Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Βάλλ’ εἰς Μακαρίαν: οἱ μὲν κατὰ εὐφημισμὸν ἐξεδέξαντο λέγεσθαι, ἀντὶ τοῦ, Βάλλε εἰς δειλαιότητα. Μακαρίαν γὰρ ἐν Ἅιδου χωρίον διατυποῦσιν. Οἱ δὲ τὴν Μακαρίαν θυγατέρα φασὶν Ἡρακλέους, καὶ κατὰ χρησμὸν εἰς ἑκούσιον θάνατον ἑαυτὴν ἐπιδοῦναι, κατὰ τὴν Εὐρυσθέως ἐπὶ τὰς Ἀθήνας στρατείαν. Μετὰ θάνατον γὰρ Ἡρακλέους, διώκοντος Εὐρυσθέως τοὺς ἐκείνου παῖδας, καὶ πρὸς τὸν τοῦ Ἐλέου βωμὸν τῶν Ἡρακλειδῶν προςπεφευγότων, Ἀθηναῖοι μὴ ἐκδιδόντες αὐτοὺς, πρὸς Εὐρυσθέα πόλεμον ὑπέστησαν· (καὶ) χρησμοῦ

δοθέντος, ἀπαλλαγήσεσθαι τῆς Εὐρυσθέως καταδρομῆς, εἴ τις τῶν Ἡρακλειδῶν πρὸς θάνατον ἑκούσιον ἐκδῷ ἑαυτὸν, ἡ Μακαρία πρὸς θάνατον ἑαυτὴν ἐξέδοτο, καὶ συμβαλόντες Ἀθηναῖοι νικῶσιν Εὐρυσθέα, καὶ πολλῶν πεσόντων, Εὐρυσθέα Ὕλλος ἀπέκτεινε παῖς Ἡρακλέους, καὶ αὐτοῦ τὴν κεφαλὴν πρὸς Ἀλκμήνην ἐκόμισεν· ἡ δὲ κερκίσι τοὺς ὀφθαλμοὺς ἐξώρυξεν αὐτοῦ. Τὸν οὖν τάφον τῆς Μακαρίας ἄνθεσι καὶ στεφάνοις τιμῶντες οἱ Ἀθηναῖοι ἐπέλεγον, Βάλλ’ εἰς Μακαρίαν. Τὸ μὲν οὖν πρῶτον ἐπὶ τῶν κατ’ ἀρετὴν διδόντων ἑαυτοὺς εἰς θάνατον ἡ παροιμία ἐλέγετο· ὕστερον δὲ καταχρηστικῶς ἐπὶ πάσης ἀφοσιώσεως.

Βάκηλος εἶ: ἐπὶ τῶν ἐκλύτων καὶ ἀνάνδρων. Βάκηλος δὲ κυρίως λέγεται ὁ ἀπόκοπος.

Βυζίνη παῤῥησία; ἐπὶ τῶν σφόδρα πεπαῤῥησιασμένων. Ἀπὸ Βυζίνου τοῦ Ποσειδῶνος μετὰ παῤῥησίας ἀεὶ διαλεγομένου.

Βίος ἐξηυλημένος: ἐπὶ τῶν ἀχρήστων· ἐκ μεταφορᾶς τῶν ἀρχείων αὐλῶν,

Βοιώτιος νόμος: ἐπὶ τῶν τὰς μὲν ἀρχὰς ἠρεμούντων, ὕστερον δὲ τοῖς κακοῖς ἐπιτεινόντων, ὡς φησὶ Σοφοκλῆς·

Ὅταν τις ᾄδῃ τὸν Βοιώτιὸν νόμον.
Εἴρηται δὲ ἡ παροιμία, παρόσον Βοιωτοὶ πρότερον βίον ἄλυπον καὶ ἤρεμον ἔχοντες, μετὰ τελευτὴν Λαΐου πολλοῖς κακοῖς περιέπεσον.

Βοῦθος περιφοιτᾷ: ταύτης μέμνηται Κρατῖνος ἐν Χείρωσι. Τέτακται δὲ ἐπὶ τῶν εὐηθῶν καὶ παχυφρόνων, ἀπό τινος Πυθιονίκου Βούθου μετενεχθεῖσα.

