦ θεοῦ ἐκπεσεῖσθαι τῆς χώρας λευκῶν κοράκων φανέντων.

Νεανίσκοι δέ ποτε μεθυσθέντες, καὶ συλλαβόντες κόρακας, γυψώσαντες ἀφῆκαν πέτεσθαι· ἰδόντες δὲ οἱ Βοιωτοὶ ἐταράχθησαν, ὡς τῆς μαντείας λαβούσης τὸ τέλος. Καὶ φοβηθέντες οἱ νεανίσκοι τὸν θόρυβον, φυγόντες ᾤκησάν τινα τόπον, ὃν ἐκάλεσαν Κόρακας. Μετὰ δὲ ταῦτα ἐκβαλόντες τοὺς Βοιωτοὺς οἱ Αἰολεῖς, ἔσχον τὴν Ἄρνην οἰκείαν οὖσαν, καὶ τοὺς ἁμαρτάνοντας μεθιστᾶσιν εἰς τοὺς Κόρακας κολουμένους.

Ἑτερομόλιος δίκη: εἰς ἣν ἀντίδικοι οὐκ ἦλθον.

Ἔξω βελῶν καθῆσθαι: παροιμία παραινοῦσα μακρὰν ἑαυτὸν τῶν βελῶν τῶν ἐναντίων ποιεῖν.

Ἕκητι Συλοσῶντος εὐρυχωρίη: Συλοσῶν Σάμιος φίλος ἐγένετο Δαρείῳ τῷ Περσῶν βασιλεῖ, καὶ δι’ αὐτοῦ τὴν ἐν Σάμῳ δυναστείαν παρέλαβε τελευτήσαντος Πολυκράτους. Ἐπεὶ δὲ πικρῶς καὶ χαλεπῶς ἦρχεν

ἐκλιπόντες τὴν νῆσον οἱ πλείους μετῴκησαν. Ὅθεν ἡ παροιμία.

Εἰς τὸ δέον: Περικλῆς, ὥς φασιν, ἔδωκε χρήματα τῷ βασιλεῖ τῶν Λακεδαιμονίων Πλειστοάνακτι, καὶ συνέπεισεν αὐτὸν ἀναχωρῆσαι ἐκ τῆς Ἀττικῆς ἐπὶ πολέμῳ προαχθέντα. Διδοὺς οὖν λόγον τῶν χρημάτων μετὰ ταῦτα τοῖς Ἀθηναίοις, καὶ μὴ θελήσας φανερῶς λογίσασθαι, εἶπεν, Εἰς τὸ δέον ἀνήλωσα τοσάδε τάλαντα.

Εἰς Ἀφάννας: Συβαρῖται νίκην τὸν θεὸν ᾐτοῦντο κατὰ Κροτωνιατῶν, παρόντων ἐκείνων. Ἑνὸς δὲ τῶν Κροτωνιατῶν χλευάσαντος καὶ εἰπόντος ὅτι τεύξεσθε ταύτης ἐν Ἀφάνναις, τὴν πρόῤῥησιν τοῦ θεοῦ ἐθαύμασαν. Λέγεται δὲ ἡ παροιμία ἐπὶ τῶν δοκούντων ἀνυποστάτων εἶναι.

Εὐμεταβολώτερος κοθόρνου: κόθορνός ἐστιν ὑποδήματος εἶδος ἐφαρμόζοντος καὶ δεξιῷ καὶ ἀριστερῷ ποδί· ὅθεν καὶ Θηραμένην, τὸν ἐπὶ τῶν λ’, κόθορνον ἐκάλουν οἱ Ἀθηναῖοι. Ἐπὶ τῶν στρεφομένων οὖν συνεχῶς ἡ παροιμία εἴρηται.

