Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἀληλεσμένον βίον καὶ μεμαγμένον βίον; ἐπὶ τοῦ ἑτοίμου καὶ προχείρου καὶ ἀκόπου.

Ἄλλος βίος, ἄλλη δίαιτα: ἐπὶ τῶν ἐπ’ ἀμείνονα βίον μεταβαλόντων.

Ἅλας ἄγων καθεύδεις: ἐπὶ τῶν ἐν μεγάλῳ κινδύνῳ καθευδόντων καὶ ῥᾳστωνευομένων. Ἐμπόρου γάρ τινος τὴν ναῦν ἁλῶν πληρώσαντος καὶ καθεύδοντος, τὴν ἀντλίαν ἐπαναβῆναι συνέβη καὶ ἐκτῆξαι τοὺς ἅλας. Ὅθεν ἡ παροιμία.

Ἄλλοτε δ’ ἀλλοῖον τελέθειν καὶ χώρᾳ ἕπεσθαι: ὅτι προςήκει ἕκαστον ἐξομοιοῦν ἑαυτὸν τούτοις, ἐν οἷς ἂν καὶ γένηται τόποις· ἐκ μεταφορᾶς τοῦ πολύποδος.

Ἅλα καὶ κύαμον: ἐπὶ τῶν εἰδέναι μέν τι προςποιουμένων, οὐκ εἰδότων δέ· ἐπεὶ οἱ μάντεις εἰώθασι τιθέναι τὸν ἅλα καὶ κύαμον πρὸ τῶν μαντευομένων· ὅθεν καὶ τοῖς τῶν ἀποῤῥήτων κοινωνοῦσι κύαμον ἐτίθουν.

Αἴξ οὐρανία: Κρατῖνος φησὶ καθάπερ Διὸς αἶγα Ἀμαλθείαν, οὕτω καὶ τῶν δωροδοκούντων αἶγα οὐρανίαν. Οἱ δὲ τοὺς εἰς τὸ ἀργυρίζεσθαί τισιν ἀφθόνως ἀφορμὰς παρέχοντας οὕτως εἰώθασι λέγειν κωμῳδοῦντες, ἐπεὶ καὶ ὁ τῆς Ἀμαλθείας κέρας ἔχων πᾶν ὃ ἐβούλετο εἶχεν.

Αἲξ τὴν μάχαιραν; παροιμία ἐπὶ τῶν κακῶς τι καθ’ ἑαυτῶν ποιούντων, ἀπὸ ἱστορίας τοιαύτης· Κορίνθιοι θυσίαν τελοῦντες Ἥρᾳ ἐνιαύσιον, τῇ ὑπὸ Μηδείας ἱδρυνθείσῃ καὶ Ἀκραίᾳ καλουμένῃ, αἷγα τῇ θεῷ ἔθυον. Τινὲς δὲ τῶν κομισάντων μισθωτῶν ἔκρυψαν τὴν μάχαιραν, καὶ σκηπτομένων [ἐπιλελῆσθαι] ἔνθα ἀπέθεντο, ἡ αἴξ τοῖς ποσὶν ἀνασκαλεύσασα ἀνέφηνε, καὶ τὴν μὲν σκῆψιν αὐτῶν διήλεγξεν, ἑαυτῇ δὲ τῆς σφαγῆς αἰτία ἐγένετο· ὅθεν ἡ παροιμία.

Ἄδακρυς πόλεμος: ἐπὶ τῶν ἔξω κινδύνου παντὸς ῥᾷστα δὲ καὶ παρ’ ἐλπίδα τὰ πράγματα κατορθούντων.

Ἀδύνατα θηρᾷς: ἐπὶ τοῦ ἐγχειροῦντος μείζοσιν ἢ καθ’ ἑαυτόν.

Ἀδράστεια Νέμεσις; ἀπὸ Ἀδράστου· τάττεται δὲ ἐπὶ τῶν πρότερον μὲν εὐδαιμονησάντων, ὕστερον δὲ δυςτυχησάντων.

