On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Ἐπεὶ δὲ ὑπόκειται τὴν γῆν ἔνικμόν τε δεῖν καὶ εὐδίοδον εἶναι ταῖς ῥίζαις ὅπως εὐμήκεις καὶ παχεῖαι καὶ ἰσχυραὶ γίνωνται διὰ ταῦτα δεῖ τοὺς γύρους προορύττειν ἐκ πολλῶν μάλιστα δὲ ἐνιαυτῷ πρότερον ὅπως ἡ γῆ καὶ ἡλιωθῇ καὶ χειμασθῇ καθ᾽ ἑκατέραν τὴν ὥραν. ἄμφω γὰρ ταῦτα ποιεῖ μανὴν καὶ χαύνην. ἔνιοι δὲ καὶ διορίζουσι τοὺς χρόνους· ἀπὸ γὰρ τροπῶν θερινῶν μέχρι ἀρκτούρου· τότε γὰρ τήν τε γῆν διαχεῖσθαι μάλιστα καὶ τὴν ἔξω καὶ τὴν ἐν τοῖς γύροις καὶ βλαστάνειν ὅλως οὐδὲν. φυτεύουσι δὲ τὴν μετοπωρινὴν φυτείαν μετὰ πλειάδος δύσιν δεξάμενοι τὸ ἐπὶ τῷ ἄστρῳ ὕδωρ ὅπως ἔνικμος ἡ γῆ γενομένη παρέχῃ τροφήν.

καὶ τοὺς γύρους οὐκ εὐθὺς συμπληροῦσιν ὅπως ῥιζωθῇ τὰ κάτω πρότερον, εἰ δὲ μὴ φέρονται πρὸς τὸ ἄνω· τρέφει γὰρ καὶ αὔξει πάνθ᾽ ὁ ἥλιος καὶ ὁ ἀήρ. ὄντων δὲ τῶν μὲν βαθυρρίζων τῶν δ᾽ ἐπιπολαιορρίζων διὰ τοῦτο τοὺς γύρους οὐκ ἰσοβαθεῖς ὀρύττουσιν ἀλλὰ βαθυτέρους τοῖς ἐπιπολαιορρίζοις οἷον ἐλάᾳ καὶ συκῇ βουλόμενοι πιέζεσθαι καὶ ὥσπερ ἀντιταττόμενοι πρὸς τὰς φύσεις.

ὅπως δὲ καὶ τῶν ὑδάτων τοῦ χειμῶνος ἀπολαύωσι καὶ τοῦ θέρους καταψύχωνται, δεῖ γὰρ δὴ πρὸς ἀμφοτέρας τὰς ὥρας παρεσκευάσθαι, διὰ τοῦτ᾽ ὑποβάλλουσι κάτω λίθους ὅπως συρροὴ γίνηται τοῦ ὕδατος καὶ τοῦ θέρους οὗτοι καταψύχωσι τὰς ῥίζας. οἱ δὲ κληματίδας ὑποτιθέασιν οἱ δὲ κέραμον παρακατορύττουσιν ὕδατος οἱ δὲ ξύλον κνημοπαχὲς εἶτ᾽ ἐξαιροῦσιν ὅπως ἔχῃ τροφὴν ἀεὶ τὰ φυτὰ διϊκμαζομένης τῆς γῆς καὶ συρρεόντων τῶν ὑδά-

των. ἁπλῶς γὰρ τοῦτο δεῖ τηρεῖν ὅπως καὶ πρὸς τοὺς ὄμβρους τοὺς γινομένους καὶ πρὸς τὸν ἀέρα καὶ τὸν ἥλιον ἕξει συμμέτρως· αἱ γὰρ τροφαὶ καὶ αἱ αὐξήσεις διὰ τούτων.

ἐπεὶ δὲ ἡ γῆ βορείοις καὶ πεπηγυῖα καὶ ξηρὰ νοτίοις δὲ κεχυμένη καὶ ἔνικμος ὡσαύτως δὲ καὶ τὸ φυτὸν ὑγρότερον καὶ ξηρότερον αὐτὸ ἑαυτοῦ μᾶλλον διὰ ταῦτα βελτίων ἡ τοῖς νοτίοις φυτεία· ταχεῖα γὰρ ἡ ῥίζωσις καὶ ἡ βλάστησις ὅταν ὀργῶν εἰς ὀργῶσαν τεθῇ καὶ τὰ τοῦ ἀέρος ᾖ μαλακὰ καὶ εὐμενῆ· δεῖ γὰρ δὴ τὸ μέλλον ἔσεσθαι καλὸν ἅμα κάτωθεν καὶ ἄνωθεν βλαστάνειν. τοῖς δὲ βορείοις ἅπαντα τἀναντία γίνεται ῥιγοῦν τε καὶ κακοπαθεῖν τὰ φυτά· ἔτι δὲ τῆς γῆς πεπηγυίας οὔτε ῥιζοῦσθαι δύναιντ᾽ ἂν ὁμοίως οὔτε βλαστάνειν. ἡ μὲν οὖν τοιαύτη παρατήρησις τοῦ ἀέρος ἂν εἴη.