On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

οὐδὲ γὰρ δεῖ μᾶλλον ἀκολουθεῖν τῇ τοῦ ὅλου καταστάσει καὶ περιφορᾷ ἢ τῇ φύσει τῶν δένδρων καὶ φυτῶν καὶ σπερμάτων ὡς πολλάκις τὰ ἁμαρτανόμενα τῇ ἀπὸ τούτου ἀκρασίᾳ τῇ αὐτῶν δυνάμει τὰ μὲν ὑπομένει τὰ δέ τινα ἀναμάχεται καθάπερ καὶ τῶν ἀνθρώπων ἡ φύσις τὰ ὑπὸ ἰατρικῆς. ὥστε αἱ μὲν ἀντιλογίαι πρὸς ταῖς κοιναῖς τῶν τεχνῶν καὶ διὰ ταύτας γίνονται τὰς αἰτίας. οὐ μὴν ἀλλὰ καὶ συνομολογεῖται πολλὰ καὶ παρὰ πάντων ὥσπερ ἐξ αὐτῶν τῶν πραγμάτων εἰληφότα πίστιν τὰ μὲν καθόλου τὰ δὲ διαιρούμενα γένεσι καὶ χώραις οἷον εὐθὺς τὰ περὶ γενέσεις καὶ φυτείας ὑπὲρ ὧν οὐ χαλεπὸν εἰπεῖν τὰς αἰτίας.

ἀεὶ γὰρ δεῖ φυτεύειν καὶ σπείρειν εἰς ὀργῶσαν τὴν γῆν· οὕτω γὰρ καὶ ἡ βλάστησις καλλίστη καθάπερ τοῖς ζώοις ὅταν εἰς

βουλομένην πέσῃ τὸ σπέρμα τὴν ὑστέραν. ὀργᾷ δ᾽ ὅταν ἔνικμος ᾖ καὶ θερμὴ καὶ τὰ τοῦ ἀέρος ἔχῃ σύμμετρα· τότε γὰρ εὐδιάχυτός τε καὶ εὐβλαστὴς καὶ ὅλως εὐτραφής ἐστι. τοῦτο δ᾽ ἐν δυοῖν ὥραιν γίνεται μάλιστα τοῖς γε δένδροις ἔαρι καὶ μετοπώρῳ καθ᾽ ἃς καὶ φυτεύουσι μᾶλλον, καὶ κοινοτέρως ἐν τῷ ἦρι· τότε γὰρ ἥ τε γῆ δίυγρος καὶ ὁ ἥλιος θερμαίνων ἄγει καὶ ὁ ἀὴρ μαλακός ἐστι καὶ ἐρσώδης ὥστε ἐξ ἁπάντων εἶναι τὴν ἐκτροφὴν καὶ τὴν εὐβλαστίαν.

ἔχει δέ τινα καὶ τὸ μετόπωρον τοιαύτην κρᾶσιν δι᾽ ὃ καὶ τὰς ἐπιβλαστήσεις ἔφαμεν γίνεσθαι τῶν δένδρων. οἱ δὲ ἐπαινοῦντες αὐτὴν μᾶλλον τοῦ ἔαρος τοιαῦτα λέγουσιν ὅτι τὰ φυτὰ θερμῆς οὔσης ἔτι τῆς γῆς ῥιζοῦται κάλλιον· δεῖν δ᾽ ἀεὶ τὴν ἀρχὴν ἰσχυροτέραν ποιεῖν ἀφ᾽ ἧς καὶ ἡ τῶν ἄλλων γένεσις καὶ ὅλως ἡ ζωὴ δι᾽ ὃ καὶ τὴν βλάστησιν ἅμα τῷ ἦρι καλὴν γίνεσθαι καὶ ἀθρόαν ἐκβεβηκυίας ἤδη καὶ κυούσης τῆς ῥίζης, τοῦ δὲ ἦρος εἰς ψυχρὰν τιθεμένων τὴν γῆν, ψυχρὰν γὰρ ἔτι διαμένειν ἐκ τοῦ χειμῶνος, ῥιγοῦν καὶ κακοβλαστεῖς γίνεσθαι τὰς ῥίζας.

καὶ διὰ τοῦτο πάντα κελεύουσι τοῦ μετοπώρου μᾶλλον φυτεύειν ὅσα δύναται βλαστάνειν· ἔνια γὰρ οὐ δύναται καθάπερ ἄπιος καὶ μηλέα καὶ ὅλως τὰ λεπτὰ καὶ ξυλώδη· καὶ γὰρ ξηρὰ φύσει καὶ διὰ τὴν ἀσθένειαν οὐχ ὑπομένει τοὺς χειμῶνας. ἔτι τὸ μὲν μετοπωρινὸν ἔγκυμον εἶναι καὶ ἐπίφορον τὸ δὲ ἐαρινὸν ἄρτι κυΐσκεσθαι· τὸ δὲ τίκτειν ἀμφοτέροις τὴν αὐτὴν ὥραν ὥστε συμβαίνειν τῷ μὲν ἄρτι κυϊσκομένῳ πολλὰ τυφλὰ τίκτειν τῶν βλαστημάτων τῷ δὲ πάλαι κύοντι καὶ ἐπιφόρῳ τὰ πλεῖστα τέλεα καὶ καλά. σχεδὸν γὰρ ταύτας καὶ τοιαύτας λέγουσι τὰς αἰτίας.