Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Αἶγα καὶ ὄνον ἔτρεφέ τις. Ἡ δὲ αἴξ, φθονήσασα τῷ ὄνῳ διὰ τὸ περισσὸν τῆς τροφῆς, ἔλεγεν ὡς ἄπειρα κολάζῃ, ποτὲ μὲν ἀλήθων, ποτὲ δὲ ἀχθοφορῶν, καὶ συνεβούλευεν ἐπίληπτον ἑαυτὸν ποιήσαντα καταπεσεῖν ἔν τινι βόθρῳ καὶ ἀναπαύσεως τυχεῖν. Ὁ δὲ πιστεύσας καὶ πεσὼν συνετρίβη. Ὁ δὲ δεσπότης τὸν ἰατρὸν καλέσας ᾔτει βοηθεῖν. Ὁ δὲ αἰγὸς πνεύμονα ἐγχυματίσαι ἔλεγεν αὐτῷ καὶ τῆς ὑγείας τυχεῖν. Τὴν δὲ αἶγα θύσαντες τὸν ὄνον ἰάτρευον.

Ὅτι ὅστις καθʼ ἑτέρου δόλια μηχανᾶται ἑαυτοῦ γίνεται τῶν κακῶν ἀρχηγός.

Αἶγα καὶ ὄνον ἔτρεφέ τις. Ἡ δὲ αἴξ, φθονήσασα τῷ ὄνῳ διὰ τὸ περιττὸν τῆς τροφῆς, εἰρωνικῶς συνεβούλευε λέγουσα· Ἄπειρα κολάζῃ, ποτὲ μὲν ἀλήθων, ποτὲ δʼ ἀχθηφορῶν. Ἐπίληπτον οὖν ἑαυτὸν ποιήσας τῷ βόθρῳ κρημνίσθητι. Πεισθεὶς οὖν ὁ ὄνος ἐποίησεν ὡς ἐδιδάχθη· ὅθεν καὶ συνετρίβη. Ὁ δὲ δεσπότης ἀμφοτέρων καλέσας τὸν ἰατρὸν βοηθεῖν τῷ ὄνῳ ἠτεῖτο. Ὁ δὲ πόμα τούτῳ διʼ αἰγὸς πνεύμονος κατασκευασθὲν κεράσαι ὠρίσατο καὶ οὕτω τῆς ὑγείας τυχεῖν. Θύσαντες τοίνυν τὴν ἀθλίαν καὶ αὐτεπίβουλον αἶγα, τὸν ὄνον ἰάτρευον.

Ὅστις καθʼ ἑτέρου δόλον μηχανᾶται ἑαυτοῦ ἐστι τῶν κακῶν αὐτουργός.

Ἀνήρ τις ἔτρεφεν αἶγʼ ἅμα καὶ ὄνον· ἀλλʼ ἡ αἴξ ἐφθόνησε πολλὰ τῇ ὄνῳ διὰ τὴν τρυφὴν κριθάς τε καὶ τὸν χόρτον. Αὐτῇ ἔλεγεν ὡς ἄπειρα κολάζῃ ποτὲ μὲν ἀλήθουσα ἐν τῷ μυλῶνι ποτὲ δὲ πάλιν ἀχθοφοροῦσα μάλα· λοιπὸν ἐν τούτῳ λίαν σε ἐλεοῦμαι. Πῶς ταῦτα πάσχεις καὶ ἀτυχὴς τυγχάνεις; Ὁ δὲ πρὸς αὐτὴν 〈ἔφη〉 Καὶ τί ποιήσω; οὐ γὰρ δύναμαι τῆν ζωὴν ἄλλως ἔχειν. Ἥ συμβουλεύει ἐπίληπτον γενέσθαι καὶ καταπεσεῖν ἐν ἑνὶ τῶν βαράθρων, ὅπως ἂν καὐτὴ ἀναπαύσεως τύχῃς. Καὶ δὴ ἡ ὄνος ὑπακούσασα τούτου πεσοῦσα πρὸς γῆν εὐθέως συνετρίβη, ὥσπερ νόσημα δεινὸν προσκεκτημὲνη καὶ τὸν θάνατον αὐτὴ προσδεδεγμένη. Τοῦ γοῦν δεσπότου τῇ λύπῃ συσχεθέντος, δραμών αὐτίκα τὸν ἰατρὸν ἐκάλει ἐκλιπαρῶν τοῦτον ὑγιᾶναι ὄνον. Ὁ οὖν ἀκέστωρ αἰγὸς πνεύμονα φάσκει ἐγχνματίζειν καὶ ῥώσεως τυγχάνειν. Οἱ παραυτίκα τεθυκότες τὴν αἶγα τρίψαντες τὸν πνεύμονʼ αἵματι ἰδίῳ ἐγχυματοῦντες ἰάτρευσαν τὴν νόσον. Αὐτὸς καθʼ αὑτοῦ λανθάνει τοῦτο ποιῶν.