Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἄϊδος κυνῆ: πρὸς τοὺς ἐπικρύπτοντας ἑαυτοὺς διά τινων μηχανημάτων. Τοιαύτη γὰρ ἡ τοῦ Ἅιδου κυνῆ, ᾗ Περσεὺς χρησάμενος τὴν Γοργόνα ἐδειροτόμησεν.

Ἡ δὲ ἱστορία ἔχει οὕτως. Ἀκρισίῳ περὶ παίδων γενέσεως ἀῤῥένων χρηστηριαζομένῳ, ὁ θεὸς ἔφη γενέσθαι παῖδα ἐκ τῆς θυγατρὸς, ὃς αὐτὸν ἀποκτείνῃ. Δείσας δὲ ὁ Ἀκρίσιος, ὑπὸ γῆν θάλαμον χάλκεον κατασκευάσας, Δανάην τὴν αὑτοῦ θυγατέρα ἐφρούρει. Ταύτης ὁ Ζεὺς ἐρασθεὶς, καὶ εἰς χρυσὸν μεταμορφωθεὶς, διὰ τῆς ὀροφῆς εἰς τοὺς αὐτῆς κόλπους ἐῤῥύη. Αἰσθόμενος δὲ ὁ Ἀκρίσιος ἐξ αὐτῆς γεγεννημένον Περσέα, μετὰ τοῦ παιδὸς εἰς λάρνακα βαλὼν ἔῤῥιψεν αὐτὴν εἰς θάλασαν. Προςενεχθείσης δὲ τῆς λάρνακος ἐν Σερίφῳ νήσῳ, Δίκτυς ἄρας ἀνέτρεφε Περσέα. Βασιλεύων δὲ τῆς Σερίφου Πολυδέκτης ἀδελφὸς Δίκτυος, Δανάης ἐρασθεὶς, καὶ ἠνδρωμένου Περσέως μὴ δυνάμενος τελέσαι τὸν ἔρωτα, συνεκάλει τοὺς φίλους, μεθ’ ὧν καὶ Περσέα, λέγων, ἔρανον θὐνάγεῖν ἐπὶ τοὺς Ἱπποδαμείας τῆς Οἰνομάου γάμους. Τοῦ δὲ Περσέως εἰπόντος καὶ ἐπὶ τῇ κεφαλῇ τῆς Γοργόνος

