Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἀνεπαρίασαν: ἐπὶ τῶν μεταγινωσκόντων καὶ μετατρεπομένων εἴρηται ἡ παροιμία. Ἐπειδὴ οἱ Πάριοι πολεμρύμενοι ὑπὸ Ἀθηναίων καὶ ἀνοχὰς παρ’ αὐτῶν αἰτήσαντες καὶ τυχόντες ἐπὶ ὑποσχέσει τοῦ παραδώσειν τὴν πόλιν, εἶτα προςδοκήσαντες συμμαχίαν ἥξειν ποθὲν, ἔλυσαν τὰ ὁμολογούμενα.

Ἀνθ’ Ἑρμιόνος; εἴρηται ἡ παροιμία ἐπὶ τῶν σωζόντων τοὺς ἱκέτας· ἐπειδὴ ἐν Ἑρμιόνῃ τῆς Πελοποννήσου ἱερὸν ἦν Κόρης καὶ Δήμητρος, ἀσφάλειαν παρέχον τοῖς καταφεύγουσιν. Μέμνηται ταύτης Ἀριστοφάνης ἐν Βαβυλωνίοις.

Ἀνερίναστος εἶ: τάττεται ἡ παροιμία παρ’ Ἑρμίππῳ ἐν Στρατιώταις. Φασὶ δὲ ὅτι ἐρινεοῦ τῆς ὀλυνθηφόρου ἐν τῷ καρπῷ φύεται θηρία, ἃ προςαγορεύουσι ψῆνας. Τούτων οἱ γεωργοὶ λαβόντες ἀφάπτουσι τῶν κλάδων ταῖς συκαῖς, ὅπως αὐτῶν ὁ καρπὸς μὴ ἀποῤῥέῃ. Ἐνδυόμενον γὰρ εἰς τοὺς φήληκας τὸ θηρίδιον στερεοῖ

τούτους καὶ πεπαίνει, Διόπερ ἐπὶ τῶν ἅπερ ἂν λάβωσι μὴ διακρατούντων εἰρῆσθαι τὴν παροιμίαν.

Ἅ φιλοχρηματία Σπάρταν ἕλοι, ἄλλο δὲ οὐδέν: αὕτη λέλεκται ἐπὶ τῶν ἐξ ἅπαντος κερδαίνειν προαιρουμένων. Μετενήνεκται δὲ ἀπὸ χρησμοῦ δοθέντος Λακεδαιμονίοις, ἐν ᾧ ἔχρησε τότε ὁ θεὸς ἀπολεῖσθαι τοὺς Λακεδαιμονίους, ὅταν ἀργύριον καὶ χρυσίον τιμήσωσι. Μέμνηται τοῦ χρησμοῦ Ἀριστοτέλης ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ.

Ἀθηνᾷ τὸν αἴλουρον: ἐπὶ τῶν κακῶς συγκρινόντων τὰ κρείττονα τοῖς ἥττοσι διὰ σμικρὰν ὁμοιότητα ἡ παροιμία εἴρηται· ὡς εἴ τις διὰ γλαυκότητα τὸν αἴλουρον τῇ Ἀθηνᾷ συγκρίνοι.

Ἀττικοὶ τὰ Ἐλευσίνια: ἐλλείπει τὸ καθ’ ἑαυτούς. Λέγει δὲ Δοῦρις ὅτι ὅταν καθ’ ἑαυτοὺς συλλεγέντες τινὲς πράττωσί τι, ἐπιλέγουσιν ἑαυτοῖς, Ἀττικοὶ τὰ Ἐλευσίνια.

Αὐτῷ μελητέον, ἀλλ’ ἐπὶ τὸν οἶκον: μέμνηται αὐτῆς Ἀριστοφάνης ἐν Γεωργοῖς, καὶ Πλάτων ὁ κωμικός.

Ἦν δὲ οὗτος ὁ οἶκος μέγας εἰς ὑποδοχὴν μισθουμένων.

Ἀττικὸς πάροικος: Δοῦρις [καὶ] περὶ αὐτῆς λέγει, ὅτι ἐπειδὴ Ἀθηναῖοι τοὺς περιοικοῦντας αὐτοῖς καὶ γειτνιῶντας ἐξέβαλον, ἡ παροιμία ἐκράτησε. Κρατερὸς δὲ ἀπὸ τῶν εἰς Σάμον πεμφθέντων Ἀθήνηθεν ἐποίκων τὴν παροιμίαν εἰρῆσθαι. Ἀττικοὶ γὰρ μεταπεμφθέντες εἰς Σάμον κἀκεῖ κατοικήσαντες τοὺς ἐγχωρίους ἐξέωσαν.

Αὐτοὶ χελώνας ἔσθεθ’ οἵπερ εἵλετε: ἁλιεῖς ποτε χελώνας ἀνασπάσαντες διὰ τῶν δικτύων, διένειμον τοῖς παριοῦσιν. Οἱ δὲ μὴ βουλόμενοι λαμβάνειν εἶπον τοῖς ἁλιεῦσιν, Αὐτοὶ χελώνας ἐσθίετε, οἵπερ εἵλετε. Ὅθεν εἰς παροιμίαν ὁ λόγος περιέστη.

