Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἄνθρακες ὁ θησαυρὸς πέφηνεν; ἐπὶ τῶν ἐφ’ οἷς ἤλπισαν διαψευσθέντων. Μέμνηται αὐτῆς Λουκιανός· Τὸ γοῦν τοῦ λόγου ἐκεῖνο, ἄνθρακες ἡμῖν ὁ θησαυρὸς πέφυκε. Καὶ πάλιν, Ἄνθρακάς μου τὸν θησαυρὸν ἀπέφηνας.

Ἄξιος τοῦ παντός: ἐπὶ τῶν σφόδρα τιμίων.

Ἄξιος εἰ τῆς ἐν Ἄργει ἀσπίδος: ἐπὶ τῶν αἰδημόνων καὶ εὐγενῶν. Παρόσον οἱ ἐν Ἄργει ἀνύβριστοι παῖδες καὶ καθαροὶ κατά τι νόμιμον καὶ παλαιὸν γέρας τὰς ἀσπίδας φοροῦντες πομπεύουσιν.

Ἄξιοι τριχός: ἐπὶ τῶν εὐτελῶν καὶ μηδενὸς ἀξίων· παρόσον ἡ θρὶξ οὐδενὸς ἀξία.

Ἀπὸ βραδυσκελῶν ὄνων ἵππος ὤρουσεν; ἐπὶ τῶν ἀπὸ εὐτελῶν ἐπὶ τὰ μείζω μεταπηδώντων,

Ἄπληστος πίθος: ἐπὶ τῶν πολλὰ ἐσθιόντων καὶ

γαστριμαργούντων. Μετενήνεκται δὲ ἀπὸ τοῦ μύθου τοῦ περὶ τὰς Δαναΐδας, καὶ τοῦ πίθου εἰς ὃν ἀνιμῶσαι ὕδωρ βάλλουσι. Λέγεται γὰρ οὗτος ὁ πίθος ἐν Ἅιδου εἶναι οὐδέποτε πληρούμενος· πάσχουσι δὲ περὶ αὐτὸν αἱ τῶν ἀμυήτων ψυχαί· καὶ κόραι δέ, ἃς Λαναΐδας λέγουσιν, πληροῦσαι ἐν κατεαγόσιν ἀγγείοις ὕδωρ πρὸς αὐτὸν φέρουσι τετρημένον. Δύναται δὲ ἡ παροιμία καὶ ἐπ’ αὐτοῦ λέγεσθαι τοῦ Ἅιδου, ὅτι πολλῶν πάντοτε θνησκόντων οὐδέποτε πληροῦται.

Ἡ δὲ αἰτία, δι’ ἣν αἱ Δαναΐδες κατεκρίθησαν τὴν τιμωρίαν ταύτην, οὕτως ἔχει. Αἴγυπτος καὶ Δαναὸς ἀδελφοὶ ὄντες τῆς τῶν Μελαμπόδων ἐκράτουν γῆς, ἥτις νῦν Αἴγυπτος καλεῖται. Σχόντος δὲ Δαναοῦ θυγατέρας πεντήκοντα, καὶ Αἰγύπτου υἱοὺς πεντήκοντα, Δαναὸς τοὺς παῖδας τοῦ Αἰγύπτου δεδοικὼς στασιάσαντας περὶ τῆς ἀρχῆς, ἀναλαβόμενος τὰς θυγατέρας εἰς Ἄργος ἀφίκετο, κἀκεῖ κατῴκισεν. Ὕστερον δὲ οἱ τοῦ Αἰγύπτου παῖδες πρὸς Δαναὸν ἐλθόντες, τῆς τε ἔχθρας παύσασθαι παρεκάλουν, καὶ τὰς θυγατέρας πρὸς γάμον λαβεῖν ἠξίουν. Ὁ δὲ μνησικακῶν αὐτοῦ περὶ τῆς φυγῆς, ὡμολόγει τοὺς γάμους καὶ διεκλήρου τὰς κόρας. Ὡς δὲ ἐκληρώσατο τοὺς γάμους, ἑστιάσας ἐγχειρίδια δίδωσι ταῖς θυγατράσιν. Αἱ δὲ κοιμωμένους τοὺς νυμφίους ἀπέκτειναν, πλὴν Ὑπερμνήστρας. Αὕτη γὰρ Λυγκέα διέσωσε, παρθένον αὐτὴν φυλάξαντα. Λέγεται οὖν διὰ τοῦτο τὰς Δαναΐδος, ἄνευ Ὑπερμνήστρας, ἐν Ἅιδου κατακριθῆναι εἰς τετρημένον πίθον ὕδωρ ἀντλεῖν.

