Epitome collectionum Lucilli Tarrhaei et Didymi

Zenobius Sophista

Zenobius Sophista. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἀβυδηνὸν ἐπιφόρημα: ἐπὶ τῶν ἀηδῶν τάττεται ἡ παροιμία. Μέμνηται δὲ αὐτῆς Εὔδοξος ἐν Ὑποβολιμαίῳ. Φασὶ δὲ ὅτι τοῖς Ἀβυδηνοῖς ἔθος ἦν μετὰ τὸ δεῖπνον καὶ τὰς σπονδὰς προςάγειν τοὺς παῖδας μετὰ τῶν τιτθῶν τοῖς εὐωχουμένοις· κεκραγότων δὲ τῶν παίδων καὶ θορύβου γινομένου διὰ τὰς τίτθας, ἀηδίαν εἶναι πολλὴν τοῖς δαιτυμόσιν. Εἴρηται δὲ ἡ παροιμία καὶ ἀπὸ τοῦ ὑπ’ αὐτῶν συκοφαντεῖσθαι τοὺς ξένους· ἔνθεν Ἀριστοφάνης τὸν συκοφάντην Ἀβυδοκόμην εἶπεν.

Ἀγαθώνιος αὔλησις: ἡ μαλακὴ, καὶ μήτε πικρὰ μήτε χαλαρὰ, ἀλλ’ εὔκρατος καὶ ἡδίστη. Εἴρηται δὲ ἀπὸ Ἀγάθωνος αὐλητοῦ, ὃς ἐπὶ μαλακίᾳ ἐκωμφῳδεῖτο.

Ἀγαθὰ Κιλλικῶν: λείπει τὸ ἔχει. Προδότης γὰρ γέγονεν οὗτος ὁ Κιλλικῶν, Μιλήσιος τὸ γένος, ὃς προδοὺς Μίλητον εὐπόρησεν.

Ἅβρωνος βίος: ἐπὶ τῶν πολυτελῶν εἴρηται ἡ παροιμία. Ἅβρων γάρ τις ἐγένετο πλούσιος καὶ ἁβροδίαιτος. Δύναται δὲ καὶ ἀπὸ τοῦ ἁβροῦ τὸ ὄνομα γεγονέναι.

Ἀγορὰ Κερκώπων: ἐπὶ τῶν πονηρῶν καὶ κακοήθῶν λέγεται. Κέρκωπες γὰρ ἀπατεῶνες ἐγένοντό τινες, ἐξαπατῆσαι τὸν Δία βουλόμενοι.

Ἀγαμεμνόνεια φρέατα; ἐπὶ τῶν μεγάλων ἔργων. Ἱστοροῦσι γὰρ τὸν Ἀγαμέμνονα περὶ τὴν Αὐλίδα καὶ πολλαχοῦ τῆς Ἑλλάδος φρέατα ὀρύξαι.

Ἀγέλαστος πέτρα: ἐπὶ τῶν λύπης προξένων πραγμάτων εἴρηται. Ἔστι δὲ ἡ πέτρα αὕτη ἐν τῇ Ἀττικῇ ἐφ’ ἧς ἐκαθέσθη ἡ Δημήτηρ, ὅτε τὴν κόρην ἐζήτει· ἐρασθεὶς γὰρ Περσεφόνης ὁ Πλούτων ἥρπασεν αὑτὴν κρύφα. Δημήτηρ δὲ μετὰ λαμπάδων νυκτός τε καὶ ἡμέρας κατὰ πᾶσαν τὴν γῆν ζητοῦσα περιήρχετο. Μαθοῦσα δὲ παρ’ Ἑρμιονέων ὅτι Πλούτων αὐτὴν ἥρπασεν, ὀργιζομένη θεοῖς κατέλιπεν οὐρανὸν, καὶ εἰκασθεῖσα γυναικὶ ἧκεν εἰς Ἐλευσῖνα· ἔνθα ἐπὶ πέτραν ἐκάθισε τὴν ἀπ’ ἐκείνης κληθεῖσαν Ἀγέλαστον.

Ἀγρίου βέβρωκας: οἱονεὶ ζώου ἀγρίου. Εἰώθασι δὲ οἱ βεβρωκότες χασμᾶσθαι.

Ἀγαθῶν θάλασσα; ἐπὶ πλήθους ἀγαθῶν εἴρηται.

Ἀγαθῶν σωρός: ἐπὶ πολλῆς εὐδαιμονίας εἴρηται.

Ἀγαθῶν μυρμηκιά: ἐπὶ πλήθους εὐδαιμονίας.

Ἀγαθὴ καὶ μᾶζα μετ’ ἄρτον; ἐπὶ τῶν τὰ δευτερεῖά τισι διδόντων.

