Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Τὰ ἐκ τρίποδος: ἐπὶ τῶν ἀληθῶς λεγομένων.

Τίκτει τοι κόρος ὕβριν ὅταν κακῷ ἀνδρὶ παρείη: ἐπὶ τῶν ταῖς εὐτυχίαις ἐπαιρομένων.

Ταντάλου τάλαντον: διαβόητος ἐπὶ πλούτῳ.

Τερμέρια κακά: τὰ μεγάλα.

Τυφλότερος ἀσπάλακος: φασὶν αὐτὸν τυφλω θῆναι διὰ τὸ φθείρειν τὴν γῆν.

Τυφλῶν ὀνείρων: ἤτοι τῶν ἀπατηλῶν.

Τὸ Πάρνου σκαφίδιον: ἐπὶ τῶν μικρὰ ζητούντων. Πάρνος γάρ τις τὴν σκάφην ἀπολέσας συνεχῶς ἠνώχλει τῷ δήμῳ.

Τὸ Ἐπιμενίδειον δέρμα: ἐπὶ τῶν ἀποθέτων. Κατέκειτο γὰρ παρὰ τῇ Λακεδαίμονι τοῦτο.

Τὸ Φρυνίχου πάλαισμα: κατὰ τῶν πανούργως σοφιζομένων. Προδότης γὰρ γέγονε τῶν Λακεδαιμονίων.

Τὸ ἄρνιόν σοι λελάληκεν:

Τὸ Μηλιακὸν πλοῖον: ἐπὶ τῶν ἄγαν ῥεόντων πλοίων. Κατηράσαντο γὰρ Λακεδαιμόνιοι μηδέποτε στεγνὰ τὰ πλοῖα Μηλίων γενέσθαι· παραβάται γάρ.

Τὸ Δωδωναῖον χαλκεῖον: ἐπὶ τῶν πολλὰ λαλούντων.

Τὸν Ὕλαν πραυγάζεις: ἐπὶ τῶν μάτην πονούντων καὶ βοώντων. Καὶ γὰρ Ἡρακλῆς ἀποβὰς τῆς Ἀργοῦς καὶ ζητήσας τὸν Ὕλαν, οὐχ εὗρε.

Τρυγόνος λαλίστερος: ἐπειδὴ αἱ τρυγόνες οὐ μόνον τῷ στόματι, ἀλλὰ καὶ τοῖς ὀπισθίοις μέλεσιν ἠχοῦσιν.

Ταῦτά σοι καὶ Πύθια καὶ Δήλια: ἐπὶ τῶν τὰ τελευταῖα πονούντων.

Τὸν Κολοφῶνα ἐπέθηκεν: ἐπὶ τῆς βεβαίας ψήφου.

Τιθωνοῦ γῆρας: ἐπὶ τῶν πολυχρονίων.

Τὰ πρῶτ’ ἀρίστους παῖδας Αἴγινα τρέφει: ἐπὶ τῶν τὰ πρῶτα καὶ ἐν ἀρχῇ κοσμίων, μετὰ δὲ ταῦτα ἀσελγαινόντων.

Τὰς ἐν ᾅδου τριακάδας: [τιμᾶται ἡ τριακὰς] ἐν ᾅδου διὰ τὴν Ἑκάτην. Καὶ γὰρ Ἀθηνᾶ καὶ Ἄρτεμις καὶ Ἑκάτῃ ἓν εἶναι δοκοῦσιν.

Τὸ Πάσητος ἡμιωβόλιον: οὗτος μαλακὸς ἦν ὁ Πάσης, ἐπὶ μαγείᾳ διενηνοχώς. Τὸ γὰρ ἡμιώβολον διδοὺς, παρ’ ἑαυτῷ πάλιν εὕρισκε.