οὐκ ἀντερεῖν, παρὰ μὲν τῶν ἄλλων ἤτησεν ἵππους, παρὰ δὲ τοῦ Περσέως οὐ λαβὼν τοὺς ἵππους, ἐπέταξε τῆς Γοργόνος τὴν κεφαλὴν κομίζειν. Ὁ δὲ Ἑρμοῦ καὶ Ἀθηνᾶς προκαθηγουμένων ἐπὶ τὰς Φόρκου παραγίνεται θυγατέρας, Ἑνυὼ, Πεμφρηδώ καὶ Δεινώ. Ἦσαν δὲ αὗται γραῖαι ἐκ γενετῆς, ἕνα τε ὀφθαλμὸν αἱ τρεῖς καὶ ἕνα ὀδόντα εἶχον, καὶ ταῦτα παρὰ μέρος ἀλλήλαις ἤμειβον. Ὧν κυριεύσας ὁ Περσεὺς, ὡς ἀπῄτουν, ἔφη δώσειν, ἂν ὑφηγήσωνται τὴν ὁδὸν τὴν ἐπὶ τὰς Νύμφας φέκαὶ ρουσαν. Αὗται δὲ αἱ Νύμφαι πτηνὰ εἶχον πέδιλα, τὴν κίβισιν, ἥν φασιν εἶναι πήραν· εἶχον δὲ καὶ τὴν Ἄϊδος κυνῆν, ἣν ὁ ἔχων οὓς μὲν ἤθελε ἔβλεπεν, ὑπ’ ἄλλων δὲ οὐχ ὡρᾶτο. Ἀπελθὼν οὖν ὁ Περσεὺς, καὶ ἀναλαβόμενος ταῦτα, πτηνὸς διὰ τῶν πεδίλων πρὸς τὰς Γοργόνας ἐφέρετο. Ἦσαν δὲ αἱ Γοργόνες ἀδελφαὶ τρεῖς, Εὐρυάλη, Σθενὼ, Μέδουσα· κεφαλὰς μὲν ἔχουσαι περιεσπειραμένας φολίσι δρακόντων, ὀδόντας δὲ μεγάλους ὡς συῶν, καὶ χεῖρας καὶ πτέρυγας δι’ ὧν ἐφέροντο· τοὺς δὲ ἰδόντας, λίθους ἐποίουν. Μόνῃ δὲ τῶν τριῶν θνητὴ ἦν ἡ Μέδουσα. Πρὸς ταύτην ὁ Περσεὺς ἀπεστραμμένος, καὶ βλέπων εἰς ἀσπίδα χαλκῆν, δι’ ἧς τὴν εἰκόνα τῆς Γοργόνος ἔβλεπε, τὴν χεῖρα ἔτεινεν, Ἀθηνᾶς αὐτὴν κατευθυνούσης. Καὶ καρατομηθείσης τῆς Μεδούσης, αἱ ταύτης ἀδελφαὶ ἀναπτᾶσαι τὸν Περσέα ἐδίωκον. Συνιδεῖν δὲ αὐτὸν μὴ δυνέμεναι διὰ τὴν κυνῆν, ὑπέστρεψαν. Περσεὺς δὲ παραγενόμενος εἰς Σέριφον, καὶ καταλαβὼν Πολυδέκτην συγκαλέσαντα τοὺς φίλους αὐτοῦ πρὸς τὰ βασίλεια, ἀπεστραμμένος τὴν κεφαλὴν τῆς Γοργόνος ἔδειξε·
τῶν δὲ ἰδόντων ἕκαστος ἀπελιθώθη. Καὶ καταστήσας τῆς Σερίφου βασιλέα Δίκτυν τὴν κεφαλὴν τῆς Γοργόνος Ἀθηνᾷ δίδωσι, τὴν δὲ κυνῆν Ἑρμῇ, ὡς αύτως δὲ καὶ τὰ πέδιλα καὶ τὴν κίβισιν· ὁ δὲ πάλιν ἀπέδωκε ταῖς Νύμφαις. Ἀναλαβόμενος οὖν Περσεὺς τὴν μητέρα πρὸς Ἄργος ἔσπευδεν, ἵνα τὸν Ἀκρίσιον θεάσηται. Ὁ δὲ τοῦτο μαθὼν καὶ δεδοικὼς τὸν χρησμὸν, ἀπολιπὼν Ἄργος εἰς Λάρισσαν παραγίνεται. Τοῦ δὲ τῶν Λαρισσαίων βασιλέως γυμνικὸν ἀγῶνα διατιθέντος ἐπὶ κατοιχομένῳ τῷ πατρὶ, παρεγένετο καὶ ὁ Περσεὺς ἀγωνίσασθαι θέλων. Ἀγωνιζόμενος δὲ πένταθλον τὸν δίσκον ἐπὶ τὸν Ἀκρισίου πόδα βαλὼν ἀπέκτεινεν αὐτόν. Καὶ οὕτω πέρας εἴληφεν ὁ χρησμός.

Αἲξ οὔπω τέτοκεν, ἔριφος δ’ ἐπὶ δώματι παίζει; ἐπὶ τῶν οὔπω τεχθέντων καὶ ὁμοίως λεγομένων.

Αἰάντειος γέλως; ἐπὶ τῶν παραφρόνως γελώντων. Ὁ Αἴας γὰρ παραφροσύνην νοσήσας καὶ μανεὶς διὰ τὸ προτιμηθῆναι τὸν Ὀδυσσέα εἰς τὴν τῶν Ἀχιλλείων ὅπλων κατοχὴν, κατὰ τῶν Ἑλλήνων ξιφήρης ὥρμησε καὶ κατὰ τῶν βοσκημάτων προνοίᾳ θεῶν τραπεὶς ὡς Ἀχαιοὺς ταῦτα φονεύει. Δύο δὲ μεγίστους κριοὺς κατασχὼν ὡς Ἀγαμέμνονα καὶ Μενέλαον δεσμεύσας ἐμάστιξε καὶ κατεγέλα τούτων μαινόμενος. Ὕστερον δὲ σωφρονήσας ἑαυτὸν κτείνει.

