Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἄλλην δρῦν βαλάνιζε: ἐπὶ τῶν συνεχῶς αἰτούντων ἢ παρὰ τῶν αὐτῶν δανειζομένων εἴρηται ἡ παροιμία. Ἐπεὶ βαλάνοις ἔζων τὸ πρὶν οἱ ἄνθρωποι· καὶ Βαλανιστὰς ἐκάλουν τοὺς μισθῷ τὸν καρπὸν τοῦτον συλλέγοντας. Πρὸς τοίνυν τοὺς τῆς συλλογῆς ἤδη πεπληρωμένης περισκοποῦντας εἴτινες εἶεν ἐν τῇ δρυῒ βάλανοι, οἱ παριόντες ἔλεγον σκώπτοντες, Ἄλλην δρῦν βαλάνιζε.

Ἀεί τις ἐν Κύδωνος: ἐπὶ τῶν φιλοξένων, καὶ πρὸς ὑποδοχὴν ἑτοίμων· παρόσον ὁ Κορίνθιος Κύδων φιλοξενώτατος ἐγένετο.

Ἀεὶ γεωργὸς εἰς νέωτα πλούσιος: ἐπὶ τῶν ἐλπίδι μὲν ἀεὶ τρεφομένων ἀπαλλάττεσθαι τῶν δεινῶν, τοῖς αὐτοῖς δὲ πάλιν περιπιπτόντων.

Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι; ἐπὶ

πῶν εἰς πάντα εὐδαιμονούντων. Οἱ δὲ, ἐπὶ τῶν ἀξίως τιμωμένων.

Ἀγὼν πρόφασιν οὐκ ἐπιδέχεται, οὔτε φιλία: ὁ Μυλῶν ὁ παροιμιογράφος Ἰβύκειον τὴν παροιμίαν ταύτην φησὶν, ὡς πρώτου χρησαμένου τοῦ Ἰβύκου.

Ἀκλητὶ κωμάζουσιν ἐς φίλων φίλοι: παροιμία ὁμοία τῇ,

Αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν.

Ἀεὶ κολοιὸς ποτὶ κολοιὸν ἱζάνει: ἐπὶ τῶν τοῖς ὁμοίοις προςομιλούντων. Ἐπειδὴ οὐ μόνον ἐστὶ τὸ ζῶον φιλάλληλον καὶ συνδυαστικὸν καὶ ἀγεληδὸν πετόμενον, ἀλλὰ καὶ ἁλίσκεται διὰ τὴν αὐτοῦ σκιὰν, προςερχόμενον αὐτῇ καθ’ ὕδατος ὁραθείσῃ.

Ἀμαλθείας κέρας: ἡ παροιμία αὕτη ὁμοία ἐστὶ τῇ, Αἲξ οὐρανία.

Εἴρηται δὲ ἐντεῦθεν. Ἡ Ῥέα τὸν Δία τεκοῦσα ἐν Κρήτῃ, δίδωσι τοῦτον πρέφεσθαι ταῖς Μελισσέως παισὶ Νύμφαις Ἀδραστείᾳ τε καὶ Ἴδῃ. Αὗται μὲν οὖν τὸν παῖδα ἔτρεφον τῷ τῆς Ἀμαλθείας αἰγὸς γάλακτι· αὐξηθεὶς δὲ ὁ Ζεὺς τὴν μὲν αἶγα κατηστέρισεν, ὅθεν Αἴξ οὐρανία λέγεται, θάτερον δὲ τῶν ταύτης κεράτων ταῖς Νύμφαις δίδωσι, δεδωκὼς αὐτῷ χάριν, ἵν’ ὅπερ αἱ Νύμφαι θέλωσιν, αὐταῖς ἀναβλύζῃ. Τοῦτο ὕστερον Ἀχελῶος λαβὼν, Ἡρακλεῖ δέδωκεν ἀντίλυτρον περιάξαντι θά-. τερον τῶν κεράτων αὐτοῦ, ὅτε περὶ τοῦ γάμου τῆς Δηϊανείρας πρὸς ἀλλήλους ἐμάχοντο. Εἴρηταὶ οὖν ἡ παροιμία ἐπὶ τῶν ἀφθόνως τισὶ παρεχομένων τὰς τοῦ πλουτεῖν ἀφορμάς· ἐπεὶ καὶ ὁ τὸ κέρας τῆς Ἀμαλθείας ἔχων, πᾶν ὃ ἐβούλετο ἀφθόνως ἐλάμβανεν.

