Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Αἰγοβοσκὸς τὰς αἶγας ἀνεκαλεῖτο πρὸς τὴν μάνδραν. Μία δὲ ἐξ αὐτῶν ὑπελείφθη, ἡδύ τι βοσκομένη. Ῥίψας δ᾽ ὁ ποιμὴν πέτραν, τὸ κέρας αὐτῆς κατέαξεν εὐστοχήσας. Ἐδυσώπει δὲ τὴν αἶγα μὴ εἰπεῖν τοῦτο τῷ δεσπότῃ. Ἡ δὲ

εἶπεν· Κἄν ἐγὼ σιωπήσω, πῶς κρύψω; πρόδηλον γάρ ἐστι πᾶσι τὸ κέρας μου κεκλασμένον.

῝Οτι, τῆς αἰτίας προδήλου οὔσης, οὐ δυνατὸν ταύτην καλύψαι.

Ἀῖπόλος αἶγας πρὸς μάνδραν ἐνεκαλεῖτο. Μιᾶς δὲ ἐξ αὐτῶν ἐν πόᾳ τινὶ δροσερᾷ καταλειφθείσης, ὁ ποιμὴν κατ᾽ ἐκείνης λίθον ἀφῆκε, καὶ εὐστόχως βαλὼν τὸ κέρας συνέτριψεν· ὅθεν και ἐδυσώπει τὴν πεπονθυῖαν ἀνέκφραστον τῷ κυρίῳ διατηρῆσαι τὸ δράμα. Ἡ δὲ ἔφησε· Κἄν ἐγώ σιωπήσω, τὸ κέρας κεκράξεται.

Τῆς αἰτίας προδήλου οὔσης, ἀδύνατον ταύτην ἐπικαλύψαι.

Ποιμὴν δέ ποτε αἶγας προσεκαλεῖτο τοῦ προσβαλέσθαι ἔνδοθεν εἰς τὴν μάνδραν. Μία δʼ ἐξ αὐτῶν ἔξωθεν κατελείφθη ὡς νεμομένη τὰς βοτάνας τῆς χλόης. Εὐθὐς δʼ ὁ ποιμὴν ἐπʼ αὐτὴν ῥάβδον ῥίψας τὸ ἕν κέρας ἔκοψε τῆς αἰγὸς ὁλον. Ὡς οὖν κάτιδεν ὁ ποιμὴν κεκομμένον, καθικέτευε τῷ δεσπότῃ μὴ φάσθαι, μηδ' ὑποδεῖξαι κεκλασμένον τὸ κέρας. Ἡ δὲ πρὸς αὐτὸν ἐγέλασεν εἰποῦσα· Πῶς ἂν κρύψω γε τὸ φανερὸν ἐν πᾶσι; τῆς γὰρ καρᾶς μου μονοκέρωτος οὔσης, πρόδηλόν ἐστι τοῖς ἐμὲ θεωροῦσι.

῞Οτι, τῆς αἰτίας προδήλου τυγχανούσης, οὐδεὶς δύναται ταύτην κατακαλύψαι.