Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Γλαὺξ εἰς Ἀθήνας: ἐπὶ τῶν ἀχρήστους ἐμπορίας ἀγόντων. Ἐπειδὴ μάλιστα τοῦτο τὸ ζῶον ἐκεῖ ἐπιχωριάζον τυγχάνει.

Γαλῇ χιτώνιον: ἐπὶ τῶν τὰ μὴ ἑαυτῶν περιβλήματα ἐνδυόντων.

Γαλῇ στέαρ: ἐπὶ τῶν οἷς χαίρουσι ταῦτα λαμβανόντων.

Γαλῆν ἔχεις: ἐπὶ τῶν ἀποτευκτικῶν· παρόσον οἱ γαλῆν ἔχοντες οὐκ εὐτυχοῦσι.

Γαστέρα μοι προφέρεις, κάλλιστον ὄνειδος ἁπάντων, Ἣ πλήρης μὲν ἐλαφροτέρη, κενεὴ δὲ βαρεῖα: ἐπὶ τῶν γαστριμάργων.

Γηρᾷ βοῦς, τὰ δ’ ἔργα πολλὰ τῷ βοΐ: ἐπὶ τῶν γεγηρακότων καὶ μηκέτι χρησιμευόντων.

Γέλως Ἰωνικός: ἐπὶ τῶν κιναίδων. Παρόσον οἱ Ἴωνες ἐπὶ τούτῳ διαβάλλονται. Ἐπὶ τῶν αὐτῶν καὶ Γέλως Χῖος.

Γέλως Μεγαρικός: ἐπὶ τῶν ἀώρως θρυπτομένων. Ἤκμασε γὰρ ἡ Μεγαρικὴ κωμῳδία ἐπὶ χρόνον.

Γέροντι μηδέποτε μηδὲν χρηστὸν ποιεῖν: παραινεῖ μηδένα ἀκαίρως εὐεργετεῖν.

Γῆς βάρος: ἐπὶ τῶν ἀχρήστων.

Γῆς ἔντερα: ἐπὶ τῶν μηδενὸς ἀξίων.

Γάλα ὀρνίθων: ἐπὶ τῶν σπανίων.

Γλαὺξ διέπτατο: ἐπὶ τῶν αἰσίῳ χρωμένων οἰωνῷ.

Γλυκὺς ἀπείρῳ πόλεμος: ἐπὶ τῶν ὑπ’ ἀπειρίας ἑαυτοὺς καθιέντων εἰς κίνδυνον.

Γλυκεῖ’ ὀπώρα φύλακος ἐκλελοιπότος: ἐπὶ τῶν ἄνευ μόχθου καὶ ἀφόβως τὰ ἀλλότρια καρπουμένων.

Γραῦς ὥς τις ἵππος τὸν χαραδραῖον τάφον ἕξεις: ἐπὶ τῶν ἀξίων τὰ ἔσχατα πάσχειν. Οἱ γὰρ γεγηρακότες ἵπποι εἰς χαράδρας ἐμβάλλονται.

Γραῦς ἀνακροτήσασα πολὺν κονιορτὸν ἐγείρει: ἐπὶ τῶν δι’ ἐμπειρίαν πολλὰ πράγματα κινούντων.

Γυμνότερος παττάλου: ἐπὶ τῶν σφόδρα ἀπόρων.

Γύγου δακτύλιος: ἐπὶ τῶν πολυμηχάνων καὶ πανούργων. Γύγης γὰρ βουκόλος ὢν τῆς γῆς ῥαγείσης εὗρε νεκρὸν φοροῦντα δακτύλιον, καὶ τοῦτον περιελόμενος φύσιν ἔχοντα ὥστε κατὰ στροφὰς τῆς σφενδόνης ὁρᾶσθαι ὅταν βούληται καὶ μὴ, δι’ αὐτοῦ ἀπέκτεινε τὸν βασιλέα καὶ ἦρξε.

Γυπὸς σκιά: ἐπὶ τῶν μηδενὸς λόγου ἀξίων.