Ἀγαμέμνονος θυσία; ἐπὶ τῶν δυςπειθῶν καὶ σκληρῶν. Ἀγαμέμνονος γὰρ θύοντος ἐν Τροίᾳ ἔφυγεν ὁ βοῦς καὶ μόλις ληφθεὶς ἤχθη.

Ἀγαθοὶ δ’ ἀριδάκρυες ἄνδρες; ἐπὶ τῶν σφόδρα πρὸς ἔλεον ῥεπόντων.

Ἀγροίκου μὴ καταφρόνει ῥήτορος; ὅτι μηδὲ τῶν εὐτελῶν χρὴ καταφρονεῖν, παραινεῖ ἡ παροιμία.

Ἀγναμπτότατος βάτος αὖος; ἐπὶ τοῦ σκληροῦ καὶ αὐθάδους τὸν τρόπον.

Ἀνενδεὴς ὁ Θεός: παροιμία· παρόσον οὐδενὸς ἐπιδέεται ὁ Θεός.

Ἀδμήτου μέλος: τὸ εἰς Ἄδμητον μέλος ᾀδόμενον πένθιμον. Οὗτος δὲ ὁ Ἄδμητος βασιλεὺς ἦν τῶν Φερῶν, ᾧτινι Ἀπόλλων ἐθήτευσε δι’ αἰτίαν τήνδε. Ἀσκληπιὸς ὁ Ἀπόλλωνος παῖς παρὰ Χείρωνος τὴν ἰατρικὴν παιδευθεὶς, καὶ παρὰ Ἀθηνᾶς λαβὼν τὸ ἐκ τῶν φλεβῶν πῆς Γοργόνης ῥυὲν αἷμα, δι’ αὐτοῦ πολλοὺς ἐθεράπευε. Τῷ μὲν γὰρ ἐκ τῶν ἀριστερῶν φλεβῶν ῥυέντι πρὸς φθορὰν ἀνθρώπων ἐχρῆτο, τῷ δ’ ἐκ τῶν δεξιῶν πρὸς σωτηρίαν· ὅθεν καί τινας τεθνεῶτας ἀναστῆσαι μυθολογεῖται. Διὰ γοῦν τὸ μὴ δόξαι τοῦτον παρ’ ἀνθρώποις εἶναι θεὸν, ὁ Ζεὺς κεραύνωσεν· Ἀπόλλων δὲ ὀργισθεὶς κτείνει Κύκλωπας τοὺς τὸν κεραυνὸν κατασκευάσαντας τῷ Διί. Ζεὺς δὲ ἐμέλλησε ῥίπτειν αὐτὸν εἰς Τάρταρον, ἀλλὰ δεηθείσης

Λητοῦς ἐκέλευσεν αὐτῷ ἐνιαυτὸν ἀνδρὶ θητεῦσαι. Ὁ δὲ παραγενόμενος εἰς Φερὰς εἰς Ἄδμητον, τούτῳ λατρεύων ἐποίμαινε, καὶ τὰς θηλείας βοῦς πάσας διδυμοτόκους ἐποίησε. Φιλοφρονηθεὶς δὲ τὰ μέγιστα παρ’ αὐτοῦ, ᾐτήσατο τὰς Μοίρας, ἵν’ ὅταν ἡ τελευτὴ τῷ Ἀδμήτῳ ἐπικλωσθῇ, ἑτέρου τινὸς ἀντὶ τούτου θνήσκειν προαιρουμένου τὸν Ἄδμητον τοῦ θανάτου ἀπολυθῆναι. Ὡς δὲ ἦλθεν ἡ τοῦ θνήσκειν ἡμέρα, μήτε τοῦ πατρὸς μήτε τῆς μητρὸς ὑπὲρ αὐτοῦ θνήσκειν θελόντων, Ἄλκηστις ὑπεραπέθανεν ἡ τούτου γυνή. Ἔκτοτε οὖν σκολιὰ καὶ πενθήρη πρὸς τὸν Ἄδμητον ᾔδοντο μέλη, μέχρις ἂν ἡ Κόρη ἀνέπεμψεν Ἄλκηστιν. Ὡς δὲ λέγουσιν ἔνιοι, Ἡρακλῆς πρὸς αὐτὸν ἀνεκόμισε μαχεσάμενος Ἅιδῃ.

Ἄιδειν πρὸς μυῤῥίνην: ἔθος ἦν τὸν μὴ δυνάμενον ἐν τοῖς συμποσίοις ᾆσαι, δάφνης κλῶνα ἢ μυῤῥίνης λαβόντα πρὸς τοῦτον ᾄδειν.

Ἀετὸν κάνθαρος μαιεύεται; παροιμία· τὰ γὰρ ὠὰ τοῦ ἀετοῦ ἀφανίζουσιν οἱ κάνθαροι κυλίοντες, ἐπεὶ οἱ ἀετοὶ τοὺς κανθάρους ἀναλέγουσιν.