Ἀπὸ βαλβῖδος: οἷον ἀπ’ ἀρχῆς χρὴ ἀγαθὸν εἶναι, ἢ τεχνίτην, ἢ κοινῶς ἐπὶ πάντων.

Ἀπήντησε κεραυνοῦ βολὴ πρὸς ὑπέρτατον ἄτης: ἐπὶ τῶν πασχόντων ἄξια ὧν ἔδρασαν.

Ἅπαντα τοῖς σοφοῖσιν εὔκολα: ἐπὶ τῶν διὰ φρονήσεως καὶ τῶν δυςκόλων περιγινομένων.

Ἀττικὸς εἰς λιμένα: ἡ παροιμία ἐστὶ ἐπὶ τῶν [ἐν τοῖς λιμέσι] τὴν ἀνδρείαν ἐπιδεικνυμένων. Οἱ γὰρ Ἀττικοὶ ναῦται ὁπότε καταπλέοιεν οἴκαδε, προθυμότερον ἤλαυνον τοῖς οἰκείοις ἐπιδεικνύμενοι.

Ἀντ’ εὐεργεσίης Ἀγαμέμνονα δῆσαν Ἀχαιοί; αὕτη κατὰ τῶν ἀχαρίστων λέγεται. Φασὶ δὲ αὐτὴν ὑπὸ Μαίσωνος τοῦ Μεγαρέως πεποιῆσθαι.

Ἁλώνητον ἀνδράποδον: ἶσον τῷ, βάρβαρον καὶ εὐτελές. Εἰς τὴν μεσόγειον γὰρ ἀναβάντες οἱ ἔμποροι ἐκόμιζον ἅλας, ἀνθ’ ὧν τοὺς οἰκέτας ἐλάμβανον. Ὅθεν καὶ ὁ κωμικὸς φησί·

Θρᾷξ εὐγενὴς εἶ πρὸς ἅλας ἠγορασμένος.

Αἱ Χάρητος ὑποσχέσεις: ἐπὶ τῶν προχείρως ἐπαγγελλομένων πολλά. Χάρης γὰρ ἐγένετο στρατηγὸς Ἀθηναῖος προθύμως ἐπαγγελλόμενος.

Ἁλιεὺς πληγεὶς νοῦν οἴσει: αὕτη παραπλήσιόν τι λέγει τῷ Ῥεχθὲν δέ τε νήπιος ἔγνω. Ἁλιεὺς γὰρ, ὡς φασὶ, τοὺς ἁλισκομένους ἐν τῷ λίνῳ ἰχθῆς μετεχειρίζετο, καὶ πληγεὶς ὑπὸ σκορπίου, ἔφη, Πληγεὶς νοῦν οἴσω, καὶ ταῖς χερσὶν οὐκέτι τῶν νεσθηρεύτων ἰχθύων ἥπτετο. Μέμνηται αὐτῆς Σοφοκλῆς.

Ἄειδε τὰ Τέλληνος: οὗτος ὁ Τέλλην ἐγένετο αὐλητὴς καὶ μελῶν ἀνυποτάκτων ποιητής. Μέμνηται αὐτοῦ Δικαίαρχος ὁ Μεσσήνιος.

