Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ὁ δὲ Κνίδιος κόκκος στρογγύλον ἐρυθρὸν τῇ χροιᾷ μεῖζον δὲ τοῦ πεπέριος ἰσχυρότερον δὲ πολὺ τῇ θερμότητι, δι᾿ καὶ ὅταν δίδωσι κατάποτον, διδόασι γὰρ πρὸς κοιλίας λύσιν, ἐν ἄρτῳ ἢ στέατι περιπλάττοντες· κάει γὰρ ἄλλως τὸν φάρυγγα.

Θερμαντικὸν δὲ καὶ ἡ τοῦ πευκεδάνου ῥίζα, δι᾿ ὃ καὶ ἄλειμμά τι ποιοῦσιν ἐξ αὐτῆς ἱδρωτικὸν ὥσπερ καὶ ἐξ ἄλλων. δίδοται δὲ ἡ τοῦ πευκεδάνου [*](¹ ἀφ᾿ conj. Sch.; ἐφ᾿ U*P; Ald. omits the preposition.) [*](² Cited by Athen. 2. 73; cf. Diosc. 2. 159.) [*](3 Plin. 27. 70.)

316
ῥίζα καὶ πρὸς τοὺς σπλῆνας· τὸ δὲ σπέρμα οὐ χρήσιμον οὐδὲ ὁ ὀπὸς αὐτῆς· γίνεται δὲ ἐν Ἀρκαδίᾳ.

Δαῦκον δὲ περὶ Πατραϊκὴν τῆς Ἀχαΐας διαφέρον, θερμαντικὸν φύσει· ῥίζαν δὲ ἔχει μέλαιναν.