Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἁμαξιαῖα ῥήματα:· μεγάλα κομπάσματα.

Ἀρκάδιον βλάστημα: ἐπὶ τῶν δειλῶν.

Βάχχης τρόπον: ἐπὶ τῶν σιωπηλῶν. Παρόσον αἱ Βάκχαι σιγῶσι.

Βάτραχος Σερίφιος: ἐπὶ τῶν ἀφώνων. Οἱ γὰρ ἐν Σερίφῳ βάτραχοι οὐ φθέγγονται.

Βάκηλος εἶ: ἐπὶ τῶν ἐκλύτων μεμαρτύρηται.

Βοιώτιον οὖς: ἐπὶ τῶν ἀναισθήτων.

Βοιώτια αἰνίγματα: ἐπὶ τῶν ἀσυνέτων. Ἐκ μεταφορᾶς τῆς Σφιγγός.

Βοῦς ἐπὶ γλώσσης: ἐπὶ τῶν μὴ δυναμένων παῤῥησιάζεσθαι. Διὰ τὸ τῶν Ἀθηναίων τὸ νόμισμα βοῦν ἔχειν· οἱ γὰρ δωροδοκούμενοι ἀφωνίᾳ κεκράτηνται.

Βοῦς Κύπριος εἶ: ἤτοι κοπροφάγος. Τοιοῦτοι γὰρ οἱ ἐκεῖσε βόες.

Βοῦς ἕβδομος: ἐπὶ τῶν ἀναισθήτων. Ἕβδομος δὲ, ὅτι ἓξ θύοντες, πρόβατον, ὗν, αἶγα, ὄρνιν, πετεινὸν, χῆνα, ἕβδομον τὸν βοῦν ἔθυον.

Βάλλ’ ἐς ὕδωρ: ἐπὶ τῶν ὀλέθρου ἀξίων.

Βῶλος ἄρουραν: ἐπὶ τῶν τοῖς σμικροῖς χαριζομένων τοὺς μεγάλους.

Βοῦς ἐπὶ σωρῷ: ἐπὶ τῶν ἡδυπαθούντων.

Βοῦς ὑπὸ ζυγόν: ἐπὶ τῶν μοχθούντων ἀεί.

Βορβόρῳ ὕδωρ λαμπρὸν μιαίνων, οὔποθ’ εὑρήσεις ποτόν: ἐπὶ τῶν τὰ κάλλιστα μιγνύντων τοῖς χείροσιν.

Βάλλ’ εἰς ἔχοντα τὴν ἐπιστήμην: ἐπὶ τῶν λοιδορούντων τοὺς ὁμοτέχνους.

Βατράχοις οἰνοχοεῖς: πρὸς τοὺς ταῦτα παρέχοντας, ὧν οὐ χρῄζουσιν οἱ λαμβάνοντες. Ὅμοιον· Γλαῦκας εἰς Ἀθήνας ἄγεις.

Βατράχῳ ὕδωρ, καὶ, γαλῇ στέαρ: ἐπὶ τῶν ταῦτα διδόντων, οἷς οἱ λαμβάνοντες χαίρουσιν.

Βοῦς ἄμητον ἐπιτηρῶν: ἐπὶ τῶν ἐπ’ ὠφελείᾳ καμνόντων.

Βοῦς ὁ Μολοττῶν: ἐπὶ τῶν εἰς πολλὰ διαιρουμένων

πράγματα. Οἱ γὰρ Μολοττοὶ τοὺς βόας ἐν ταῖς ἑορταῖς εἰς πολλὰ διέτεμνον.