Ἀσπένδιος κιθαριστής; Ζήνων ὁ Μύνδιος ἐπὶ τῶν φιλοχρημάτων φησὶ τετάχθαι τὴν παροιμίαν, λέγων· Καθάπερ οἱ Ἀσπένδιοι τῶν κιθαριστῶν οὐδεμίαν φορὰν ἔξω φέρουσι, πάσας δὲ ἐν τῷ ὀργάνῳ, οὕτως καὶ ὁ φιλοχρήματος οὐδὲν τῶν πέλας ἕνεκα οἰκονομεῖ, ἕλκει δὲ ἐφ’ ἑαυτὸν πάντα.

Αὐτῷ κανῷ: αὕτη τάττεται κατὰ τῶν ἄρδην ὁτιοῦν λυμαινομένων, Φησὶ γὰρ ὁ Δίδυμος ὅτι τὰ δεῖπνα ἐπὶ κανῶν ἐκομίζετο. Καθάπερ ἐν Γρυψὶ λέγει καὶ Πλάτων·

Ἀνηρπάκασ’ ἁπαξάπαντ’ αὐτῷ κανῷ.

Ἀφύα πῦρ: ἐπὶ τῶν τὸ τέλος ὀξὺ λαμβανόντων ἡ παροιμία, παρόσον καὶ τὴν ἀφύαν τάχιστα ἕψεσθαι συμβαίνει μόνον ἰδοῦσαν τὸ πῦρ.

Ἀφ’ ἵππων ἐπ’ ὄνους: τὴν παροιμίαν ταύτην ἐροῦμεν ἐπὶ τῶν ἀπὸ τῶν σεμνῶν ἐπὶ τὰ ἄσεμνα ἡκόντων· οἷον ἀπὸ γραμματικῶν ἐπὶ πραγματικὰ, ἢ εἰς ἄλλο τι τῶν ἀτιμοτάτων,

Ἀτρέως ὄμματα: οἱονεὶ ἄτρεπτα καὶ σκληρά. Εἴρηται ἀπὸ τῆς Ἀτρέως παρανομίας, ὃς ὑπονοήσας ἐκ διαβολῆς τὸν ἀδελφὸν Θυέστην μοιχεύειν Ἀερόπην τὴν γυναῖκα αὐτοῦ, τὰ τέκνα τοῦ Θυέστου συγκόψας καὶ ἑψήσας, δειπνοῦντι παρέθηκε τῷ πατρὶ, αἴσθησιν παρασχὼν τῆς συμφορᾶς ἐκ τοῦ τελευταῖα τὰ ἄκρα παραθεῖναι.

Ἄφωνος Ἱππαρχίων: κατὰ τοὺς προπάτορας ἡμῶν δύο κιθαρῳδοὶ διάσημοι ἐγένοντο, Ἱππαρχίων καὶ Ῥουφῖνός. Καὶ δὴ ἀγῶνος ἐνστάντος πενταετηρικοῦ ἀγομένου

ἐν Ἡλιουπόλει κατὰ τὸ ἔθος, Ἱππαρχίων ἀχανὴς ἔστη ταραχῇ τῇ περὶ τὸ θέατρον.

Ἄρκτου παρούσης, ἴχνη μὴ ζήτει: ἐπὶ τῶν δειλῶν κυνηγῶν εἴρηται ἡ παροιμία. Μέμνηται δὲ αὐτῆς Βακχυλίδης ἐν Παιᾶσιν.

Ἄιδεις ὥς περ εἰς Δῆλον πλέων: ἐπὶ τοῦ ἀφροντίστου καὶ φιληδονοῦντος. Εὐχερὴς γὰρ ὁ πρὸς τὴν Δῆλον πλοῦς, καὶ οἱ ἐκεῖσε καταίροντες ἀφροντίστως πλέοντες ᾖδον.

Ἀετοῦ γῆρας; κορύδου νεότης: παρόσον καὶ γηράσκων ἀετὸς ἀμείνων ἐστὶ παντὸς νεάζοντος ὄρνιθος. Λέγεται δὲ τὸν βίον ἀετὸς καταστρέφεσθαι, τῆς καμπῆς τοῦ ἄνω χείλους πρὸς τὸ κάτω συγκαμψάσης.

Ἀράβιος αὐλητής: φασὶ τοὺς Ἀραβίους ἐν ταῖς νυκτεριναῖς φυλακαῖς κεχρῆσθαι αὐλῷ ἐπιμήκει· τὸν δὲ αὐλὸν τοῦτον διαδέχεσθαι ἄλλον ἀπ’ ἄλλου, καὶ αὐλεῖν πῦρ ἀνακαίοντας ἄχρις ἂν γένηται ἡμέρα.

Ἅλις δρυός: ἐπὶ τῶν ἐκ φαυλοτέρας διαίτης ἐρχομένων ἐπὶ βελτίονα εἴρηται ἡ παροιμία. Ἐπειδὴ τὸ

ἀρχαῖον οἱ ἄνθρωποι βαλάνοις δρυὸς τρεφόμενοι, ὕστερον εὑρεθεῖσι τῆς Δήμητρος καρποῖς ἐχρήσαντο.