Ἐτεοκλῆς γὰρ καὶ Πολυνείκης μετὰ τὴν ἀπώλειαν τοῦ ἰδίου πατρὸς Οἰδίποδος τὴν βασιλείαν Θηβῶν παραλαβόντες, περὶ ταύτης συντίθενται πρὸς ἀλλήλους, καὶ αὐτοῖς δοκεῖ τὸν ἕτερον παρ’ ἐνιαυτὸν ἄρχειν, καὶ οὕτως κατ’ ἔτος τὴν βασιλείαν ἀμείβεσθαι. Ἄρξαντος οὖν Ἐτεοκλέους καὶ μὴ βουλομένου τῷ ἀδελφῷ τὴν βασιλείαν παραδοῦναι μετὰ τὴν τοῦ χρόνου παρέλευσιν, Πολυνείκης ἐφυγαδεύθη, καὶ πρὸς Ἄργος ἀφικόμενος τοῖς τοῦ Ἀδράστου βασιλείοις προςεπέλασε νύκτωρ, καὶ προςτυχὼν ἐκεῖσε τῷ Τυδεῖ φεύγοντι ἐκ Καλυδῶνος δι’ ὃν εἰργάσατο φόνον, συνάπτει μάχην. Γενομένης δὲ βοῆς Ἄδραστος ἐπιφανεὶς τούτους διέλυσε. Καὶ λογίου τινὸς ἀναμνησθεὶς λέγοντος αὐτῷ, κάπρῳ καὶ λέοντι τὰς θυγατέρας συζεῦξαι, ἀμφοτέρους εἴλετο νυμφίους· εἶχον γὰρ ἐπὶ τῶν ἀσπίδων ὁ μὲν προτομὴν λέοντος, ὁ δὲ κάπρου. Ὑπέσχετο οὖν καὶ ἀμφοτέρους εἰς τὰς ἰδίας ἀποκαταστῆσαι πατρίδας. Καὶ πρῶτον ἐπὶ Θήβας στρατεύει, ἔνθα τῶν ἀρίστων Ἀργείων πεσόντων μόνος διέφυγεν Ἄδραστος. Τοὺς δὲ νεκροὺς αὐτῶν ἀτάφους τῶν Θηβαίων ῥιψάντων καὶ μὴ διδόντων ταφῇ, οἱ τῶν ἀποθανόντων παῖδες πρὸς τὸν τοῦ Ἐλέου καταφυγόντες βωμὸν τοὺς νεκροὺς ἐξῄτουν. Ἀθηναίων

δὲ στρατευσάντων, οἱ νεκροὶ δἴδονται. Ὅτε καὶ Εὐάδνη ἡ τοῦ Καπανέως γυνὴ ἑαυτὴν τῇ πυρᾷ βαλοῦσα τῷ τοῦ ἀνδρὸς συγκατκαύθη νεκρῷ. Μετὰ δὲ χρόνους οἱ τῶν ἀπολομένων Ἀργείων παῖδες ἐπὶ Θήβας ἐστρατεύσαντο, τὸν τῶν πατέρων θάνατον βουλόμενοι τιμωρήσασθαι. Τειρεσίου δὲ τοῦ μάντεως θεσπίσαντος Θηβαίοις τὴν νίκην ἐπ’ Ἀργείοις κεῖσθαι, δρασμὸν ἐπενόησαν· καὶ στέλλουσι μὲν πρέσβεις πρὸς Ἀργείους, αὐτοὶ δὲ νυκτὸς τὴν πόλιν καπαλιπόντες, φυγάδες ᾤχοντο. Εἰςίασιν οὖν εἰς τὴν πόλιν Ἀργεῖοι, καὶ τὰ ταύτης τείχη καθελόντις τὴν λείαν συνήθροισαν. Ὅθεν ἡ παροιμία προήχθη λέγεσθαι ἐπὶ τῶν ἄδικα διαπραττομένων καὶ τὴν δίκην μὴ ἐκφευγόντων.

