Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Αἴλουρος ἀκούσας ὅτι ἔν τινι ἐπαύλει ὄρνεις νοσοῦσι, σχηματίσας ἑαυτὸν εἰς ἰατρὸν καὶ τὰ τῆς ἐπιστήμης πρόσφορα ἀναλαβὼν ἐργαλεῖα, παρεγένετο, καὶ στὰς πρὸ τῆς ἐπαύλεως ἐπυνθάνετο αὐτῶν πῶς ἔχοιεν. Αἱ δὲ ὑποτυχοῦσαι· Καλῶς, ἔφασαν, ἐὰν σὺ ἐντεῦθεν ἀπαλλαγῇς.

Οὕτως καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ τοὺς φρονίμους οὐ λανθάνουσι, κἂν τὰ μάλιστα χρηστότητα ὑποκρίνωνται.

Ὄρνις δέ ποτε κατακλιθεὶς ἠρρώστει· εἰς δν αἴλουρος προκύψας ἔφη ταῦτα· Πῶς ἔχεις, φίλε, τί δέ σοι; ἂν τι χρήζῃς,

Ἀνάγγειλόν μοι καὶ πάντα σοι παρέξω. ῞Ομως ἔγειρε, καὶ τεύξῃ τῆς ὑγείας. Ἡ δ᾽ἀπεκρίθη πρὸς τὸν αῖλουρον ταῦτα· Εἰ σὺ παρέλθῃς, ἐγὼ οὐκ ἀποθνῄσκω· ζωὴν γὰρ ζήσω δορκάδος ὑπερτέραν.

Τοὺς δολίους ὑποκριτάς, τοὺς λέγοντας φιλεῖν, ὁ μῦθος ἐλέγχει.

῎Ορνις ποτὲ ἠσθένει· αἴλουρος δὲ προκύψας εἶπεν· Πῶς ἔχεις; εἴ τι χρήζεις, ἐγώ σοι δώσω, μόνον ὑγίαινε. Ἡ δὲ ἔφη· Ἐὰν ἀπέλθῃς, οὐκ ἀποθνῄσκω.

[῞Οτι] ὑποκριτὰς δολίους φιλεῖν λέγοντας ὁ μῦθος ἐλέγχει.