Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Θερμαντικὸν δὲ καὶ δριμὺ καὶ τῆς ἀμπέλου τῆς ἀγρίας ῥίζα· δι᾿ ὃ καὶ εἰς ψίλωθρον χρήσιμον καὶ ἐφηλίδας ἀπάγειν· τῷ δὲ καρπῷ ψιλοῦσι τὰ δέρματα. τέμνεται δὲ πᾶσαν ὥραν ὀπώρας δὲ μάλιστα.

Δρακοντίου δὲ ῥίζα βῆχας ἐν μέλιτι διδομένη παύειν χρησίμη. καυλὸν δὲ ἔχει ποικίλον ὀφιώδη· σπέρματι δ᾿ οὐ χρῶνται.

Ἡ δὲ τῆς θαψίας ἐμετική· ἐὰν δέ τις κατάσχῃ, καθαίρει καὶ ἄνω καὶ κάτω· δύναται δὲ καὶ τὰ πελιώματα ἐξαιρεῖν· ὑπώπια δὲ ποιεῖ ἄλλα ἔκλευκα. ὁ δὲ ὀπὸς ἰσχυρότερος αὐτῆς καθαίρει καὶ ἄνω καὶ κάτω· σπέρματι δ᾿ οὐ χρῶνται· γίνεται δὲ καὶ ἄλλοθι μὲν ἀτὰρ καὶ ἐν τῇ Ἀττικῇ· καὶ τὰ βοσκήματα ταύτης οὐχ ἅπτεται τὰ ἐγχώρια, τὰ δὲ ξενικὰ βόσκεται καὶ διαρροίᾳ διαφθείρεται.