On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Τὰ δὲ φυτευτήρια δεῖ λαμβάνειν ἀπὸ νέων γε τῶν δένδρων ἢ ἀκμαζόντων καὶ ὅλως λειότατα καὶ εὐθύτατα καὶ ὡς κάλλιστα· καὶ γὰρ ἀντιλαμβάνεται καὶ ἰσχύει τὰ τοιαῦτα μάλιστα καὶ διὰ τὴν ἡλικίαν καὶ τὸ πάχος εὐβλαστότερα τυγχάνει· τὸ γὰρ λεῖον ὥσπερ ὑγιὲς καὶ ἀπήρωτον τὸ δὲ τραχὺ καὶ ὠζωμένον ἄλλως τε τυφλοῖς ὄζοις ὥσπερ πεπηρωμένον, ἐάν τε ζῶσι τὸ ἐκβεβλαστηκὸς ἐκ τούτων ἀσθενέστερον ὅσων μὴ καὶ ἡ φύσις τοιαύτη καθάπερ τῶν κλημάτων· διὰ τοῦτο γὰρ καὶ ἐπὶ τῶν δένδρων ἔνιοι μοσχεύουσιν οἱ δὲ περιαιροῦσι τὴν θάλειαν τῶν κλάδων ὅπως μὴ ἐξαναλώσῃ τὴν δύναμιν εἰς τὴν βλάστησιν.

ἔτι δ᾽ εὐθύτης λειότης τε εὔρουν καὶ εὐδίοδον ποιεῖ τὴν ῥοὴν ὥστε ταχείας εἶναι τὰς αὐξήσεις. ὀρθῶς δὲ καὶ τὸ μᾶλλον ἐξ ὁμοίας γῆς εἰ δὲ μὴ ἐκ χείρονος λαμβάνειν· ἡ μὲν γὰρ οὐδεμίαν ποιή- σει μεταβολὴν ἡ δ᾽ ἐπὶ τὸ βέλτιον συντροφοῦντος· μέγα δὲ αἱ μεταβολαὶ ταῖς ἀσθενέσιν, ἀσθενὲς δὲ τὸ φυτόν. διὰ τοῦτο γὰρ καὶ τὰς θέσεις τῶν φυτευμάτων τὰς αὐ-

τὰς ἀποδιδόασι κατὰ τὰ πρόσβορρα καὶ νότια καὶ πρὸς ἕω καὶ δυσμὰς ὡς ἐπὶ τῶν δένδρων εἶχε βουλόμενοι τηρεῖν μάλιστα καὶ μηθὲν τῆς φύσεως καὶ τῶν εἰωθότων μετακινεῖν ὡς οὐκ ἂν ῥᾳδίως ἐνεγκόντων μεταβολήν·

ἐπεὶ καὶ τοὺς τόπους ὅτι μάλιστα ὁμοίους ζητοῦσι διὰ τὰς αὐτὰς αἰτίας καὶ προμοσχεύοντες φυτεύουσιν· ἰσχυρότερα γὰρ καὶ ὥσπερ ἤδη βεβιωκότα. καὶ τὰ φυτὰ μάλιστα μὲν ὑπόρριζα λαμβάνουσιν, ἔχει γὰρ εὐθὺς καὶ ἀρχάς· εἰ δὲ μὴ μᾶλλον ἀπὸ τῶν κάτω ἢ τῶν ἄνω καὶ γὰρ ταῦτα ἐμβιώτερά ἐστι πλὴν ἀμπέλου καὶ συκῆς καὶ εἴ τι ἄλλο ὑγρὸν ὥσπερ εἴρηται. τὰ γὰρ ὑγρὰ κάλλιον ἀπὸ τῶν ἄνω βλαστάνει τὰ δ᾽ ἄλλα διὰ τὴν ξηρότητα καὶ τὴν λεπτοδερμίαν τὰ μὲν ὅλως οὐ βλαστάνει τὰ δὲ χεῖρον· τὸ δ᾽ ὑπόρριζον ὡς προπεπονημένον τι τῆς φύσεως ἔχει καθάπερ τὸ μεμοσχευμένον ᾧ δεῖ χρῆσθαι.

καὶ διὰ τοῦτο βέλτιον λέγουσιν ὀρθὰ κελεύοντες τὰ τοιαῦτα τιθέναι καὶ μὴ ὑποβάλλοντές τι μέρος ὥσπερ τοῖς ἀρρίζοις ὅπως ἡ ῥίζα βλαστάνῃ. συμβαίνειν γὰρ δοκεῖ πλαγίων τιθεμένων ἀφαυαίνεσθαι τὰς πρότερον, ἄτοπον δὲ ζητεῖν ἑτέρας ἀποβάλλοντα τὰς ὑπαρχούσας. ὀρθῶς δὲ καὶ τὸ μὴ πολὺ τῆς γῆς ὑπερέχειν τὸ φυτὸν, εἰ δὲ μὴ γίνεται δυσαυξὲς ὅταν ᾖ πλέον τοῦ τρεφομένου τὸ πονοῦν. ἔνια δὲ καὶ ἀφαυαίνεται καθάπερ ἡ συκῆ καὶ εἴ τι ἄλλο μανόν· ἅμα δὲ καὶ ἀθροωτέρα φέρεται μᾶλλον ἡ τροφὴ πρὸς τὴν βλάστησιν, ὃ καὶ ἐπὶ τῶν κατακοπτομένων συμβαίνει.