Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Βοῦς ἐπέβη: ἐπὶ τῶν ἐξαίφνης σιωπώντων. Τὸ γὰρ ἀργύριον βοῦν εἶχε τῶν Ἀθηναίων. Οἷον, οἱ δωροδο κούμενοι ἐσιώπων,

Βὴξ ἀντὶ πορδῆς: ἐπὶ τῶν ἐν ἀπορίᾳ προποιουμένων ἕτερόν τι πράττειν. Οἱ γὰρ περδόμενοι διὰ τὸ λανθάνειν βήττειν προςποιοῦνται.

Βάλλειν μήλοις: ἐπὶ τῶν τυχεῖν ὧν ἐρῶσι βουλομένων. Παρήχθη δὲ ἀπὸ τῶν πεμφθέντων ἐπ’ Ἀταλάντην μήλων. Προὔκειτο γὰρ τῷ νικῶντι δρόμῳ τὴν Ἀταλάντην ἔπαθλον ὁ ταύτης γάμος. Ὁ γοῦν Ἱππομένης εἰς ἅμιλλαν καταστὰς, βουλόμενος αὐτὴν νικῆσαι, χρυσᾶ μῆλα ἔῤῥιψεν· καὶ περὶ τὴν τούτων συλλογὴν ἐκείνης ἀσχολουμένης, οὗτος ταύτην ὑπερέβαλε.

Βαλανεύς: ἐπὶ τῶν πολυπραγμόνων. Οὗτοι γὰρ σχολὴν ἄγοντες πολυπραγμονοῦσιν.

Βαβαὶ Μύξος: ἐπὶ τῶν μεγαλαυχούντων. Οὗτος γὰρ ἱερεὺς τῆς Ἀρτέμιδος ὢν, μεγάλαυχος ἦν.

Βουδόρῳ νόμῳ: ἐπὶ τῶν ἀξίων δέρεσθαι ὡς οἱ βόες.

Βοῦς ἐν πόλει: ἐπὶ τῶν θαυμαζομένων.

Βατταρίζειν: ἀντὶ τοῦ τραυλίζειν.

Βίος μεμαγμένος: ἐπὶ τῶν ἐξ ἑτοίμου βιούντων·

Βοῦς ἐν αὐλίῳ γέρων: ἐπὶ τῶν δι’ ἀσθένειαν ἡσυχαζόντων.

Γαλῇ Ταρτησία: ὡς μεγάλων ἐκεῖ γινομένων.

Γλαὺξ ἵπταται: ἡ πτῆσις τῆς γλαυκὸς νίκης σύμβολον τοῖς Ἀθηναίοις ἦν.

Γυμνότερος λεβηρίδος: ἐπὶ τῶν πάνυ πτω χῶν. Ἀντὶ τοῦ, Γυμνότερος ὄφεως δέρματος.

Γραῦς βακχεύει: ἐπὶ τῶν παρ’ ὥραν τὶ ποιούν των. Καὶ Ἀριστοφάνης, Γραῦς καπρῶσα καὶ βακχεύουσα.

Γυμνῷ φυλακὴν ἐπιτάττεις: δῆλον.

Γέλως συγκρούσιος: ἄκοσμος καὶ ἄτακτος. Παρόσον τινὲς γελῶντες τὰς χεῖρας συγκρούουσιν.

Γεράνδρυον μεταφυτεύειν: ἐπὶ τῶν τοὺς παρηβηκότας εἰς μαθήματα ἀγόντων.

Γόνυ κνήμης ἔγγιον: ἐπὶ τῶν ἑαυτοὺς μᾶλλον ἑτέρων ἀγαπώντων. Ἐν πολέμῳ γάρ φασί τινα ἰδόντα ἀνεψιὸν καὶ ἀδελφὸν διαπονουμένους, ὑπερασπίσαι τε τοῦ ἀδελφοῦ καὶ εἰπεῖν τοῦτο.

Γραῶν ὕθλοι: ἐπὶ τῶν μάτην ληρούντων.

Γηράσκω αἰεὶ πολλὰ διδασκόμενος: ἐπὶ τῶν διὰ γῆρας ἐμπειροτέρων.