Βούνας δικάζει: αὕτη λέγεται ἐπὶ τῶν τὰς κρίσεις ἀναβαλλομένων ἀεὶ καὶ ὑπερτιθεμένων. Βούνας γὰρ Ἀθηναῖος ἐγένετο, ὥς φησι Μνασέας· τούτῳ δὲ Ἡλεῖοι πρὸς Καλυδωνίους διαφερόμενοι ἐπέτρεψαν τὴν δίκην, νομίσαντες ἀναμένειν ἕως ἂν ἀποφήνηται. Γνοὺς δὲ ὁ Βούνας τοῦτο, ἤκουσε μὲν ἀμφοτέρων, ἀνεβάλλετο δὲ μέχρι τελευτῆς τὴν ἀπόφασιν.

Βοιώτια αἰνίγματα: ἐπὶ τῶν ἀσυνέτων, ἐκ μεταφορᾶς τῆς Σφιγγός. Παρόσον Θηβαίοις ἡ Σφὶγξ αἰνίγματα προύθηκεν· Τετράπους, δίπους, καὶ πάλιν τρίπους. Ὅπερ ἐφευρὼν Οἰδίπους, τὴν τοῦ πατρὸς βασιλείαν εἴληφε, καὶ τὴν ἰδίαν μητέρα ἔγημεν ἀγνοῶν. Λαΐῳ γὰρ τῷ Θηβῶν βασιλεῖ χρηστηριαζομένῳ περὶ γενέσεως. ἀῤῥένων παίδων ἀνεῖλεν ὁ θεός·

Λάϊε Λαβδακίδη μὴ σπεῖρε τεκνων ἄλοκα δαιμόνων βίῃ· κτενεῖ γάρ σ’ ὁ φύς.
Ἐπιλαθόμενος δὲ τοῦ χρησμοῦ Λάϊος συνῆλθε τῇ γυναικὶ αὐτοῦ Ἰοκάστῃ. Ὡς δὲ ἤσθετο παιδίον ἄῤῥεν ἐξ αὐτῆς γεννηθὲν, τὸν χρησμὸν ἐννοήσας, τὰ τούτου σφυρὰ διἔτρησε, καὶ εἰς ὄρος ἐξέθετο. Βουκόλος δέ τις παριὼν καὶ τὸ βρέφος ἀνειληφὼς, τῇ ἰδίᾳ γυναικὶ ἀπεκόμισεν.
Ἡ δὲ τὰ σφυρὰ τοῦ παιδὸς θεραπεύσασα, Οἰδίπουν αὐτὸν καλεῖ· τοῦτο θεμένη τὸ ὄνομα διὰ τὸ τοὺς πόδας ἀνοιδῆσαι. Τελειωθεὶς δὲ Οἰδίπους, καὶ τῶν ἡλίκων ἐπὶ ῥώμῃ διαφέρων, κατὰ φθόνον ὠνειδίζετο ὑπόβλητος εἶναι. Ἀφικόμενος οὖν εἰς Δελφοὺς περὶ τῶν ἰδίων ἐπυνθάνετο γονέων, καὶ χρήσαντος τοῦ θεοῦ πρὸς τὴν πατρίδα μὴ πορεύεσθαι, τὸν μὲν γὰρ πατέρα φονεύσειν, τῇ μητρὶ δὲ μιγήσεσθαι, νομίσας ἐξ ὧν ἐλέγετο γεγεννῆσθαι, πρὸς Θήβας ἠπείγετο, καὶ συντυχὼν Λαΐῳ ἐφ’ ἅρματος ὀχουμένῳ, κελεύοντος τοῦ κήρυκος κοιράνοις ἐκποδὼν μεθίστασθαι, μὴ πειθόμενος παρὰ τοῦ ἡνιοχοῦντος τῷ πατρὶ ἐτύφθη· ὀργισθεὶς δὲ καὶ τὸν ἡνίοχον καὶ τὸν Λάϊον ὑπερμαχοῦντα τοῦ ἡνιόχου ἀπέκτεινεν. Ἐλθὼν δὲ εἰς Θήβας, καὶ τὴν βασιλείαν ἐφευρὼν Λαΐου γέρας προκειμένην σὺν τῇ γυναικὶ Ἰοκάστῃ τῷ λύσοντι τὸ αἴνιγμα τῆς Σφιγγὸς, τοῦτο λύσας τὴν τοῦ πατρὸς βασιλείαν παραλαμβάνει, καὶ τῇ μητρὶ προςομιλεῖ ἀγνοῶν, ἐξ ἧς Ἐτεοκλέα καὶ Πολυνείκην ἐγέννησεν. Ὕστερον δὲ παρὰ τῆς μητρὸς ἀναγνωρισθεὶς, ἑαυτὸν ἐτύφλωσεν· Ἰοκάστη δὲ τῶν τειχῶν τῆς πόλεως ἑαυτὴν ἀνήρτησεν.