Ἄχρι κόρου: παροιμία ἦν, ὅτι, ἄχρι κόρον ἐκεῖνος ἀναίσθητος ἐστίν· καί· οὗτος ἄχρι κόρου ἐφενάκισεν.

Ἄειδε τὰ Τέλληνος: ἐπὶ τῶν σκωπτικῶν τίθεται ἡ παροιμία. Τέλλην γὰρ αὐλητὴς ἐγένετο καὶ μελῶν ποιητὴς, παίγνιά τε κατέλιπεν εὐρυθμότατα καὶ χάριν ἔχοντα πλείστην καὶ σκώμματα κομψότατα.

Αἰθίοπα σμήχων; ἐπὶ τῶν μάτην ἀνήνυτον ἔργον ἐπιτελούντων.

Αἰσώπειον αἶμα: ἐπὶ τῶν δυςαπονίπτοις ὀνείδεσι καὶ κακοῖς συνεχομένων· ἐπειδὴ τοῖς [Δελφοῖς] ἀδίκως τὸν Αἴσωπον ἀνελοῦσιν ὠργίσθη τὸ δαιμόνιον· καὶ διὰ τοῦτο τὴν Πυθίαν φασὶν ἀνῃρηκέναι αὐτοῖς, ἱλάσκεσθαι τὰ ἐπὶ Αἰσώπῳ μύσος. Οὕτω γὰρ θεοφιλὴς ἐγένετο ὁ Αἴσωπος, ὡς μυθεύεται αὐτὸν ἀναβιῶναι ὡς Τυνδάρεων καὶ Ἡρακλῆν καὶ Γλαῦκον.

Αἰγιέες οὔτε, τρίτοι οὔτε τέταρτοι: ἐπὶ τῶν εὐτελῶν καὶ μηδενὸς ἀξίων. Οἱ γὰρ Λἰγιεῖς οἱ ἐν Ἀχαίᾳ νικήσαντες Αἰτωλοὺς τῆν Πυθίαν ἐξηρώτων, τίνες εἰσὶ κρείττονες τῶν Ἑλλήνων· ἡ δὲ εἶπεν,

Ὑμεῖς δ’ Αἰγιέες οὔτεʹ τρίτοι οὔτε τέταρτοι.

Ἀκαρπότερος εἶ Ἀδώνιδος κήπων: ἐπὶ τῶν μηδὲν γενναῖον τεκεῖν δυναμένων εἴρηται ἡ παροιμία· μέμνηται αὐτῆς Πλάτων ἐν Φαίδρῳ. Γίνονται δὲ οὗτοι οἱ κῆποι τοῦ Ἀδώνιδος εἰς ἀγγεῖα κεράμεια σπειρόμενοι ἄχοι χλόης μόνης· ἐκφέρονται δὲ ἅμα τελευτῶντι τῷ θεῷ καὶ ῥιπτοῦνται εἰς κρήνας.

Ἄκαιρος εὔνοι’ οὐδὲν ἔχθρας διαφέρει: ταύτην φασὶν Ἱππόλυτον εἰπεῖν πρὸς Φαίδραν φάσκουσαν φιλεῖν τε καὶ στέργειν αὐτὸν μάλιστα ὑπὲρ πάντας ἀνθρώπους.

Ἀκάνθιος τέττιξ: ἐπὶ τῶν ἀφώνων καὶ ἀμούσων λέγεται, παρόσον οἱ ἀκάνθιοι τέττιγες οὐκ ἄδουσιν.

Ἀκεσίας ἰάσατο: ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἰωμένων. Ὅλην δὲ Ἀριστοφάνης ἐν τετραμέτροις † ἐκφέρει λέγων, Ἀκεσίας τὸν πρωκτὸν ἰάσατο. Ἀκεσίας γὰρ τις ἐγένετο ἰατρὸς ἀφυὴς, ὃς τὸν πόδα τινὸς ἀλγοῦντος κακῶς ἐθεράπευσεν.

