Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Διὸς ἐγκέφαλος: ἐπὶ τῶν ἡδυπαθούντων ἡ παροιμία τέτακται. Κλέαρχος δὲ ἐν τῷ πέμπτῳ περὶ βίων φησὶ, τὰ πολυτελῆ βρώματα παρὰ τοῖς Πέρσαις Διὸς καὶ βασιλέως ἐγκέφαλον καλεῖσθαι.

Δῶρον δ’ ὅ τι δῷ τις ἐπαίνει: αὕτη κόμμα ἐστὶ χρησμοῦ τοῦ δοθέντος Μυσκέλλῳ τῷ Ῥυπὶ, καθ’ ὃν δὴ χρόνον Κρότωνα οὐκ ἐβούλετο οἰκίζειν, [ἀλλὰ] Σύβαριν,

ὥς φησιν Ἵππυς ἐν τῷ περὶ χρόνων: Φησὶ δὲ οὕτως ἔχειν τὸν χρησμόν·
Μύσκελλε βραχύνωτε, παρὲκ θεὸν ἄλλα ματεύων οὔδ’ ἅλα θηρεύσεις· δῶρον δ’ ὅ τι δῷ τὶς, ἐπαίνει.

Ἐγὼ δὲ καὶ σὺ ταὐτὸν ἕλκομεν ζυγόν: ἐπὶ τῶν ὅμοια καὶ παραπλήσια πασχόντων,

Ἐγένετο καὶ Μάνδρωνι συκίνη ναῦς: ἐπὶ τῶν παρ’ ἐλπίδα καὶ ἀναξίως εὐπραγησάντων, εἶτα θρυπτομένων ἐπὶ τοῖς παροῦσι. Ναύαρχος γὰρ ὁ Μάνδρων ἐχειροτονήθη πρὸς τὰ ἐν Ἑλλης πόντῳ ἀνάξιος ὤν· φασὶ δὲ καὶ συκίνης ἄρχειν νηὸς, τουτέστιν, εὐτελεστάτης. Τὰ γὰρ σύκινα ξύλα εὐτελῆ καὶ ἄχρηστα.

Ἐν φρέατι κυσὶ μάχεσθαι; ἐπὶ τῶν μοχθηρῶς τινι προςπαλαιόντων καὶ ἀποφυγεῖν μὴ δυναμένων.

Εἰς οὐρανὸν τοξεύεις: ἐπὶ τῶν διακενῆς πονούντων.

Ἐκ τριχὸς κρέμαται; ἐπὶ τῶν σφόδρα κινδυνευόντων.

Ἐκ λύκου στόματος: ἐπὶ τῶν ἀνελπίστως τι λαμβανόντων.

Εἰς θεῶν ὦτα ἦλθεν: ἐπὶ τῶν οὐ λανθανόντων ἐφ’ οἷς ἔπραξαν.

Εἰς ἀρχαίας φάτνας; ἐπὶ τῶν ἀπολαύσεώς τνος ἐκπεσόντων, εἶτα πάλιν ἐπὶ τὴν ἀρχαίαν ἐλθόντων δίαιταν.

Εἷς ἀνὴρ, οὐδεὶς ἀνήρ: παρόσον ὑπὸ ἑνὸς οὐδὲν κατορθοῦται.

Εἰς πάγας ὁ λύκος: ἀντὶ τοῦ, Εἰς ἠκονημένας μαχαίρας ἡ αἴξ. Ἐπὶ τῶν εἰς κίνδυνον προὖπτον ἡκόντων.

Εἰς μελίττας ἐκώμασας: παροιμία ἐπὶ τῶν παρὰ δόξαν κακουμένων ἀθρόως.

Εἰ μὴ δύναιο βοῦν, ἔλαυν’ ὄνον: ἐπὶ τῶν ὃ κατὰ δύναμιν ἔχουσι πράττειν παρεγγυωμένων.

Εἰς ὕδωρ σπείρειν: ἐπὶ τῶν μάτην πονούντων.

Εἰς ἀσθενοῦντας ἀσθενῶν ἐλήλυθα: ἐπὶ τῶν ὅμοια καὶ παραπλήσια πασχόντων.

Εἴη μοι τὰ μεταξὺ Κορίνθου καὶ Σικυῶνος: ἐπὶ τῶν τὰ κάλλιστα καὶ λυσιτελέστατα ἑαυτοῖς εὐχομένων. Ἐπεὶ γὰρ ἐστὶ τὰ μεταξὺ τούτων τῶν πόλεων εὐφορώτατα χωρία.

Ἐμαυτῷ βαλανεύσω: παροιμία, οἱονεὶ ἐμαντῷ διακονήσω. Λέγεται δὲ ὅταν ὁ βαλανεὺς νωθρεύηται, καὶ ἑαυτῷ τις λαμβάνῃ τὴν ἀρύταιναν καὶ διακονῇ· ἢ ἀπὸ τῶν τὰς βαλάνους ἐγκρυβόντων εἰς πῦρ.

Ἐν Καρὶ τὸν κίνδυνον: ἐπὶ τῶν ἐν εὐτελέσι

τὰς πείρας ποιουμένων. Κᾶρες γὰρ ἐμισθοφόρησαν πρῶτοι. Ἄλλοι τὴν παροιμίαν τιθέασι ἐπὶ τῶν εὐκαταφρονήτων· φασὶ γὰρ τοὺς Κᾶρας πρώτους ἀνθρώπων μισθοῦ στρατεύσασθαι· τοὺς οὖν τὸ ἀργύριον διδόντας προτάττειν τοὺς Κᾶρας ἑαυτῶν, ὡς μέλλοντας ἀποθνήσκειν ὑπὲρ τῶν μισθουμένων. Εἴρηται οὖν διὰ τοῦτο ἡ παροιμία.

Ἐν κοτύλῃ φέρῃ: παιδιᾶς εἶδος· ὁ γὰρ φέρων τινὰ ἐν κοτύλῃ, ἐποίει ὀπίσω τὰς χεῖρας, καὶ ὁ αἰρόμενος ἐνετίθει τὰ γόνατα, καὶ οὕτως ἐβαστάζετο.