On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Οὐ μὴν ἀλλὰ καθάπερ εἴρηται κοινοτέρα πᾶσιν ἢ τοῖς πλείστοις καὶ δένδροις καὶ φυτοῖς ἡ τοῦ ἔαρός ἐστιν· αὐτά τε γὰρ τὰ φυτὰ προωρμημένα καὶ ὁ

ἀὴρ μαλακὸς καὶ εὐβλαστὴς καὶ ὅλως ἡ ὥρα γονιμωτάτη καὶ αἱ ἡμέραι θερμότεραι καὶ μῆκος ἔχουσαι ταχείας ποιοῦσι τὰς βλαστήσεις. ἡ δὲ ῥίζωσις ἰσχυρὰ καὶ οὕτω διά τε τὴν τῶν φυτευτηρίων ὁρμὴν, εἰς ἄμφω γὰρ ὁμοίως ἐστὶ, καὶ διὰ τὸ τὴν γῆν ὀργᾶν καὶ ἔτι τὸν ἀέρα συνεκτρέφειν. ὁ γὰρ ἥλιος οὐ μόνον δοκεῖ τὰ ὑπὲρ γῆς ἀλλὰ καὶ τὰ ὑπὸ γῆς εὐτραφέστερα καὶ καλλίω ποιεῖν. σημεῖον δ᾽ ὅτι τῶν ῥιζῶν ἡ βλάστησις ἢ οὐ γίνεται πορρωτέρω τῆς τοῦ ἡλίου δυνάμεως ἢ χείρων.

ὁ δὲ χειμὼν ἐπιλαμβάνων τὴν φυτείαν ἔνιά γε δοκεῖ φθείρειν οἷον τῆς μὲν ἐλάας ἀφιστὰς τὸν φλοιὸν τῆς δὲ συκῆς παχύνων καὶ πηγνὺς τὸν ὀπὸν τὸν ἐν τῇ κράδῃ καὶ τῶν ἄλλων σχεδὸν τῶν πλείστων τοιοῦτόν τι πονούντων. ἀλλὰ γὰρ ταῦτα μὲν ἴσως ἀφορίζοιτ᾽ ἂν ὁ φάσκων τὴν μετοπωρινὴν εἶναι τὴν βελτίω τοῖς δεχομένοις λέγων. εἰ δὲ πλείω ταῦτα τῆς φύσεως αὐτῆς ἐστι σημεῖα τῶν πρὸς τὴν φυτείαν ὡρῶν τό τε παρορμᾶν αὐτὰ τὰ δένδρα τοῦ ἦρος καὶ τὸ κοινοτέραν εἶναι πᾶσι ταύτην, δῆλον ὡς φυσικωτέραν ἄν τις θείη ταύτην.

ἐπεὶ καὶ ὅπου περὶ κύνα καὶ τοὺς ἐτησίας εὐθενεῖ καὶ ἐπιβλαστάνει τὰ δένδρα τηνικαῦτα καὶ τὰς φυτείας ποιοῦνται, πολλῷ δέον ἀκολουθεῖν τῇ τοῦ ἀέρος κράσει καὶ τῇ τῶν φυτῶν ὁρμῇ. τάχα δὲ καὶ ἡ ὁρμὴ γίνεται διὰ τὸ περιέχον· ὅπου δ᾽ αὖ θερινὸς ὄμβρος πολὺς ὥσπερ ἐν Αἰθιοπίᾳ καὶ ἐν Ἰνδοῖς ἢ περὶ Αἴγυπτον ὁ Νεῖλος ἐνταῦθα δὴ πρὸ τούτων ἢ μετὰ τούτους εἰκὸς τὴν φυτείαν ἁρμόττειν· τηνικαῦτα γὰρ ἡ τοῦ ἀέρος κρᾶσις σύμμετρος.

εἴη δ᾽ ἂν διελεῖν καὶ τοῖς κατὰ φύσιν τόποις πρὸς τὰς ὥρας, οἷον τοὺς μὲν εὐκράτους τῷ ἀέρι τοῦ ἦρος τοὺς δὲ ῥοώδεις καὶ ἐπόμβρους καὶ ἑλείους θέρους ὑπὸ τὸ ἄστρον ὥσπερ καὶ ἐν Λακωνικῇ πολλὰ φυτεύουσι, τοὺς δ᾽ αὐχμώδεις μετοπώρου. συμβήσεται γὰρ οὕτω θερμῆς οὔσης ἐν βάθει

τῆς γῆς κατὰ χειμῶνα ψυχροῦ δὲ τοῦ πέριξ τὴν αὔξησιν κατακλειομένην εἰς τὰς ῥίζας ἰέναι. πλείονος δ᾽ ὄντος καὶ ἰσχυροτέρου τοῦ ῥιζώματος πλείων ἡ βλάστησις ἔσται καὶ καλλίων. καὶ περὶ μὲν ὡρῶν τῶν εἰς τὰς φυτείας ἱκανῶς εἰρήσθω.