Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Βοῦς ἀλλότριος τὰ πολλὰ ἔξω βλέπει: ἐπὶ τῶν ἀμελουμένων παρ’ ἀλλοτρίων, καὶ διὰ τοῦτο πρὸς τοὺς ἰδίους δεσπότας, ὡς ἐπιμελουμένους, ἀφορώντων.

Βοῦς ἄμητον ἐπιτηροῦντες: ἐπὶ τῶν μετὰ ἐπιμελείας καμνόντων.

Βοῦς ὁ Μολοττῶν: αὕτη λέγεται ἐπὶ τῶν εἰς πολλὰ διαιρουμένων πράγματα καὶ κατακοπτομένων. Οἱ γὰρ Μολοττοὶ ἐν τοὶς ὁρκμοσίοις κατακόπτοντες εἰς μικρὰ τοὺς βοῦς, τὰς συνθήκας ἐποιοῦντο.

Βοιωτοῖς μαντεύσαιο; αὕτη καταρατική ἐστιν. Ἡρακλείδης γὰρ φησὶ, μαντευομένοις τοῖς Θηβαίοις περὶ πολέμου ἀπεκρίνατο ἡ προφῆτις ἡ ἐν Δωδώνῃ, νίκην αὐτοῖς ἀσεβήσασιν ἔσεσθαι. Εἷς δὲ τῶν θεωρῶν ἁρπάσας Μυρτίλαν τὴν προφῆτιν, ἐνέβαλεν εἰς θερμοῦ παρακείμενον λέβητα. Ἄλλοι δὲ φασὶν, ὅτι Θηβαίοις πολεμοῦσι Βόμβος μάντις πλείους ἔφη νικήσειν, εἰ προθύσαιεν τῶν ἡγεμόνων ἕνα. Οἱ δὲ ἀποκτείναντες τὸν Βόμβον ἐνίκησαν.

Βέβληκ’ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα: τοῦτο Εὐριπίδου ἐστί. Καὶ Ἀριστόξενος δὲ φησὶν, ὅτι Εὐριπίδης διορθῶν τὸν Τήλεφον ἐξεῖλε τὴν πεττείαν.

Λέγεται δὲ ἐπὶ τῶν ἁδιανοήτων. θεμένων δικαστῶν, ἀπὸ Βουλίου τινὸς Ἀθηναίου· ὅς ἐπὶ τοσοῦτον ἀνεβάλλετο τὴν δίκην, ὥστε φθάσαι τελευτῆσαι πρότερον ἢ τὴν δίκην ἀποφήνασθαι.

Βελλεροφόντης τὰ γράμματα: Βελλεροφόντης ἀνελὼν Βέλλερον, ἢ, ὥς τινες φασὶ, Πείρην, εἰς Τίρυνθα φυγὰς ἐξ Ἄργους παραγίνεται πρὸς τὸν Προῖτον. Τούτου ἔρωτα ἴσχει Ἄντεια ἡ τοῦ Προίτου γυνή· τοῦ δὲ ἀπαρνουμένου, λέγει πρὸς τὸν Προῖτον, ὅτι Βελλεροφόντης ἐρωτικοὺς αὐτῇ προςεπέμψατο λόγους. Προῖτος δὲ πιστεύσας, ἔδωκεν αὐτῷ ἐπιστολὰς πρὸς Ἰοβάτην κομίσαι· ἐν αἷς ἀνεγέγραπτο, Βελλεροφόντην ἀποκτεῖναι. Ὁ δὲ ἀγνοῶν, τὰ γεγραμμένα καθ’ ἑαυτοῦ κομίζει. Ἰοβάτης δὲ ἀναγνοὺς ἐπέταξεν αὐτῷ κτεῖναι τὴν πυρίπνουν Χίμαιραν, νομίζων αὐτὸν ὑπὸ τοῦ θηρίου διαφθαρήσεσθαι. Τριῶν γὰρ ζώων εἶχε φύσιν σύνθετον, προτομὴν μὲν λέοντος, οὐρὰν δράκοντος, καὶ τρίτην κεφαλὴν μέσην αἰγὸς, δι’ ἧς πῦρ ἀνίει. Ἀναβὰς οὖν ὁ Βελλεροφόντης ἐπὶ τὸν Πήγασον, ὃν εἶχεν ἵππον πτηνὸν, κατετόξευσε τὴν Χίμαιραν. Μετὰ δὲ τὸν ἀγῶνα τοῦτον Ἀμαζόσιν ἐπέταξεν ἀγωνίσασθαι, ὡς δὲ καὶ ταύτας ἀπέκτεινε, τοὺς τότε ῥώμῃ νεότητος διαφέροντας ἐπιλέξας, ἐπέταξεν ἀποκτεῖναι λοχήσαντας. Ὡς δὲ καὶ τοῦτον ἐνίκησεν τὸν ἀγῶνα, θαυμάσας τὴν δύναμιν αὐτοῦ ὁ Ἰοβάτης, τό τε γράμμα ἔδειξε, καὶ παρ’ αὐτῷ μένειν ἠξίωσε·

δοὺς δὲ αὐτῷ τὴν θυγατέρα, καὶ τήν βασιλείαν τελευτῶν κατέλιπεν.

