Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

οἱ γὰρ ὄμβροι καὶ ἄλλως ἐναντίοι καὶ πολλάκις αὐτὰ τὰ σπέρματα διαφθείρουσιν, εἰ δὲ μὴ πλῆθός [*](¹ σφακελίζοντες; cf. 4. 14. 4.) [*](² ὁ πυρρὸς τοῦ λευκοῦ conj. Scal. from G and Plin. 18. 124; ὁ λευκὸς τοῦ πυροῦ UAld ; ὁ λ. τ. πυρροῦ H.; ὁ λ. τ. πυρὸς M.) [*](3 cf. C. P. 3. 22. 3.) [*](4 δεῖται conj. Sch.; δεῖσθαι Ald. H.)

182
γε ποιοῦσι βοτάνης, ὥστε καταπνίγεσθαι καὶ ἀτροφεῖν.

VΙΙ. Τῶν μὲν οὖν ἄλλων σπερμάτων οὐδὲν εἰς ἄλλο πέφυκε μεταβάλλειν φθειρόμενον, πυρὸν δὲ καὶ κριθὴν εἰς αἶράν φασι καὶ μᾶλλον τὸν πυρόν, γίνεσθαι δὲ τοῦτ᾿ ἐν ταῖς ἐπομβρίαις καὶ μάλιστα ἐν τοῖς εὐύδροις καὶ ὀμβρώδεσι χωρίοις. ὅτι δ᾿ οὐκ ἔστιν ἠριιὸν ἡ αἶρα καθάπερ ἡ ἄλλη πόα, πειρῶνται γάρ τινες τοῦτο λέγειν, ἐκεθεν δῆλον· εὐθὺς γὰρ τοῦ χειμῶνος φανερὰ γίνεται πεφυκυῖα· καὶ διαφέρει πολλοῖς· ἔχει γὰρ τὸ φύλλον στενὸν καὶ δασὺ καὶ λιπαρόν, καὶ τούτων ἰδιώτατον τὸ λιπαρόν· ἡ γὰρ δασύτης καὶ τοῖς τοῦ αἰγίλωπος ὑπάρχει, ἀλλ᾿ ἐκφανὴς γίνεται ἐπὶ τοῖς τοῦ αἰγίλωπος τοῦ ἦρος. τοῦτο μὲν οὖν ἴδιον τούτων, καὶ ἔτι τοῦ λίνου· καὶ γὰρ ἐκ τούτου φασὶ γίνεσθαι τὴν αἶραν.

Τοῦ δὲ ἐρεβίνθου πρὸς τὰ ἄλλα χεδροπὰ τό τε περὶ τὴν ἄνθησιν λεχθὲν καὶ τὸ τάχιστα τελειοκαρπεῖν ἰσχυρότατον ὂν καὶ ξυλωδέστατον, καὶ [*](1 Plin 18. 149 and 150: cf. C. P. 4. 5. 2.) [*](2 πόα : ? grasses; cf. 8. 6. 1.) [*](3 πειρῶνται γάρ τινες H.; ἀπειρῶνται· αἰτιῶνται γάρ τινες U; ἂ πειρῶνται· αἰτιῶνται γάρ τινες PM : so also Ald. Bas. Cam. with mark of corruption.) [*](4 εὐθὺς γὰρ τοῦ conj. Sch.; εὐθὺς τὸ τοῦ Ald.)

184
τὸ ὅλον μὴ ποιεῖν νειὸν καρπιζόμενον· τὴν δὲ πόαν ἐξαπόλλυσι καὶ μάλιστα δὲ καὶ τάχιστα τὸν τρίβολον. ὅλως δὲ οὐδὲ ἡ τυχοῦσα δύναται φέρειν αὐτόν, ἀλλὰ μελάγγειόν τινα δεῖ καὶ πίειραν εἶναι. τῶν δὲ ἄλλων ἡ ἀρίστη νειὸς ἀπὸ τῶν κυάμων καίπερ πυκνοσπορουμένων καὶ πολὺν καρπὸν φερόντων.