Βοῦς ἐφ’ ἑαυτῷ κονιεῖται; ἐπὶ τῶν εὐχερῶς ἐπὶ κακῷ σφῶν ἑπομένων. Οἱ γὰρ βόες πρᾷοι ὄντες, ῥᾳδίως τοῖς δεσμοῖς ὑπακούουσι. Τινὲς δὲ, ἐπὶ τῶν εἰς προὖπτον κίνδυνον ἑαυτοὺς ἐμβαλλόντων.

Βοῦς ἐπὶ γλώττης: παροιμία ἐπὶ τῶν μὴ δυναμένων παῤῥησιάζεσθαι, ἤτοι διὰ τὸ ἄφωνον τοῦ ζώου, ἢ διὰ τὸ τῶν Ἀθηναίων τὸ νόμισμα ἔχειν βοῦν ἐγκεχαραγμένον· ὅπερ ἐκτίνειν ἔδει τοὺς πέρα τοῦ δέοντος παῤῥησιαζομένους.

Βαλὼν φεύξεσθαι οἴει; πρὸς τοὺς κακόν τι δράσαντας καὶ οἰομένους φυγεῖν.

Βάλλ’ εἰς ὕδωρ: ἐπὶ τῶν ὀλέθρου ἀξίων· οἷον, Καταπόντισον.

Βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν: ἐπὶ τῶν οὐ δυναμένων τοῖς ἰδίοις χρῆσθαι καλοῖς· παρόσον ἀσθενὴς ἡ βύβλος πρὸς τὸ φέρειν σῖτον. Στάχυας γὰρ ἀνατέλλουσα οὐκ ἐκτρέφει.

Βῶλος ἄρουραν: ἐπὶ τῶν μεγάλοις τὰ μικρὰ προςφιλοτιμουμένων. Ὅμοιόν ἐστιν εἴ τις θαλάττῃ ἐκ χαράδρας ὕδωρ ἐπειςάγει, καὶ χαρίζεσθαι δοκεῖ.

Βοῦς ἐπὶ σωρῷ; ἐπὶ τῶν ἡδυπαθούντων.

Βορβόρῳ ὕδωρ λαμπρὸν μιαίνων, οὔποθ’ εὑρήσεις ποτόν: ἐπὶ τῶν τὰ κάλλιστα μιγνύντων τοῖς αἰσχίστοις.

Βάλλ’ εἰς ὄλεθρον, ἢ, Βάλλ’ ἐς κόρακας ἐπὶ τῶν ὀλέθρου ἀξίων.

Βατράχοις οἰνοχοεῖς: πρὸς τοὺς ταῦτα παρέχοντας ὧν οὐ χρῄζουσιν οἱ λαμβάνοντες.

Βατράχῳ ὕδωρ: ὡς Γαλῇ στέαρ: ἐπὶ τῶν ταῦτα διδόντων οἷς χαίρουσιν οἱ λαμβάνοντες. Εἴρηται δὲ καὶ, Βοῦς εἰς ἄμητον, ἐπὶ τῶν μέγα ὠφελουμένων.

Βομβύλιος ἄνθρωπος; ἐπὶ τοῦ ἀκάρπου· παρόσον ὁ βομβύλιος καρπὸν οὐ φέρει. Ἔστι δὲ μελίττης εἶδος ἐκ πηλοῦ τὰ κηρία πλαττούσης.