Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἄλλως ἀναλίσκεις ὕδωρ: ἐπὶ τῶν ματαιολογούντων. Ἀπὸ τῶν ἐν τοῖς δικαστηρίοις πρὸς ὕδωρ λεγόντων.

Ἄλλοι μὲν σπείρουσιν, ἄλλοι δὲ ἀμήσονται: φανερόνι

Ἀκαρπότερος ἀγρίππου: ἐπὶ τῶν ἀνωφελῶν. Φυτὸν γάρ ἐστιν ἡ ἄγριππος ἄκαρπον.

Ἄρτι μὺς πίσσης γεύεται: ἐπὶ τῶν νεωστὶ πεῖραν τῶν κακῶν λαμβανόντων. Τὸ γὰρ ζῶον εἰς πίσσαν πίπτον δεινὰ πάσχει.

Ἀσκῷ μορμολύττεσθαι: ἐπὶ τῶν μάτην φοβούντων.

Ἄστροις σημαίνεσθαι: ἐπὶ τῶν ἐκ μακροῦ τι ὑπονοούντων. Ἀπὸ τῶν πλοϊζομένων ἡ παραβολή.

Ἄτλας τὸν οὐρανόν: ἐπὶ τῶν μεγάλοις τισὶ πράγμασιν ἐπιβαλλομένων καὶ κακῷ τινι περιπιπτόντων.

Ἀρμοδίου μέλος: ἐπὶ τῶν σκολιῶν. Σκολιὰ γὰρ μέλη ᾖδε. ** Ταυτὸ δὲ καὶ τὸ, Ἀδμήτου μέλος.

Ἀρκαδίην μ’ αἰτεῖς: ἐπὶ τῶν μεγάλα ἢ ἀσύμφορα αἰτούντων.

Ἄρκτου παρούσης τὰ ἴχνη ζητεῖς: ἐπὶ τῶν δειλῶν κυνηγῶν.

Ἀρχαιότερος Ἰβύκου: ἐπὶ τῶν εὐηθῶν. Οὗτος γὰρ τυραννεῖν δυνάμενος ἀπεδήμησεν.

Ἀεὶ γέροντι νέαν ἐπιβάλλειν κούρην: τοῖς πρεσβυτέροις νέαν συνευνάζειν.

Ἀλώπηξ τὸν βοῦν ἐλαύνει: ἐπὶ τῶν δολερῶν καὶ μικρῶν, ὅμως δὲ μεγάλους καταγωνιζομένων [ἄφρονας.]

Ἆκις ποταμός: ἐπὶ τῶν ἄγαν ψυχρῶν. Ψυχρὸς γάρ ἐστιν οὗτος.

Ἀλλότριον ἀμᾷς θέρος: ἐπὶ τῶν κατολιγωρούντων ἐν τοῖς ἀλλοτρίοις, ἢ τὰ ἀλλότρια καρπουμένων. Ἄλλοι κάμον, ἄλλοι ὤναντο, ὅμοιον.

Ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μή τηρ: ἐπὶ τῶν ποτὲ μὲν εὐημερούντων, ποτὲ δὲ δυςημερούντων.

Ἅμα δίδου καὶ λάμβανε: ὅταν πρὸς ἄπιστον συναλλάσσωμεν.

Ἀμφοῖν χεροῖν: ἐπὶ τῶν ἀφειδεὶ προςκειμένων.

Ἀξία ἡ κύων τοῦ θρόνου: ἐπὶ τῶν παρ’ ἀξίαν τινὸς τυγχανόντων.

Ἀργεία φορά: ἐπὶ τῶν συκοφαντῶν. Οἱ γὰρ Ἀργεῖοι φιλόδικοι.