Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἀφύα ἐς πῦρ: ἐπὶ τῶν τέλος ὀξὺ λαμβανόντων. Τάχιστα γὰρ ἡ ἀφύα ἕψεται.

Ἀτρέως ὄμματα: ἐπὶ τῶν τὰ πάντα ὁρώντων καὶ [οὓς] οὐκ ἔστι λαθεῖν· οἱονεὶ ἄτρεπτα καὶ σκληρά. Εἴρηται δὲ ἐπεὶ οὐκ ἔλαθε Θυέστης μοιχεύων τὴν γυναῖκα

αὐτοῦ, ἀλλὰ δειπνοῦντι τὰ τέκνα αὐτῷ εἰς βρῶσιν παρἔθηκεν.

Ἅιδου πρωκτῷ περιπέσοις: δῆλον.

Ἀετὸν κάνθαρος μαιεύεται: ἐπὶ τῶν κακῶς ὑπό τινων πασχόντων. Τὰ γὰρ ὠὰ τοῦ ἀετοῦ ἀφανίζει κυλίων ὁ κάνθαρος.

Ἀγόμενος διὰ φρατόρων κύων: ἐπὶ τῶν ὅπου μὴ δεῖ εὑρισκομένων καὶ τιμωρουμένων. Ἐν γὰρ τοῖς φράτορσι κύων εὑρεθεὶς τιμωρεῖται.

Ἁγνὴ γάμων: ἐπὶ τῶν σωφρόνων γυναικῶν. Εἰρωνικῶς δὲ καὶ ἐπὶ τῶν μὴ σωφρόνων. Ὅμοιον, Τὸ κανοῦν τῆς θεοῦ φέρει. Αἱ γὰρ ἁγναὶ ἔφερον.

Ἀγρὸς ἡ πόλις: ἐπὶ τῶν παρανομούντων. Ἐπίχαρμος·

Ἀγρὸν τὴν πόλιν ποιεῖς.

Ἀηδόνες λέσχαις ἐγκαθήμεναι: ἐπὶ τῶν ἀδολεσχούντων.

Ἀγορὰ λύκειος: ἐπὶ τῶν ταχέως πιπρασκομένων. Ἐκ μεταφορᾶς τοῦ ζώου· ἁρπακτικὸν γάρ.

Ἀεὶ Λεοντῖνοι περὶ τοὺς κρατῆρας: ἐπὶ τῶν ἀεὶ τοῖς αὐτοῖς ἐγκειμένων. Οἱ γὰρ ἐν Σικελίᾳ Λεοντῖνοι περὶ τοὺς πότους ἐσχόλαζον. Φάλαρις δ’ αὐτοὺς καταπολεμήσας εἰς τοὺς κρατῆρας ἔῤῥιψεν· ἀφ’ οὗ ἡ παροιμία.

Αἱ Οἰδίποδος ἀραί: ἐπὶ τῶν μεγάλως δυςτυχούντων.

Αἱ λαχάνων προςθῆκαι: ἐπὶ τῶν μηδὲν ὠφελούντων. ὅμοιον τό· Δαιδάλου πτερά.

Αἰσχύνομαι μὰ τὴν φιλότητα γηράσκων ἵππος ὑπὸ ζυγὸν, θήλειάν τε τροφὴν ἔχων ὁρᾶσθαι: ἐπὶ τῶν παρ’ ἀξίαν τὶ ὑπομενόντων ἕνεκα τροφῆς.

Ἀεὶ τὰ πέρυσι βελτίω: ἐπὶ τῶν κατόπιν ἐν ταῖς χερσὶ γινομένων. Ταπεινούμενοι γὰρ Ἀθηναῖοι κατὰ τὰ Μακεδονικὰ ἐπεφώνουν τι τοιοῦτον.

Αἰγύπτου γάμος: ἐπὶ τῶν ἀλυσιτελῶς γαμούντων.

Ἄλευ’ ἀπὸ μείζονος ἀνδρός: παραινετικὴ ἡ παροιμία.

Ἄλλο γένος κώπης: ἐπὶ τῶν περὶ τὸ ἦθος ἐνηλλαγμένων. Ἡρακλῆς γὰρ διαπεραιούμενος ἐπὶ τὰς ἐν Ἐρυθείᾳ βοῦς, ἱστίῳ τῇ λεοντῇ ἐχρήσατο, ἱστῷ δὲ τῷ ῥοπάλῳ· ἐφ’ ᾧ καὶ ἐλέχθη.

Ἄλλ’ εἰ τορέλλη: σκῶμμα γερόντων. Ἐκ τοῦ τορὸς [,σορὸς,] γίνεται.

Ἄκουε τἀπὸ καρδίας: ἐπὶ τῶν ἀπαρακαλύπτως ἃ φρονοῦσι διεξιόντων.

Ἀλλότρια βάλλειν: ἐπὶ τῶν ἀποτγχανόντων ἢ ἐν τῷ κυβεύειν, ἢ ἐν ἄλλῳ τινί.