Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Tὰ δὲ ἐν τοῖς θερινοῖς ἀρότοις ὀλίγου δεῖ πάντα, φασὶ δὲ καὶ τὰ ναματιαῖα συμφέρειν μᾶλλον αὐτοῖς τῶν ἐκ διός, μέλινοι δὲ καὶ κέγχροι ἐλάττους ὕδατος· ἐὰν γὰρ ἔχωσι πλεῖον φυλλοβολοῦσιν. ἰσχυρότερον δὲ ὁ κέγχρος· οἱ δὲ μέλινοι γλυκύτεροι καὶ ἀσθενέστεροι. σήσαμον δὲ οὐδὲν ἐσθίει χλωρὸν οὐδὲ θέρμον. εἰ δὲ μηδ᾿ ἐρύσιμον μηδὲ ὅρμινον σκεπτέον· καὶ ταῦτα πικρά. ἔστι δὲ τὸ μὲν ἐρύσιμον ὅμοιον σησάμῳ καὶ λῖπος ἔχει· τὸ δὲ ὅρμινον κυμινῶδες μέλαν· σπείρεται δὲ ἅμα καὶ τὸ σήσαμον. περὶ μὲν οὖν τούτων σκεπτέον.

Ἐν δὲ ταῖς ἀγαθαῖς χώραις πρὸς τὸ μὴ φυλλομανεῖν ἐπινέμουσι καὶ ἐπικείρουσι τὸν σῖτον, [*](¹ Lit. ‘does not make fallow land.' cf. C. P. 4. 8. 3.) [*](2 ὡς καρπιζόμενον Ι conj. after W. (καρπιζόμενον τὴν γῆν); καρπῦς U; καρπὸς M ; καρπὸν Ald. cf. C. P. l. c. and 4. 8. 1 ; 4. 8. 3 : μὴ καρπί ζεσθαι τὴν γῆν ἀλλὰ νειὸν ποιεῖν (? 〈νέοις〉) καρποῖς, ‘for fresh crops.') [*](³ δὲ conj. W.; γε Ald. ⁴ cf. C. P. 4. 8. 3.) [*](5 ἡ ἀρίστη νειὸς conj. W. (cf. 8. 9. 1; C. P. 4. 8. 1); χειρίστη νήπιος U; χειρίστην νήπιος ΜP; καλλίστη νειὸς Ald. cf. also C. P. 3. 20. 7.)

186
ὥσπερ καὶ ἐν Θετταλίᾳ. συμβαίνει δ᾿ ἂν μὲν ἐπινέμωσιν ὁποσακισοῦν μηδὲν ἀλλοιοῦσθαι τὸν καρπόν, ἂν δὲ ἐπικείρωσιν ἅπαξ μόνον ἐξίστασθαι τὸν πυρὸν καὶ γίνεσθαι μακρὸν καὶ οὐχ ἁδρόν, ὃν καλοῦσι καμακίαν, καὶ οὐκ ἀποκαθίστασθαι πάλιν σπειρόμενον· τοῦτο μὲν οὖν ὡς παύροις συμβαῖνον Θετταλοὶ λέγουσιν. ἐν Βαβυλῶνι δὲ ἀεὶ καὶ ὥσπερ τεταγμένως ἐπικείρουσι μὲν δίς, τὸ δὲ τρίτον τὰ πρόβατα ἐπαφιᾶσιν· οὕτω γὰρ φύει τὸν καυλόν, εἰ δὲ μὴ φυλλομανεῖ· γίνεται δὲ μὴ καλῶς ἐργασαμένοις πεντηκονταχόα, τοῖς δὲ ἐπιμελῶς ἑκατοντάχοα. ἡ δὲ ἐργασία τὸ ὡς πλεῖστον χρόνον ἐμμένειν τὸ ὕδωρ, ὅπως ἰλὺν ποιήσῃ πολλήν· πίειραν γὰρ οὖσαν καὶ πυκνὴν τὴν γῆν δεῖ ποιῆσαι μανήν. λῆν δὲ οὐ φέρει καὶ πόαν ὥσπερ ἐν Αἰγύπτῳ. τὶ μὲν οὖν τοιαῦτα χώρας ἀρετῆς.

Φύεται δὲ καὶ ἀπὸ ῥιζῶν πυρὸς καὶ κριθὴ πολλαχοῦ τῷ ὑστέρῳ ἔτει· αὐτοετὴς δὲ καὶ ἀπὸ τῶν εἰς κράστιν κειρομένων ἑτέρου καλάμου παραβλαστάνοντος. ὡσαύτως δὲ κἂν ὑπὸ χειμῶνος ἐκπαγῇ· παραβλαστάνει γὰρ ὑδάτων ἐπιγινομένων· ὁ δὲ στάχυς ἀτελὴς καὶ μικρὸς ἀπὸ τῶν τοιούτων. βλαστάνουσι δὲ τῷ ὑστέρῳ ἔτει καὶ ἀπὸ τῶν καταπονουμένων καὶ συμπατουμένων, ὥστε μηδὲν εἶναι δῆλον ὡς εἰπεῖν, οἶον ὅταν [*](¹ ἰλὺν conj. Sch. from Plin. 18. 12: ὕλην Ald. H.) [*](² Text perhaps defective : cf. Plin. l.c.)

188
διέλθῃ στρατόπεδον, καὶ οἱ στάχυες μικροὶ καὶ τούτων, οὓς καλοῦσιν ἄρνας· τῶν δὲ χεδρόπων οὐδὲν δύναται τοιοῦτον ποιεῖν ἢ οὐχ ὁμοίως. καὶ αἱ βλαστήσεις τοσαυταχῶς.