Ἀκκώ: ἐπὶ τῶν μωραινόντων. Ἡ γὰρ Ἀκκὼ γυνὴ γέγονεν ἐπὶ μωρίᾳ διαβεβοημένη, ἥν φασιν ἐςοπτριζομένην τῇ εἰκόνι ὡς ἑτέρᾳ διαλέγεσθαι· ἔνθεν καὶ τὸ Ἀκκίζεσθαι περὶ ταύτην λελέχθαι.

Ἄκουε τοῦ τὰ τέσσαρα ὦτα ἔχοντος; ἐπὶ τῶν ἀπειθούντων. Χρησμὸς γὰρ ἐδόθη Ἐντίμῳ τῷ Κρητὶ καὶ Ἀντιφήμῳ τῷ Ῥοδίῳ, φυλάξασθαι τὸν τετράωτον· ἦν δὲ οὗτος λῃστὴς Φοῖνιξ· οἱ δὲ τοῦ χρησμοῦ ἀμελήσαντες ἀπώλοντο. Ἢ ἐπὶ τοῦ πολλὰ ἰδόντος καὶ πολλὰ ἀκούσαντος, ὡς Ἀριστοφάνης φησίν. Ἄλλοι δὲ, τὴν παροιμίαν παραγγέλλειν τῶν ἀληθευόντων ἀκούειν· οὐδεὶς γὰρ ἀψευδέστερος τοῦ Ἀπόλλωνος, ὃν τετράχειρα καὶ τετράωτον ἱδρύσαντο Λακεδαιμόνιοι, ὥς φησι Σωσίβιος, ὅτι τοιοῦτος ὤφθη τοῖς περὶ Ἀμύκλαν μαχομένοις.

Ἀκίνητα κινεῖν: καθ’ ὑπερβολὴν, ὅτι μὴ δεῖ κινεῖν μήτε βωμοὺς, μήτε τάφους ἢ ἡρῷα.

Ἀκεσέως καὶ Ἑλικῶνος ἔργα; ἐπὶ τῶν θαύματος ἀξίων. Οὗτοι γὰρ πρῶτοι τὸν τῆς Πολιάδος Ἀθηνᾶς πέπλον ἐδημιούργησαν, ὁ μὲν Ἀκεσεὺς γένος ὢν Παταρεὺς, ὁ δὲ Ἑλικὼν Καρύστιος.

Ἄκρον λάβε, καὶ μέσον ἕξεις ἐπὶ τῶν. δυςφράστων

καὶ δυςνοήτων. Οἱ γὰρ τὴν Αἴγιναν οἰκήσαντες, πολέμῳ ἐκπεσόντες τῆς πατρίδος, ἐχρήσαντο τῷ θεῷ· ὁ δὲ τὸ εἰρημένον αὐτοῖς ἀνεῖλεν· οἱ δὲ συμβαλόντες τὸν χρησμὸν, ἀκρωτήριόν τι κατασχόντες κατὰ μέσον ᾤκησαν. Ἀπὸ δὲ ταύτης τῆς αἰτίας ὅταν τι δυςνόητον θέλωμεν αἰνίττεσθαι, χρώμεθα τῷ προειρημένῳ.

Ἀκόνην σιτίζειν: ἐπὶ τῶν τροφῇ μὲν πολλῄ χρωμένων, μηδὲν δὲ εἰς τὸ σῶμα ἐπιδιδόντων.

Ἀτέφαλος μῦθος: ἐπὶ τῶν ἀτελῆ λεγόντων. Πλάτων· Ἐὰν μῦθον ἀκέφαλον ἑκὼν καταλίποιμι.

Ἀκαρπότερος ἀγρίππου: ἐπὶ τῶν πάνυ πενομένων εἴρηται. Λάκωνες γὰρ τὴν ἀγρίαν ἐλαίαν ἄγριππον καλοῦσιν,