Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Τὸ δὲ πολυπόδιον μετὰ τὰ ὕδατα ἀναβλαστεῖ σπέρμα δὲ οὐ φύει.

Τὸ δὲ τῆς ἐβένου ξύλον κατὰ μὲν τὴν πρόσοψιν ὅμοιον πύξῳ φλοϊσθὲν δὲ μέλαν γίνεται· χρήσιμον δὲ πρὸς ὀφθαλμίας ἀκόνῃ τριβόμενον.

[*](¹ cf. 9. 15. 5. cf. 9. 15. 8. n.)[*](3 cf. 9.14.1; Diosc. 4. 181–183; Plin. 23. 19 and 21.)[*](4 cf. 7.12.2; Diosc. 2. 167. cf. Plin. 24. 89.)[*](5 Diosc. 4. 153; Plin. 13. 125 and 126.)
318

Ἡ δὲ ἀριστολοχία παχεῖα καὶ ἐσθιομένη πικρὰ τῷ χρώματι μέλαινα καὶ εὔοσμος, τὸ δὲ φύλλον στρογγύλον, οὐ πολὺ δὲ τὸ ὑπὲρ τῆς γῆς. φύεται δὲ καὶ μάλιστα ἐν τοῖς ὄρεσι· καὶ αὕτη βελτίστη. τὴν δὲ χρείαν αὐτῆς εἰς πολλὰ καταριθμοῦσιν· ἀρίστη μὲν πρὸς τὰ κεφαλόθλαστα, ἀγαθὴ δὲ καὶ πρὸς τὰ ἄλλα ἕλκη καὶ πρὸς τὰ ἑρπετὰ καὶ πρὸς ὕπνον καὶ πρὸς ὕστέραν ὡς πεσσός, τὰ μὲν σὺν ὕδατι ἀναδευομένη καὶ καταπλαττομένη, τὰ δ᾿ ἄλλα εἰς μέλι ξυομένη καὶ ἔλαιον· τῶν δὲ ἑρπετῶν ἐν οἴνῳ ὀξίνῃ πινομένη καὶ ἐπὶ τὸ δῆγμα ἐπιπαττομένη· εἰς ὕπνον δὲ ἐν οἴνῳ μέλανι αὐστηρῷ κνισθεῖσα· ἐὰν δὲ αἱ μῆτραι προπέσωσι, τῷ ὕδατι ἀποκλύζειν. αὕτη μὲν οὖν ἔοικε διαφέρειν τῇ πολυχρηστίᾳ.