Ἀετὸν ἵπτασθαι διδάσκεις: ἐπὶ τῶν ἐγχειρούντων διδάσκειν τινὰς ἃ ἐπίστανται μᾶλλον τῶν θελόντων διδάσκειν.

Ἀετὸς ἐν νεφέλαις: ἔστι μὲν οὖν χρησμός· εἴρηται δὲ ἐπὶ τῶν δυςαλώτων, παρόσον ὁ ἀετὸς ἐν νεφέλαις ὢν οὐχ ἁλίσκεται.

Ἀεὶ φέρει τὶ Λιβύη καινὸν κακόν: ἐπὶ τῶν κακουργοτάτων, καὶ ἀεὶ προςεξευρισκόντων νεώτερον τι κακόν.

Ἀεί με τοιοῦτοι πόλεμοι διώκοιεν; ἐπὶ τῶν ἀνάνδρων καὶ μηδενὸς ἀξίων.

Ἀετὸς θρίπας ὁρῶν: ἐπὶ τοῦ ἀφροντιστοῦντος καὶ καταφρονοῦντος τῶν μικρῶν.

Ἀζάνια κακά: ἐπὶ τῶν κακοῖς προςπαλαιόντων. Ἀζάναι γὰρ τόπος ἐστὶ τῆς Ἀρκαδίας λεπτόγεως, σκληρὸς καὶ ἄκαρπος, περὶ ὃν πονοῦντες γεωργοὶ οὐδὲν κομίζονται.

Ἀνάγυρον κινεῖν: ἔστιν ὁ Ἀνάγυρος (Ἀναγυροῦς) δῆμος Ἀττικὸς, ἔνθα δυςῶδες φυτὸν φύεται, οὕτω καλούμενον Ἀνάγυρος. Εἴρηται οὖν ἡ παροιμία ἐντεῦθεν ἐπὶ τῶν κινούντων τινὰ ἐπὶ κακῷ ἑαυτῶν. Τινὲς δὲ λέγουσιν ὅτι Ἀνάγυρος ἥρως γέγονεν, ὅστις τοὺς οἴκους τῶν γειτονούντων αὐτῷ ἐκ βάθρων ἀνέστρεψεν, ἐπειδὴ τὸ ἡρῷον αὐτοῦ ὑβρίσαι ἐπεχείρησαν. Μέμνηται ταύτης Ἀριστοφάνης ἐν Λυσιστράτῃ.

Ἄνω ποταμῶν ἱερῶν χωροῦσι πηγαὶ: παροιμία ἐπὶ τῶν ὑπεναντίως λεγομένων ἢ γινομένων· οἷον εἰ ὁ πόρνος τὸν σώφρονα ἔλεγε πόρνον. Ἐπειδὴ οἱ ποταμοὶ ἄνωθεν κάτω ῥέουσιν, οὐ κάτωθεν ἄνω.

Ἀπ’ ὄνου καταπεσών; ἡ παροιμία τέτακται ἐπὶ τῶν μειζόνων καὶ ἀδυνάτων· ὡς Ἀριστοφάνης· Ἀπὸ τύμβου πεσών, Καὶ Εὔπολις, Ὥσπερ ἀπὸ χθονὸς πεσών.

Ἀράβιος ἄγγελος: παροιμία παρὰ τὸ Ἀράβιος αὐλητὴς παραλαμβανομένη ἐπὶ τῶν ἀπαύστως διαλεγομένων. Εἴρηται δὲ ἐπὶ τοῦ Ἀραβίου αὐλητοῦ, ὡς ηὔλει μὲν δραχμῆς, ἐπαύετο δὲ τεττάρων.

Ἀρκάδας μιμούμενος: παροιμία ἐπὶ τῶν ἄλλοις

πονούντων καὶ μοχθούντων. Οἱ γὰρ Ἀρκάδες πολλὰ πολεμήσαντες οὐδεμίαν νίκην ἰδίαν ἔσχον, ἀλλ’ ἐπὶ μισθῷ ὑπὲρ ἀλλοτρίων ἐμάχοντο.

Βόκχορις: οὗτος Αἰγύπτιος ὢν ἐπὶ δικαιοσύνῃ καὶ ἐπινοία κρίσεων ἀπομνημονεύεται. Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν δικαιότατα καὶ παρευρημένως κρινόντων.