Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Γεράνδρυον μεταφυτεύειν: ἐπὶ τοῦ ἀδυνάτου, Παρεγγυᾷ δὲ, ὅτι μὴ δεῖ τοῖς παρηβηκότας προάγειν εἰς τὰ τῶν ἀκμαζόντων ἔργα.

Γόνυ κνήμης ἔγγιον: ἐπὶ τῶν ἑαυτοὺς μᾶλλον

τῶν ἑταίρων ἀγαπώντων. Φασὶ γὰρ ὅτι ἐν τῷ κατὰ Χαιρώνειαν πολέμῳ ἰδόντα τινὰ ἀνεψιὸν καὶ ἀδελφὸν καταπονουμένους, ὑπερασπίσαι τὸν ἀδελφὸν, εἰπόντα τὸ προκείμενον.

Γελλὼ παιδοφιλωτέρα: ἐπὶ τῶν ἀώρως τελευτησάντων, ἤτοι ἐπὶ τῶν φιλοτέκνων μὲν, τρυφῇ δὲ διαφθειρόντων αὐτά. Γελλὼ γάρ τις ἦν παρθένος, καὶ ἐπειδὴ ἀώρως ἐτελεύτησε, φασὶν οἱ Λέσβιοι αὐτῆς τὸ φάντασμα ἐπιφοιτᾶν ἐπὶ τὰ παιδία, καὶ τοὺς τῶν ἀώρων θανάτους αὐτῇ ἀνατιθέασι. Μέμνηται ταύτης Σαπφώ.

Γηράσκω δ’ αἰεὶ πολλὰ διδασκόμενος: ἐπὶ τῶν διὰ τὸ γῆρας ἐμπειροτέρων. Εἵλκυσται μέντοι ἐκ τῶν Σόλωνος ἐλεγείων.

Γραῶν ὕθλος: ἐπὶ τῶν μάτην ληρούντων.

Γλαὺξ εἰς Ἀθήνας: ἐπὶ τῶν ἀχρήστους ἐμπορίας ἀγόντων, ἐπειδὴ τὸ ζῶον πάνυ ἐπιχωριάζε τοῖς Ἀθηναίοις.

Δαιδάλεια ποιήματα: οἱ μὲν ἐπὶ τῶν παραδόξων ἔργων, οἱ δὲ ἐπὶ τῶν ἀκριβούντων τὰς τέχνας φασὶν εἰρῆσθαι τὴν παροιμίαν· ἐπειδὴ τῶν παλαιῶν δημιουργῶν πλαττόντων τὰ ζῶα τυφλὰ, ὁ Δαίδαλος καὶ τοὺς ὀφθαλμοὺς αὐτοῖς ἀνεπέτασεν, ὡς καὶ δόξαν κατασχεῖν ὅτι καὶ ἔμψυχά ἐστι καὶ κινοῦνται καὶ φθέγγονται. Φασὶ γοῦν τινὰ τῶν δαιδαλουργῶν ἀνδριάντων δεδέσθαι τοῦ ποδὸς, ὡς μὴ ἀποδράμοι.

Διομήδειος ἀνάγκη; ἐπὶ τῶν κατὰ ἀνάγκην τινὰ πραττόντων. Μέμνηται αὐτῆς Ἀριστοφάνης ἐν Βατράχοις. Ὅτε γὰρ λαβόντες τὸ Παλλάδιον Διομήδης καὶ

Ὀδυσσεὺς ἐκόμιζον ἐπὶ τὰς ναῦς, τότε βουλόμενος Ὀδυσσεὺς αὐτοῦ μόνου τὴν φιλοτιμίαν γενέσθαι, ἐπεχείρησε φονεῦσαι τὸν Διομήδην μετὰ τοῦ Παλλαδίου προηγούμενον. Προϊδὼν δὲ ἐκεῖνος ὡς ἐν κατόπτρῳ ἀντιστίλβον τὸ ξίφος καὶ συλλαβὼν αὐτὸν καὶ δήσας τὰς χεῖρας πλάτει τοῦ ξίφους ἀκολουθῶν ἔτυπτεν.

Δεινῆς ἀνάγκης οὐδὲν ἰσχυρότερον: ἀνάγκη γὰρ καὶ θεοὺς βιάζεται. Καὶ Πλάτων φησὶν, Ἀνάγκην δὲ οὐδὲ θεός ἐστι δυνατὸς βιάζεσθαι.

Δακτύλου ἡμέρα; ἐπὶ τῶν εὐημερούντων, Δάκτυλος γάρ τις ἀνὴρ γέγονεν Ἀθηναῖος, μεγίστων λαχὼν τιμῶν.