Εὔνους ὁ σφάκτης: αὕτη ἡ παροιμία προηνέχθη ἀπὸ τοῦ Ὀρέστου, ὡς καὶ Ὅμηρος ἐδήλωσεν· ἀποκτείνας γὰρ τὴν μητέρα, περίδειπνον ἐποίησεν. Ὁμοίως δὲ καὶ ἀπὸ Ἀντιγόνου τοῦ βασιλέως, ὃς Σεμέλην φονεύσας, τὰ ὀστᾶ αὐτῆς μετὰ πολλῆς φροντίδος ἔπεμψε τῇ μητρί. Ἔτι δὲ μᾶλλον ἀπὸ Πτολεμαίου τοῦ Φιλοπάτορος· τὴν γὰρ μητέρα Βερενίκην καθείρξας ἐν μεγάροις, καὶ παραδοὺς Σωσιβίῳ φυλάσσειν, ἡνίκα ἐκείνη οὐ φέρουσα τὴν κόλασιν ἔπιε θανάσιμον βοτάνην καὶ τὸ φάρμακον πιοῦσα ἀπέθανε, διὰ τὰς ἀπ’ αὐτῶν τῶν ὀνείρων ταραχὰς ἐν μέσῃ τῇ πόλει μνῆμα οἰκοδομήσας, ὃ νῦν Σῆμα καλεῖται, πάντας ἐκεῖ τοὺς προπάτορας σὺν αὐτῇ κατέθετο, καὶ Ἀλέξανδρον τὸν Μακεδόνα. Καὶ ἐπὶ τῶν αἰγιαλῶν δὲ ἱερὸν αὐτῇ ἱδρύσαντο, ὃ ἐκάλουν Βερενίκης σωζούσης.

Ἐξάντης λεύσσω τοὐμὸν κακὸν ἄλλον ἔχοντα:

τὸ ἐξάντης τὸν ὑγιῆ δηλοῖ καὶ τὸν ἔξω ἄτης, ὅ ἐστι βλάβης, ὡς Πλάτων φησί.

Εὐδαίμων ὁ Κόρινθος, ἐγὼ δ’ εἴην Τενεάτης: κώμῃ ἐστὶ πλησίον τῆς Κορίνθου Τενέα, κατάφυτος. Ὡς οὖν τῶν ἐν τῇ κώμῃ ὁμολογούντων μὲν Κόρινθον εἶναι εὐδαίμονα, αἱρουμένων δὲ ἥττονα κώμην ἔχειν, οὕτως εἴρηται.

Ἐν νυκτὶ βουλή: ἡ παροιμία οὕτως εἴρηται, ἐπειδὴ ἡσυχίαν ἔχει ἡ νὺξ καὶ δίδωσι κατὰ σχολὴν λογισμοὺς τοῖς περὶ τῶν ἀναγκαίων βουλευομένοις.

Ἔφυγον κακὸν, εὗρον ἄμεινον: αἵτη τάττεται ἐπὶ τῶν μεταβολὴν ἐν ἑαυτοῖς κρείττονα οἰωνιζομένων. Ἀθήνησι γὰρ ἐν τοῖς γάμοις ἔθος ἦν, ἀμφιθαλῆ παῖδα ἀκάνθας μετὰ δρυΐνων καρπῶν στέφεσθαι, καὶ λίκνον ἄρτων πλῆρες περιφέροντα λέγειν,

Ἔφυγον κακὸν, εὗρον ἄμεινον.
Ἐσήμαινον δὲ ὡς ἀπώσαντο μὲν τὴν ἀγρίαν καὶ παλαιὰν δίαιταν, εὑρήκασι δὲ τὴν ἥμερον τροφήν.

Ἐκκέκοφθ’ ἡ μουσική: φασὶν, ὅτι τῶν παλαιῶν ἐν τοῖς συμποσίοις φιλολόγῳ ζητήσει χρωμένων, οἱ ὕστερον τὰς μουσουργοὺς καὶ κιθαριστρίας καὶ ὀρχηστρίας ἐπειςήγαγον.

Εἴποις τὰ τρία παρὰ τῇ αὐλῇ: τοῖς ἐπὶ θάνατον ἀπαγομένοις τὴν παρρησίαν ταύτην ἐδίδουν, ὥστε τροφῆς καὶ οἴνου πληρωθεῖσι τρία λέγειν ἃ βούλονται· μεθ’ ἃ φιμωθέντες ἀπήγοντο πρὸς τὴν κόλασιν· τὸ δὲ νῦν ἀρχεῖον λεγόμενον αὐλὴ ἐκαλεῖτο, ὅπου ἀπήγοντο, καὶ τοὺς ἐν αὐτῷ διαιτωμένους αὐλικοὺς ὠνόμαζον. Ὡς ἐκ τούτου φανερὰν τὴν παροιμίαν εἶναι.