Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ῥόδον ἀνεμώνῃ συγκρίνεις: ἐπὶ τῶν τὰ ἀνόμοια συμβαλλόντων.

Ῥόδον παρελθὼν μηκέτι ζήτει πάλιν: ἐπὶ

τῶν μεταμελουμένων περί τι καὶ μὴ δυναμένων τι ἀνύσαι.

Ῥωπικὸν ὤνιον: ἐπὶ τῶν εὐτελῶν καὶ πολλοῦ πιπρασκομένων.

Ῥοδίων χρησμός: ἐπὶ τῶν περιεργότερον πυνθανομένων. Ῥόδιοι γὰρ τῇ Ἀθηνᾷ ἔθυον. Οὐκ ἦν δὲ αὐτοῖς ἀμίδας εἰςφέρειν ἔθος. Ἠρώτησαν οὖν, εἰ τοῦτο δέοι ποιῆσαι. Συγκατένευσεν. Ἀνεπυνθάνοντο πάλιν, χαλκῆν ἢ ὀστρακίνην; ἀπεφήνατο, οὐδετέραν.

Σαρδώνιος γέλως: ἐπὶ τῶν μὴ ἐκ χαιρούσης ψυχῆς γελώντων.

Σικελὸς στρατιώτης: ξένοις ἐχρῶντο ἀεί.

Σικελικὴ τράπεζα: ἐπὶ τῶν ἄγαν τρυφηλῶν.

Σκορπιὸν ὀκτάπουν ἀνεγείρεις: οἷον, ἱκανὸν ἀμύνασθαι εἰς πληγὴν παροξύνεις.

Σῦκον αἰτεῖς: ἐπὶ τῶν κολακευόντων. Ἀθηναῖοι γὰρ ἐκολάκευον τοὺς γεωργούς· οἱ δὲ πρὸς τούτους ἔλεγον ταῦτα.

Συβαρῖται διὰ πλατείας: ἐπὶ τῶν σοβαρῶς πορευομένων.

Σὺν Ἀθηνᾷ καὶ χεῖρας κίνει: χρησμόν τις ἔλαβε, Τὴν χεῖρα προςφέροντα τὸν θεὸν καλεῖν.

Συστομώτερος σκάφης: ἐπὶ τῶν ἀπαῤῥησιάστων· ἀπὸ τῶν τὰς σκάφας μεταφερόντων ἐν ταῖς πομπαῖς.

Σχῖνον διατρώγειν: ἐπὶ τῶν καλλωφιζόντων ἑαυτούς· οἱ γὰρ τοιοῦτοι εἰώθασι σχῖνον διατρώγειν, ἕνεκα τοῦ λευκοὺς ὀδόντας ἔχειν. Παρὸ καὶ τοὺς τοιούτους Σχινοτρώκτας ἐκάλουν.

Στύππινον γερόντιον: ἀσθενές.

Σικελὸς ὀμφακίζεται: ἐπὶ τῶν τὰ εὐτελῆ κλεπτόντων.

Σπάρταν ἔλαχες, κείναν κόσμει: δῆλον.

Σπιθαμὴ τοῦ βίου: τὸ ἐλάχιστον.

Συνῆλθον ἀτταγᾶς καὶ νουμήνιος: ἐπὶ δύο κλεπτῶν τοῦτο.

Σύροι πρὸς Φοίνικας: ἑκάτερα τὰ ἔθνη διαβάλλονται ὡς πανοῦργα· ἢ ὅτι ἑκάστοτε δι’ ἔχθρας εἰσί.

Σκάνδιξ: λάχανον ἄγριον. Διὸ καὶ σκανδοπώλης ὁ Εὐριπίδης.