Ἀπώλεσας τὸν οἶνον ἐπιχέας ὕδωρ: ἐν Κύκλωπι δράματι Πολύφημος οὕτως πρὸς Ὀδυσσέα λέγει, ὅθεν εἰς παροιμίαν περιέστη.

Ἀληθέστερα τῶν ἐπὶ Σάγρᾳ; ταύτης μέμνηται Μένανδρος καὶ Σώφρων καὶ Ἄλεξις. Λέγουσι δὲ ὅτι οἱ Λοκροὶ οἱ Ἐπιζεφύριοι πόλεμον ἔσχον πρὸς Κροτωνιάτας καὶ ἔπεμψαν εἰς Λακεδαίμονα συμμαχίας δεόμενοι· οἱ δὲ ἀπεκρίναντο αὐτοῖς, ὅτι δύναμιν μὲν οὐ δώσουσι, τοὺς δὲ Διοςκούρους αὐτοῖς ἐπιπέμψουσιν. Ἀναστρέψαντες δὲ οἱ Λοκροὶ μάχης γενομένης ἐνίκησαν τοὺς Κροτωνιάτας, τῶν Διοςκούρων συλλαβομένων· τὴν δὲ νίκην ἐκ τοῦ αὐτομάτου φήμη τις ἤνεγκεν εἰς τὴν Λακεδαίμονα, μηδενὸς ἀφιγμένου ἀγγέλου. Μετὰ δὲ ταῦτα ἐλθόντες τινὲς ἀπήγγειλαν τῇ αὐτῇ ἡμέρᾳ γεγενῆσθαι τὴν μάχην καὶ τὴν νίκην. Ἐπειδὴ οὖν τὰ παρὰ τῆς φήμης ἀγγελθέντα ὑπῆρχον ἀληθῆ, ἡ παροιμία εἴρηται ἐπὶ τῶν πάνυ ἀληθῶν. Σάγρα δ’ ἔστι τόπος, ἐν ᾧ τὴν μάχην ἐνίκησαν οἱ Λοκροί.

Αἲξ Σκυρία: Χρύσιππος φησὶν ἐπὶ τῶν τὰς εὐεργεσίας ἀνατρεπόντων τετάχθαι τὴν παροιμίαν· ἐπειδὴ πολλάκις τὰ ἀγγεῖα ἀνατρέπει ἡ αἴξ. Ἄλλοι δὲ φασὶν ἐπὶ τῶν ὀνησιφόρων λέγεσθαι, διὰ τὸ πολὺ γάλα φέρειν τὰς Σκυρίας αἶγας. Μέμνηται Πίνδαρος καὶ Ἀλκαῖος.

Αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας

ἴενται: οὕτως Ἡράκλειτος ἐχρήσατο τῇ παροιμίᾳ, ὡς Ἡρακλέους ἐπιφοιτήσαντος ἐπὶ τὴν οἰκίαν Κήϋκος τοῦ Τραχινίον, καὶ οὕτως εἰπόντος. Εὔπολις δὲ ἐν Χρυσῷ γένει ἑτέρως φησὶν ἔχειν τὴν παροιμίαν·
Αὐτόματοι δ’ ἀγαθοὶ δειλῶν ἐπὶ δαῖτας ἴασιν.
Καὶ ὁ Πλάτων ἐν τῷ Συμποσίῳ οὕτως αὐτῇ ἐχρήσατο.

Ἀλῶν δὲ φόρτος ἔνθεν ἦλθεν ἔνθ’ ἔβη:

ἐπειδὴ τὶς, ὡς φασὶν, ἔμπορος ἔπλει τὴν ναῦν ἁλῶν πληρώσας· ἀποκαθευδησάντων δὲ τῶν ναυτῶν ἐπειςελθοῦσα ἡ θάλασσα τούς τε ἅλας ἐξέτηξε καὶ τὴν ναῦν κατεπόντισεν.