Γενναῖος εἶ ἐκ βαλαντίου: ἐπὶ τῶν διὰ τὸν πλοῦτον εὐγενῶν εἶναι δοκούντων.

Γλαῦξ ἵπταται: ἡ πτῆσις τῆς γλαυκὸς νίκης σύμβολον τοῖς Ἀθηναίοις ἐνομίζετο.

Γέρων ἀλώπηξ οὐχ ἁλίσκεται πάγῃ; ἐπὶ τῶν διὰ χρόνου πλῆθος οὐχ ἁμαρτανόντων.

Γλαύκου τέχνη; ἢ ἐπὶ τῶν ῥᾳδίως κατεργαζομένων, ἢ ἐπὶ τῶν πάνυ ἐπιμελῶς καὶ ἐντέχνως εἰργασμένων. Ἵππασος γάρ τις κατεσκεύασε χαλκοῦς τέτταρας δίσκους οὕτως, ὥστε τὰς μὲν διαμέτρους αὐτῶν ἴσας ὑπάρχειν, τὸ δὲ τοῦ πρώτου δίσκου πάχος ἐπίτριτον μὲν τοῦ δευτέρου, ἡμιόλιον δὲ τοῦ τρίτου, διπλάσιον δὲ τοῦ τετάρτου, καὶ κρουομένους ἐπιτελεῖν συμφωνίαν τινά. Καὶ λέγεται Γλαῦκον ἰδεῖν τοὺς ἐπῖ τῶν δίσκων φθόγγους πρῶτον.

Γλυκὺς ἀγκών: τὴν παροιμίαν φησὶν εἰρῆσθαι ἀπὸ τοῦ λεγομένου μακροῦ ἀγκῶνος ἐν τῷ Νείλῳ· κατὰ ἀντίφρασιν ἀντὶ τοῦ δυρχερής·

Γαλῇ χιτώντον: ὁμοία ἡ παροιμία αὕτη τῇ· Οὐ πρέπει γαλῇ κροκωτόν. Ἐπειδὴ γαλῇ κατὰ πρόνοιαν Ἀφροδίτης γυνὴ γενομένη ἐν χιτῶνι κροκωτῷ οὖσα ἐπέδραμε μυί. Μέμνηται ταύτης Στράττις.

Γραῦς Σέριφος: Ἀπολλόδωρος φησίν, ὅτι ἔστι τις παροιμιώδης λεγομένη Σεριφία γραῦς, ἡ ἐν παρθενίᾳ γεγηρακυῖα. Οἱ δὲ ἀπὸ τῆς ἀκρίδος· τὴν γὰρ ἀρουραίαν ἀκρίδα ὑπό τινων μάντιν λεγομένην κατὰ Σικελίαν γραῦν σέριφον καλεῖσθαι ἢ γραῦν σερίφην. Λέγουσι δὲ ὅτι εἴ τινι ἐμβλέψειε ζῴῳ, κακόν τι ἐκείνῳ γίνεται.

Γυμνότερος λεβηρίδος: Ἀριστοφάνης φησὶ Τυφλότερος λεβηρίδος. Λεβηρὶς δὲ ἐστὶ τὸ σῦφαρ καὶ ἔκδυμα τοῦ ὄφεως καὶ τοῦ τέττιγος. Κυρίως δὲ λεβηρὶς, ᾧ περιέχεται τὸ ἔμβρυον τοῦ βοός· τελέως ἐστὶ δὲ καὶ τοῦτο τυφλόν· τὰς γὰρ ὀπὰς μόνας ἔχει τῶν ὀφθαλμῶν. Τάττουσι δὲ τὴν λέξιν καὶ ἐπὶ τέττιγος, καὶ συνόλως ἐπὶ τῶν ἀποδυομένων τὸ γῆρας. Τριχῇ δὲ ἀναγράφουσι τὴν παροιμίαν, καὶ οἱ μὲν τυφλότερος λεβηρίδος, οἱ δὲ κενότερος, οἱ δὲ γυμνότερος.

Γραῦς βακχεύει: ἐπὶ τῶν παρ’ ὥραν τὸ διαπραττομένων. Ταῖς γὰρ νέαις πρέπει τὸ χορεύειν.

Γέρων βοῦς ἀπένθητος δόμοισιν: ἐπὶ τῶν καθ’ ὥραν τελευτησάντων.

Γυμνῷ φυλακὴν ἐπιτάττεις: παροιμία ἐπὶ τῶν μὴ δυναμένων τὰ προςτάγματα πληροῦν, διὰ τὸ ἀναγκαῖον αὐτὸ γενέσθαι.

Γλῶσσα ποῖ πορεύῃ; πόλιν ἀνορθώσασα καὶ πόλιν καταστρέψουσα: ἐπὶ τῶν διὰ λόγων ἢ ὠφελούντων ἢ βλαπτόντων.

Γέλως συγκρούσιος: Ἄκοσμος καὶ ἄτακτος· παρόσον τινὲς γελῶντες τὰς χεῖρας ἢ τοὺς πόδας συγκρούουσιν.