Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἄκρῳ ἅψασθαι τῷ δακτύλῳ: ἐπὶ τῶν οὐκ ἀκριβῶς ἠσκημένων· οἷον· Οὐδὲ κατὰ τὴν παροιμίαν ἄκρῳ τῷ δακτύλῳ ἁψάμενος.

Ἅλας καὶ τράπεζαν μὴ παραβαίνειν: ἐπειδὴ τοῖς κοινωνήσασι τούτων φίλοις χρῆσθαι δεῖ.

Ἅλμη οὐκ ἔνεστ’ αὐτῷ: ἐπὶ τοῦ ἁλυκοῦ καὶ ἀηδοῦς κατ’ εἰρωνείαν εἴρηται.

Ἀλλ’ ὥς περ ἥρως ἐν ἀσπίδι ξενίσαι σε βούλομαι; ἐπὶ τούτων εἴρηται, οἱ τοῖς αὑτῶν ἔργοις

ἢ τέχναις χρώμενοι τοὺς φίλους εὐεργετοῦσι· παρόσον οἱ ἥρωες τὸ παλαιὸν ἔνοπλοι ὄντες ἐξενίζοντο.

Ἄλλοι κάμον, ἄλλοι ὤναντο: ἐπὶ τῶν παρ’ ἐλπίδα κληρονομησάντων τὰ ἀλλότρια.

Ἀλλ’ οὐδὲν δεῖ παρὰ τὸν βωμόν σε βουλεύειν: ὅτι μὴ χρὴ ἐν αὐτοῖς τοῖς πράγμασι βουλεύεσθαι, ἀλλὰ πρὸ τῶν πραγμάτων· παρόσον καὶ οἱ τὰ ἱερεῖα προςάγοντες πρὸ τοῦ καλλιερῆσαι βουλεύονται.

Ἀλλ’ οὐκ αὖθις ἀλώπηξ: πάγαις ἁλώσεται λείπει· παρόσον ἅπαξ διαφυγοῦσα πάγας, δεύτερον οὐκ ἐμπεσεῖται. Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν πονηρὸν συκοφάντην ἐκφυγόντων.

Ἀλεκτρυόνων μέμφεσθαι κοιλίαν; ἐπὶ τῶν περὶ τὸν βίον πολυτελῶν καὶ ἁβροδιαίτων.

Ἄλλο γλαὺξ, ἄλλο κορώνη φθέγγεται; ἐπὶ τῶν τοῖς κρείττοσιν ἐριζόντων· ἤτοι ἐπὶ τῶν ἀλλήλοις οὐ συμφωνούντων.

Ἀλωπεκίζειν πρὸς ἑτέραν ἀλώπεκα; ἐπὶ τῶν ἐξαπατᾶν ἐγχειρούντων τοὺς ὁμοίους.

Ἀλώπηξ οὐ δωροδοκεῖται: ἐπὶ τῶν οὐ ῥᾳδίως δώροις ἁλισκομένων.

Ἄλλως ᾄδεις: ἐπὶ τῶν μάτην πονούντων.

Ἄλλοισι μὲν γλῶττα, ἄλλοισι δὲ γόμφιοι: παρόσον οἱ μὲν λάλοι, οἱ δὲ φάγοι.

Ἄλλα μὲν Λεύκων λέγει, ἄλλα δὲ Λεύκωνος ὄνος φέρει; λέγεται μὲν ἐπὶ τῶν ἀσυμφώνως τοῖς ἔργοις τοὺς λόγους παρεχομένων. Λεύκων γάρ τις γεωργὸς μέλιτος ἀσκοὺς εἰς φορμοὺς ἐμβαλὼν, ἐκόμιζεν Ἀθήναζε. Κριθὰς οὖν τοῖς φορμοῖς ἐμβαλὼν, ὡς ὑπὲρ κριθῶν ὀλίγον εἰςπραχθησόμενος τέλος, ἐκόμιζε. Τοῦ δ’ ὄνου πεσόντος, οἱ τελῶναι βοηθῆσαι βουλόμενοι, ἔμαθον ὅτι μέλι ἐστὶ, καὶ ἀπηνέγκαντο αὐτὸ ὡς ἀτελώνητον.

Ἄλλην μὲν ἐξηντλοῦμεν, ἡ δ’ ἐπειςρέει: ἐπὶ τῶν πονούντων καὶ οὐδὲν πλέον ἀνυόντων. Ἐπειδὰν γὰρ τῆς νεὼς ῥεούσης ἐξαντλῶσι τὸ ἐν τῇ ἀντλίᾳ ὕδωρ καὶ πλέον εἰςρέῃ, μάτην πονεῖν οἱ ναῦται δοκοῦσιν.

Ἀμεινόνων οἰωνῶν τυχεῖν: ἐπὶ τῶν ἐκ κακῶν εἰς ἀγαθὰ μεταβαινόντων.

Ἅμ’ ἔπος, ἅμ’ ἔργον: ἐπὶ τῶν ταχέως τε καὶ ὀξέως ἀνυομένων.

Ἀμελοῦς γωνία: ἐπὶ τῶν ἀργῶς καὶ ῥαθύμως καθημένων. Ἔστι δὲ καὶ χωρίον Λιβύης Ἀμελοῦς γωνία καλούμενον.

Ἀμουσότερος Λειβηθρίων; ἐπὶ τῶν ἀμούσων καὶ ἀπαιδεύτων. Λειβήθριοι γὰρ ἔθνος Πιερικόν ἐστιν, οὔτε μέλους ἁπλῶς οὔτε ποιήματος ἔννοιαν λαμβάνον. Λέγονται δὲ ἀμουσότατοι εἶναι, ἐπειδὴ παρ’ αὐτοῖς ὁ τοῦ Ὀρφέως ἐγένετο θάνατος.

Ἄμμον μετρεῖν; ἐπὶ τῶν ἀδυνάτων \καὶ ἀνεφίκτων.