Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Πρὸς αὔξησιν δὲ καὶ τροφὴν μέγιστα μὲν ἡ τοῦ ἀέρος κρᾶσις συμβάλλεται, καὶ ὅλως ἡ τοῦ ἔτους κατάστασις· εὐκαίρων γὰρ ὑδάτων καὶ εὐδιῶν καὶ χειμώνων γινομένων ἅπαντα εὔφορα καὶ πολύκαρπα, κἂν ἐν ἁλμώδεσι καὶ λεπτογείοις ᾖ· δι᾿ ὃ καὶ παροιμιαζόμενοι λέγουσιν οὐ κακῶς ὅτι “ ἔτος φέρει οὐχὶ ἄρουρα.”

Μέγα δὲ καὶ αἱ χῶραι διαφέρουσιν οὐ μόνον τῷ πίειραι καὶ λεπταὶ καὶ ἔπομβροι καὶ αὐχμώδεις ἀλλὰ καὶ τῷ ἀέρι τῷ περιέχοντι καὶ τοῖς πνεύμασιν· ἔνιαι γὰρ οὖσαι λεπταὶ καὶ φαῦλαι τελεσφοροῦσι διὰ τὸ πρὸς τὰ πνεύματα τὰ πόντια κεῖσθαι καλῶς.

ἄλλα δὲ ἄλλαις τοιαῦτα, καθάπερ πολλάκις εἴρηται· ταῖς μὲν γὰρ τὰ ζεφυρικὰ ταῖς δὲ τὰ βόρεια ταῖς δὲ τὰ νότια.

Συμβάλλεται δὲ καὶ οὐ μικρὰ ἡ ἐργασία καὶ μάλισθ᾿ ἡ τοῦ σπόρου· κατεργασθεῖσα γὰρ ῥᾳδίως ἐκφέρει. καὶ ἡ κόπρος δὲ μεγάλα βοηθεῖ τῷ διαθερμαίνειν καὶ συμπέττειν· προτρέχει γὰρ τὰ κοπριζόμενα τῶν ἀκόπρων καὶ εἴκοσιν ἡμέραις· [*](¹ τούτων conj. Sch.; τούτους Ald. H.) [*](² cf. Lewis and Short s. υ. agna.) [*](³ C. P. l.c. gives the reason.) [*](4 τοσαυταχῶς conj. Scal.; τοσαυταχεῖς Ald. H.)

190
ἅπασι δὲ οὐ ξυμφέρει· καὶ χρήσιμος οὐ μόνον τοῖς περὶ τὸν σῖτον ἀλλὰ καὶ τοῖς ἄλλοις πλὴν πτερίδος, ταύτην δὲ φθείρειν φασὶν ἐπιβαλλομένην. ἀπόλλυται δὲ ἡ πτερὶς καὶ ἐπικοιμωμένων τῶν προβάτων, ὡς δέ τινες λέγουσι καὶ ἡ Μηδικὴ διὰ τὴν κόπρον καὶ τὸ οὖρον.

VIII. Τῶν δὲ σπερμάτων ἕκαστα καὶ πρὸς τὴν τῆς χώρας φύσιν ἁρμόττει, καὶ ὅλως γένη πρὸς γένος καὶ ἐν αὐτοῖς τοῖς ὁμογενέσιν, ἃ δὴ πειρῶνται διαιρεῖν. μεταβάλλει δὲ τὰ ξενικὰ τῶν σπερμάτων μάλιστα μὲν ἐν τρισὶν ἔτεσιν εἰς τὰ ἐπιχώρια. συμφέρει δὲ ἐκ τῶν ἀλεεινῶν εἰς τὰ μικρὸν ἦττον ἀλεεινὰ καὶ ἐκ τῶν ψυχεινῶν ἀνὰ λόγον ποιεῖσθαι τὴν μεταβολήν. τὰ δ᾿ ἐκ τῶν δυσχειμερινῶν ἐν τοῖς πρωίοις ὀψὲ ἀποχεῖται, ὥστ᾿ ἀπ᾿ αὐχμοῦ φθείρεται, ἐὰν μὴ ὄψιον ὕδωρ σώσῃ. διὰ τοῦτο καὶ εὐλαβητέον φασὶ τὸ μίσγειν τὰ ξενικὰ τοῖς ἐπιχωρίοις ἐὰν μὴ ἐξ ὁμοίας, ὅτι ἀσύμφωνα τῇ χώρᾳ κατὰ τὸν σπόρον καὶ κατὰ τὴν γένεσιν, ὥστε καὶ ἐργασίας ἑτέρας δεῖται· τάς τε τῆς γῆς διαφορὰς καὶ τὰς τῶν σπερμάτων δυνάμεις καὶ ἔτι τὰς ἑκάστων ὥρας.