Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

XV. Ὅσα δὲ τὰς ἀνθήσεις λαμβάνουσι ἀκολουθοῦντα τοῖς ἄστροις, οἷον τὸ ἡλιοτρόπιον καλούμενον καὶ ὁ σκόλυμος, ἅμα γὰρ ταῖς τροπαῖς καὶ οὗτος, ἔτι δὲ τὸ χελιδόνιον, καὶ γὰρ τοῦτο ἅμα τῷ χελιδονίᾳ ἀνθεῖ, ταῦτα δὲ δόξειεν ἂν τῇ μὲν φυσικὴν ἔχειν τὴν αἰτίαν τῇ δὲ συμπτωματικήν.

[*](¹ i.e. the white kind. Sch. followed by G adds τὸ καὶ τριχομανὲς καλούμενον after τὸ μὲν λευκὸν above.)
138

Πολλὰ δὲ τοιαῦτά ἐστι καὶ ἐν ἑτέροις ἴδια· οἷον καὶ ἡ τοῦ ἀειζώου φύσις τὸ διαμένειν ὑγρὸν ἀεὶ καὶ χλωρόν, φύλλον σαρκῶδες ἔχον καὶ λεῖον καὶ πρόμηκες. φύεται δὲ ἔν τε τοῖς ἁλιπέδοις τοῖς τε ἐπὶ τῶν τειχῶν ἀνδήροις καὶ οὐχ ἥκιστα ἐπὶ τῶν κεράμων, ὅταν ἐπιγένηται γῆς τις ἀμμώδης συρροή.

Πολλὰ δ᾿ ἄν τις ἴσως λάβοι καὶ ἕτερα περιττά. χρὴ δέ, ὥσπερ πολλάκις εἴρηται, τὰς ἰδιότητας θεωρεῖν καὶ τὰς διαφορὰς πρὸς τὰ ἄλλα. τὰ μὲν ἐν πλείοσιν ἰδέαις ἐστὶ καὶ σχεδὸν οἷον ὁμωνύμοις, ὥσπερ ὁ λωτός· τούτου γὰρ εἴδη πολλὰ διαφέροντα καὶ φύλλοις καὶ καυλοῖς καὶ ἄνθεσι καὶ καρποῖς, ἐν οἷς καὶ ὁ μελίλωτος καλούμενος· καὶ δυνάμει δὲ τῇ κατὰ τὴν προσφοράν, ἔτι τε τῷ μὴ τοὺς αὐτοὺς τόπους ζητεῖν. ὁμοίως δὲ καὶ ἕτερα πλείω.