Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Ἀττικὴ πίστις: ἐπὶ τῶν πιθανῶν καὶ πιστῶν καὶ εὐόρκων. Ἱδρύσαντο γὰρ οἱ Ἀττικοὶ ἱερὸν Πίστεως.

Ἀργυραῖς λόγχαις μάχου, καὶ πάντων κρα τήσεις: ἀντὶ τοῦ, διὰ χρυσοῦ πάντας νικήσεις. Φιλίππῳ δὲ ἐδόθη οὗτος ὁ χρησμὸς, αἰνιττομένου τοῦ θεοῦ, ὡς διὰ προδοσίας πάντων κρατήσει.

Ἄκων μὲν, ὡς Ζεὺς οἶδεν: ἐπὶ τῶν ἀκόντων ὑπισχνουμένων τι.

Ἀπὸ γραμμῆς αὐτῆς: ἐκ μεταφορᾶς τῶν τρε χόντων.

Ἀπὸ χοέως σπάσον: παρόσον οἱ μεθύοντες ἀληθεύουσιν.

Ἀπὸ μηχανῆς θεὸς ἐπιφανείς: ἐπὶ τῶν ἀπροςδοκήτως ἐπ’ ὠφελείᾳ τινὶ ἀναφαινομένων. Ἐν γὰρ· ταῖς τραγῳδίαις θεοὶ ἐξ ἀφανοῦς ἐπὶ τῆς σκηνῆς ἐφαίνοντο.

Ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ: ἐπὶ τῶν τῇ ἀληθείᾳ χρωμένων,

Ἀπόλογος Ἀλκινόου: ἐπὶ τῶν φλυάρων καὶ μακροὺς ἀποτεινόντων λόγους.

Ἅπας ἐχῖνος τραχύς: ἐπὶ τῶν δυςκόλων, καὶ δυςτρόπων· ἐξαιρέτως χρειῶδες ἐπὶ τῶν κακωτικῶν ἢ εὐνούχων.

Ἅπερ οἱ γῦπες: ἐπὶ τῶν διὰ κληρονομίαν ἢ ὅλως διὰ κέρδος οἱονοῦν παρεδρενόντων τισίν. Οἱ γὰρ γῦπες τοῖς θνησιμαίοις παρεδρεύουσιν.

Ἀποῤῥαγήσεται τεινόμενον τὸ καλώδιον: ἐπὶ τῶν βίᾳ τι καὶ ἀνάγκῃ ποιούντων. Λουκιανός· καὶ ὅρα μὴ, κατὰ τὴν παροιμίαν, ἀποῤῥήξωμεν πάνυ τείνουσαι τὸ καλώδιον.

Ἀργαλέον φρονέοντα παρ’ ἄφροσι πόλλ’ ἀγορεύειν; φανερόν.

Ἀρεοπαγίτης: ἐπὶ τῶν σκυθρωπῶν καὶ σιωπηλῶν καὶ ὑπερσέμνων.

Ἀρᾶς ἱερόν: ἐπὶ τῶν πολλὰ ἀρωμένων ἢ ἐπὶ χρηστοῖς ἢ φαύλοις.

Ἀργύρου κρῆναι λαλοῦσιν: ἐπὶ τῶν ἀπαι δεύτων μὲν, δι’ ὑπερβολὴν δὲ πλούτου παῤῥησιαζομένων.

Ἀρχὴ ἄνδρα δείκνυσιν: ἐπὶ τῶν ἐν τῇ ἀρχῇ οἷοί εἰσι φαινομένων.

Ἀρχίλοχον πατεῖς: ἐπὶ τῶν λοιδορούντων. Τοιοῦτος γὰρ ὁ Ἀρχίλοχος.

Ἄρνα προβάλλει: ἐπὶ τῶν πολεμεῖν αἱρουμένων. Οἱ γὰρ πόλεμον αἴρειν βουλόμενοι κήρυκα ἔπεμπον ἄρνα ἐπιφερόμενον, ὃν ἠφίει ἔνδον ἐνδεικνύμενος, μηλόβοτον αὐτῶν τὴν οὐσίαν ἔσεσθαι καὶ τὴν πόλιν.

Ἀρχὴ ἥμισυ παντός: ἐπὶ τῶν εἴς τι προκοπτόντων. Παρῆκται δὲ ἐκ τῆς Ἡσιόδου.

Ἀρχύτου πλαταγή: ἐπὶ τῶν ἡσυχάζειν οὐ δυναμένων· ὁ γὰρ Ἀρχύτας τέκτων ὢν ἐπενόησε πλαταγὴν, ἣν ἐδίδοσαν τοῖς παιδίοις, ἵνα μηδὲν τῶν πατὰ οἰκίαν σκευῶν διασαλεύσωσιν.