Ἁρπαγὰ τὰ Κιννάρου: ταύτης μὲν μέμνηται Καλλίμαχος ἐν ἰάμβοις· Τίμαιος δὲ ἔφη, ὅτι Κίνναρος ἐγένετο πορνοβοσκὸς Σελινούσιος. Πλουσιώτατος γοῦν ἐκ τῆς ἐργασῖας γονόμενος, ζῶν μὲν ἐπηγγέλλετο τὴν οὐσίαν ἱερὰν τῇ Ἀφροδίτῃ παταλεῖψαι, τελευτῶν δὲ τὰ ὄντα προύθηκεν εἰς ἁρπαγήν.

Ἀρχὴ Σκυρία· παροιμία ἐπὶ τῶν εὐτελῶν καὶ μηδὲν λυσιτελὲς ἐχόντων· παρόσον πετρώδης καὶ λυπρά. ἐστιν ἡ Σκῦρος.

Αἰθὴς πέπλος: ἐπὶ τῶν ὑπεκκαιόντων καὶ φθειρόντων καὶ διαβολὰς ποιούντων· εἴρηται δὲ παρόσον ἡ Δηϊάνειρα πέπλον ἔπεμψεν Ἡρακλεῖ, ὑφ’ οὗ καυθεὶς ἐφθάρη.

Ἡρακλέους γὰρ τοὺς Κενταύρους καταπολεμήσαντος, εἷς ἐξ αὐτῶν Νέσσος ὀνομαζόμενος διαφυγὼν ἧκεν ἐπὶ ποταμὸν Εὔηνον, ἐν ᾧ καθεζόμενος τοὺς παριόντας διεπόρθμευεν. Ἀπερχόμενος δὲ Ἡρακλῆς πρὸς Κήϋκα εἰς Τραχῖνα ἧκε † μεθ’ ἑαυτοῦ καὶ Δηϊάνειραν. Αὐτὸς μὲν οὖν Ἡρακλῆς τὸν ποταμὸν διῄει· Δηϊάνειραν δὲ μισθὸν αἰτηθεὶς, ἐκέλευε Νέσσῳ διακομίζειν. Ὁ δὲ διαπορθμεύων ἐπεχείρει βιάζεσθαι· τῆς δὲ ἀνακραγούσης αἰσθόμενος Ἡρακλῆς ἐτόξευσε Νέσσον εἰς τὴν καρδίαν. Οὗτος δὲ μέλλων τελευτᾶν προςκαλεσάμενος Δηϊάνειραν εἶπεν, εἰ θέλοι φίλτρον πρὸς Ἡρακλέα ἔχειν, τὸ ῥυὲν ἐκ τοῦ τραύματος τῆς ἀκίδος αἷμα ἐκμάξασθαι. Ἡ δὲ ποιήσασα τοῦτο, ἐφύλαττε παρ’ ἑαυτῇ. Ἀπελθὼν οὖν Ἡρακλῆς εἰς Τραχῖνα, κἀκεῖθεν στρατευσάμενος ἐπὶ τὴν Οἰχαλίαν, τὴν πόλιν αἱρεῖ. Καὶ ληΐσας ταύτην, ἦγεν Ἰόλην αἰχμάλωτον. Μέλλων δὲ τῷ Διὶ χαριστήρια θύειν, ἔπεμψε πρὸς Δηϊάνειραν λαμπρὰν ἐσθῆτα ζητῶν. Μαθοῦσα δὲ Δηϊάνειρα τὰ περὶ τὴν Ἰόλην, καὶ δείσασα μὴ ἐκείνην μᾶλλον ἀγαπήσῃ, νομίσασα ταῖς ἀληθείαις φίλτρον εἶναι τὸ ῥυὲν αἷμα Νέσσου, τούτῳ τὸν χιτῶνα ἔχρισεν. Ἐνδυσάμενος οὖν Ἡρακλῆς ἔθυεν. Ὡς δὲ θερμανθέντος τοῦ χιτῶνος ὁ τῆς ὕδρας ἰὸς τοῦ χρωτὸς καθήπτετο, τὸν χιτῶνα ἀπέσπα προςπεφυκότα τῷ σώματι.