Δάτος ἀγαθῶν: πόλεως ὄνομα ἣν ἀπῴκησαν

Θάσιοι· ἐφ’ ᾖ καὶ παροιμία ἐλέχθη, Δάτος ἀγαθῶν, ὡς οὔσης καλλίστης· ἔχει δὲ καὶ χρύσεα μέταλλα καὶ ἔστιν εὐδαίμων.

Δαφνίνην φορῷ βακτηρίαν: τοῦτο λέγειν εἰώθασιν οἱ ὑπό τινων ἐπιβουλευόμενοι· παρόσον ἀλεξιφάρμακον ἡ δάφνη.

Δι’ ὀξείας δραμεῖν: ἐπὶ τῶν διακινδυνευόντων. Ὀξεῖαν γὰρ λέγουσι τὴν λόγχην.

Δαυλίαν κορώνην: ἀντὶ τοῦ ἀηδόνα. Δαυλία δὲ ἐλέχθη διὰ τὸ τὰ περὶ τὸν Τηρέα ἐν Δαυλίδι τῆς Φωκίδος συστῆναι· οἱ δὲ, ὅτι περὶ τὴν Δαυλίαν καταλαμβανόμεναι αἱ περὶ τὴν Πρόκνην μετέβαλον εἰς ὄρνιθας· ἔνιοι δὲ τὴν δασεῖαν ἀκούουσι· δαυλὸν γάρ ἐστι τὸ δασύ. Τὰ δὲ περὶ τὸν Τηρέα καὶ τὴν Πρόκνην οὕτως ἔχει· Πανδίων θυγατέρας ἐσχηκὼς δύο, Πρόκνην καὶ Φιλομήλαν, ἠγάγετο νυμφίον ἐπὶ τῇ Πρόκνῃ τὸν Τηρέα· ὁ δὲ τῆς Φιλομήλας ἐρασθεὶς καὶ βιασάμενος αὐτὴν, ἵνα μή τινι τὸ γεγονὸς ἐξείπῃ, τὴν γλῶτταν αὐτῆς ἀπέτεμεν. Ἐκείνη δὲ πέπλῳ ὑφάνασα γράμματα, διὰ τούτων ἐμήνυσε Πρόκνῃ τὰς ἰδίας συμφοράς. Μαθοῦσα τοίνυν ἡ Πρόκνη τὰ συμβάντα τῇ Φιλομήλᾳ, Ἴτυν ἀπέκτεινεν, ὃν

εἶχε παῖδα ἐκ Τηρέως, καὶ αὐτῷ παρατίθησι τὰ τοῦ παιδὸς μέλη εἰς βρῶσιν. Γνοὺς δὲ τὸ γεγονὸς ὁ Τηρεὺς Πρόκνην καὶ Φιλομήλαν ἀπ’ αὐτοῦ φευγούσας ἐδίωκεν. Αἱ δὲ καταλαμβανόμεναι ηὔξαντο ἀφανεῖς γενέσθαι καὶ μετεβλήθησαν, Πρόκνη μὲν εἰς ἀηδόνα, Φιλομήλα δὲ εἰς χελιδόνα. Ὅθεν ἔτι καὶ νῦν αἱ χελιδόνες τετμημένας τὰς γλώσσας ἔχουσι· Τηρεὺς δὲ εἰς ἔποπα μεταβληθεὶς Ἴτυν εἰς δεῦρο θρηνεῖ.

Δευτέρων ἀμεινόνων: παροιμία ἐπὶ τῶν θυομένων ἐκ δευτέρου, ὅταν αὐτοῖς τὰ πρότερον ἱερὰ μὴ καυθῇ καὶ ἐπὶ δεύτερα τραπῶσιν.

Δικαιότερος σταχάνης: ἐπὶ τῶν τὰ δίκαια ἀγαπώντων. Σταχάνην γὰρ οἱ Δωριεῖς τὴν τρυτάνην καλοῦσιν· ἴσως παρὰ τὴν στάσιν.

Δικτύῳ ἄνεμον θηρᾷς; ἐπὶ τῶν μάτην καὶ ἀνοήτως τὸ ποιούντων.

Διὰ δακτυλίου δεῖ σε ἑλκυσθῆναι: ἐπὶ τῶν διὰ νόσον ἢ λύπην λεπτῶν καὶ ἰσχνῶν γινομένων.

Διὰ μαχαιρῶν καὶ πυρὸς ῥίπτειν δεῖ; ἐπὶ τῶν παραβαλλομένων καὶ ῥιψοκίνδυνα ποιούντων.

Δίκην ὑφέξει κἂν ὄνος δάκῃ κύνα: ἐπὶ τῶν ἐπὶ μικροῖς συκοφαντουμένων.