Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἅμ’ ἠλέηται, καὶ τέθνηκεν ἡ χάρις; ἐπὶ

τῶν εὐεργετουμένων καὶ παραχρῆμα τῆς χάριτος ἐπιλανθανομένων.

Ἄμμες ποτ’ ἦμες; λακωνικὴ ἡ παροιμία. Οἱ γὰρ πρεςβύτεροι ἐν Λακεδαίμονι χορεύοντες τοῦτο ἐπέλεγον, Ἄμμες ποτ’ ἦμες· ἀντὶ τοῦ, Ἡμεῖς ποτε ἦμεν.

Ἄμας ἀπῄτουν, οἱ δ’ ἀπηρνοῦντο σκάφας: ἐπὶ τῶν ἄλλα μὲν ἀπαιτουμένων, ἄλλα δὲ μὴ ἔχειν ἀρνουμένων.

Ἂν μὴ παρῇ κρέας, τάριχον στερκτέον; παρεγγυᾷ ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι.

Ἀνάγκῃ οὐδὲ θεοὶ μάχονται;

Ἀνὴρ δὲ φεύγων οὐ μένει λύρας κτύπον; ἐπὶ τῶν ταχέως καὶ ὀξέως ὀφειλόντων ἕκαστα πράττειν.

Ἀνδρὶ Λυδῷ πράγματ’ οὐκ ἦν, ἀλλ’ αὐτὸς ἐξελθὼν ἐπρίατο; ἐπὶ τῶν κακὰ ἑαυτοῖς ἐπισπωμένων· παρόσον Κροῖσος πολέμιον ἑαυτῷ ἐπεσπάσατο Κῦρον.

Ἀντὶ πέρκης σκορπίον; ἐπὶ τῶν τὰ χείρω αἱρουμένων ἀντὶ βελτιόνων.

Ἀνεῳγμέναι Μουσῶν θύραι: ἐπὶ τῶν ἐξ ἑτοίμου λαμβανόντων τὰ κάλλιστα τῶν ἐν παιδείᾳ.

Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι: ἐπὶ τῶν ἐν τοῖς κακοῖς μηδεμίαν εὑρισκόντων βοήθειαν φευγόντων τῶν φίλων.

Ἄνθρωπος ἀνθρώπου δαιμόνιον: ἐπὶ τῶν ἀπροςδοκήτως ὑπὸ ἀνθρώπου σωζομένων ἢ καὶ διά τινα εὐδαιμονούντων.

Ἂν οἶνον αἰτῇ, κόνδυλον αὐτῷ δίδου:

ἐπὶ τῶν ἀγαθὰ μὲν αἰτούντων, δεινὰ δὲ λαμβανόντων. Ἡ δὲ ἱστορία ἀπὸ τοῦ Κύκλωπος, παρόσον αἰτήσας οἶνον τὸν Ὀδυσσέα, τῶν ὀφθαλμῶν ἐστερήθη. Ὀδυσσέα γὰρ ἐν τῷ σπηλαίῳ κατασχὼν ὁ Κύκλωψ καὶ τοὺς ἑταίρους αὐτοῦ ἀρξάμενος κατεσθίειν, οἶνον παρ’ αὐτοῦ λαβὼν ἔπιε καὶ ταύτην αὐτῷ τὴν χάριν δίδωσιν, ὕστατον αὐτὸν

Ἂν ἡ λεοντῇ μὴ ἐξίκηται, τὴν ἀλωπεκῆν πρόςαψον: ἂν μὴ φανερῶς δύνῃ βλάψαι, πανουργίᾳ χρῆσαι. Ἂν μὴ κατὰ ῥώμην τὸ προκείμενον ἐξανύοιτο, μηχανῇ καὶ τέχνῃ περαινέσθω τὸ λειπόμενον. Τάττεται ἡ παροιμία ἐφ’ ὧν σοφίᾳ μᾶλλον ἢ τῇ δυνάμει προςήκει χρῆσθαι, ὡς ὁ ποιητής φησι, Ἢ δόλῳ, ἠὲ βίηφι· ἢ ἀμφαδὸν, ἠὲ κρυφηδόν.

Ἀντιπελαργεῖν: ἐπὶ τῶν τὰς χάριτας ἀνταποδιδόντων. Λέγονται γὰρ οἱ πελαργοὶ γεγηρακότας τοὺς γονεῖς τρέφειν, καὶ μὴ δυναμένων ἵπτασθαι, φέρειν ἐπὶ τῶν ὤμων.

Ἀνίπτοις ποσὶν ἀναβαίνων ἐπὶ τὸ στέγος· ἐπὶ τῶν ἀμαθῶς ἐπί τινα ἔργα καὶ πράξεις ἀφικομένων,

Ἀνδρὸς γέροντος ἀσταφὶς τὸ κρανίον; ἐπὶ τῶν εἰς μηδὲν χρησιμευόντων, παρόσον ἅπαν τὸ σῶμα τῶν γερόντων ἀσθενές.

Ἀνδρὸς γέροντος μήποτ’ ἐς πυγὴν ὁρᾶν; ἐπὶ τῶν πρὸς ἔνια μὴ χρησίμων,

Ἀντλεῖν ἀμφοτέραις: λείπει τὸ χερσίν. Ἐπὶ τῶν σπουδῇ τι ποιούντων. Ὁμοία τῇ, Πάντα κάλων σεῖε.

Ἀνέμους γεωργεῖς: πρὸς τοὺς πονοῦντας καὶ μηδενὸς μεταλαγχάνοντας. Ἐπειδὴ ὁ ἄνεμος πάντα μὲν φύει καὶ αὔξει, οὐδενὸς δὲ τυγχάνει, ἢ μόνην ἄχνην αποφέρεται,

Ἀντὶ κακοῦ κυνὸς ὗν ἀπαιτεῖς: ἐπὶ τῶν καλὰ ἀντὶ τῶν κακῶν ἀπαιτούντων.