Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Διὸς Κόρινθος: παροιμία ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων καὶ πραττόντων.

Δέχεται καὶ βῶλον Ἀλήτης: ἐπὶ τῶν πάντα πρὸς τὸ κρεῖττον ἐκδεχομένων. Ἀλήτην γάρ φασι φεύγοντα κατελθεῦν βουλόμενον εἰς Κόρινθον καὶ βουκόλου τινὸς ἀπαντήσαντος αἰτῆσαι τροφήν· οὐκ ἔχειν δὲ φάσκοντος ἐκείνου, ἄραντος δὲ βῶλον δοῦναι αὐτῷ· τὸν δὲ λαβόντα φάναι,

Δέχεται καὶ βῶλον Ἀλήτης.

Διπλοῦς ἄνθρας: τὰ δισύλλαβα ἀνδρῶν ὀνόματα. Ὅθεν ἐπίγραμμα,

Μισῶ τὸν ἄνδρα τὸν διπλοῦν πεφυκότα, χρηστὸν λόγοισι, πολέμιον δὲ τοῖς τρόποις.

Δις ἑπτὰ πληγαῖς πουλύπους πιλούμενος: ἐπὶ τῶν κολάσεως ἀξίων. Παρόσον ὁ πολύπους θηρευθεὶς τύπτεται πολλάκις πρὸς τὸ πίων γενέσθαι.

Δίχολοι γνῶμαι: παρὰ τὸ διχῇ ἰδιότροποι, κατὰ μετάληψιν. Χόλος γὰρ ἡ ὀργὴ, ὀργή δὲ τρόπος. Βακχυλίδης,

Ὀργαὶ μὲν ἀνθρώπων διακεκριμέναι μυρίαι.

Δόρυ καὶ κηρύκιον: παροιμία, ἣν ἔνιοι πειθανάγκην λέγουσιν. Εἴρηται δὲ ἐπὶ τῶν ἅμα παρακαλούντων καὶ ἀπειλούντων, ἀπὸ τοῦ δόρυ κατέχειν καὶ κηρύκιον.

Δραχμὴ χαλαζῶσα: ἐπὶ Διοφάντου τὸ θεωρικὸν ἐγένετο δραχμή· ἐπεὶ δὲ ἔπεσε χάλαζα τότε ἀπὸ τοῦ ἀέρος, χαλαζῶσαν αὐτὴν ἐπέσκωπτον.

Δίκη δίκην ἔτικτε καὶ βλάβην βλάβη: ἐπὶ τῶν φιλοδίκων καὶ συνειρόντων δίκας δίκαις.

Δὶς πρὸς τὸν αὐτὸν αἰσχρὸν προςκρούειν λίθον: ἐπὶ τῶν δεύτερον τοῖς αὐτοῖς περιπιπτόντων.

Δελφῖνα νήχεσθαι διδάσκεις: ἐπὶ τῶν ἐν ἐκείνοις τινὰ παιδοτριβούντων, ἐν οἷς ἤσκηται.

Δέδοται καὶ κακοῖς ἄγρα: ἐπὶ τῶν παρ’ ἀξίαν εὖ πραττόντων.

Δειλότερος εἶ τοῦ παρακύπτοντος: ἐπὶ τῶν σφόδρα δειλῶν. Ἀνὴρ γάρ τις οὕτως ἐγένετο δειλὸς,

ὥστε διὰ φόβον Ἡρακλέους κατέδυ εἰς σπήλαιον καὶ διὰ δειλίαν ἀπέθανε. Παρακύψας γὰρ ἐκ τοῦ σπηλαίου καὶ ἰδὼν τὸν Ἡρακλέα, ἀπελιθώθη καὶ διέμεινεν ἔτι καὶ νῦν ὁ λίθος ἀνθρωποειδὴς τὴν κεφαλὴν ὑπερέχων τοῦ σπηλαίου.

Δὶς καὶ τρὶς τὸ καλόν; ὅτι χρὴ περὶ τῶν καλῶν πολλάκις λέγειν.

Διωλύγιον κακόν: ἐπὶ τῶν μέγα τι καὶ δεινὸν ὑφισταμένων. Διωλύγιον γάρ ἐστι τὸ μέγα καὶ πολὺ διῆκον. Οὕτως οὐ μακρὰ καὶ διωλύγιος φλυαρία Πλάτων.

Δειλὸν ὁ Πλοῦτος: παρόσον οἱ πλούσιοι τὰς οἰκίας ἀσφαλίζονται καὶ κύνας τρέφουσι καὶ πολλὰς ἑαυτῶν ποιοῦνται φυλακάς.

Δεξιὸν εἰς ὑπόδημα, ἂριστερὸν εἰς ποδόνιπτρον: ἐπὶ τῶν ἁρμοδίως τοῖς πράγμασι κεχρημένων.

Δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι: ἐπὶ τῶν σφόδρα κακουργοτάτων· τοιοῦτοι γὰρ οἱ Αἰγύπτιοι.

Δελφῖνα πρὸς τοὐραῖον δεῖς: ἐπὶ τοῦ ἀδυνάτου διὰ τὸ εὐκίνητον εἶναι. Πρὸς τοὺς οὐ δυναμένους τηρεῖν τὰ διδόμενα ἢ ἔχειν.

Δουλότερος Μεσσήνης: ἐπειδὴ πολλάκις ἀποστάντας τοὺς Μεσσηνίους ἐδουλώσαντο οἱ Λακεδαιμόνιοι καὶ ἐχρῶντο αὐτοῖς χαλεπώτερον ἢ τοῖς ἄλλοις δούλοις.

Δοῖδυξ αὔξει: ἐπὶ τῶν μὴ αὐξανομένων φησὶν ὁ Χρύσιππος, ἀλλὰ καὶ [ἐπὶ τῶν] μικρῶν μενόντων εἴρηται ἡ παροιμία. Ὁ γὰρ δοῖδυξ μικρός ἐστι καὶ στρογγύλος.