συναπεσπῶντο δὲ καὶ αἱ σάρκες αὐτοῦ. Τοιαύτῃ συμφορᾷ κατασχεθεὶς Ἡρακλῆς, εἰς Τραχῖνα πρὸς Δηϊάνειραν κομίξεται. Αὕτη μὲν οὖν αἰσθομένη τὸ γεγονὸς ἑαντὴν ἀνήρτησεν. Ἡρακλῆς δὲ ἐντειλάμενος Ὕλλῳ, ὃς ἦν ἐκ Δηϊανείρας αὐτῷ παῖς πρεσβύτερος, Ἰόλην γῆμαι, παρεγένετο εἰς Οἴτην ὄρος, ἔνθα πυρὰν ἔνησεν, ἧς ἐπιβὰς, ὑφάπτειν ἐκέλευσε. Μηδενὸς δὲ τῶν σὺν ἐκείνῳ τοῦτο πράττειν ἐθέλοντος, Ποίας παριὼν κατὰ ζήτησιν ποιμνίων, τὴν πυρὰν ὑφῆψεν· καὶ τούτῳ τὰ τόξα Ἡρακλῆς ἐδωρήσατο. Καιομένης δὲ τῆς πυρᾶς, λέγεται νέφος ὑποστὰν μετὰ βροντῆς αὐτὸν εἰς οὐρανὸν ἀναπέμψαι.

Αἵματι κλαίειν: κατὰ ὑπερβολὴν, οὐ δάκρυσιν ἀλλ’ αἵμασι κλαίειν.

Αἱροῦντες ᾑρήμεθα; ἐπὶ τῶν ἐλπισάντων κρατεῖν τινων καὶ ὑπ’ ἐκείνων ἁλόντων.

Αἱ Χάριτες γυμναί: ἤτοι ὅτι δεῖ ἀφειδῶς καὶ φανερῶς χαρίζεσθαι· ἢ ὅτι οἱ ἀχάριστοι τὸν ἑαυτῶν κόσμον ἀφῄρηνται.

Αἱ Ἰβύκου γέρανοι: ἐπὶ τῶν ἀπροςδοκήτος ἀφ’ ὧν ἥμαρτον κολασθέντων. Ἴβυκος γὰρ ὑπὸ λῃστῶν ἀναιρούμενος

καὶ γεράνους ὑπεριπταμένας ἰδὼν ἐμαρτύρατο. Χρόνου δὲ προϊόντος οἱ λῃσταὶ ἐν θεάτρῳ θεώμενοι γεράνους ἱπταμένας πρὸς ἀλλήλους ἔλεγον, Αἱ Ἰβύκου γέρανοι. Εἶτα ἐκ τούτου ἁλόντες ἐκολάσθησαν.

Αἰγιαλῷ λαλεῖς: ἐπὶ τῶν ἀνηκούστων. Ὁμοία δὲ αὕτη καὶ τῇ, Ἀνέμῳ διαλέγῃ.

Αἰθέρα νήνεμον ἐρέσσειν; ἐπὶ τῶν μάτην πονούντων.

Ἀφ’ Ἑστίας ἀρχόμενοι: μετενήνεκται δὲ ἀπὸ τῶν περὶ τὰ ἱερὰ δρωμένων, Ἔθος γὰρ ἦν τῇ Ἑστίᾳ τὰς ἀπαρχὰς ποιεῖσθαι,